← 士麦那的彼翁

阿喀琉斯与戴达米亚婚礼歌

§1-32

女装的阿喀琉斯与戴达弥亚之恋

柳基达斯与缪尔松展开对话,随后缪尔松开始歌唱阿喀琉斯在斯库罗斯岛上伪装成少女,以及他向戴达弥亚秘密表白爱情的故事。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
1

Λῇς1 νύ τί μοι Λυκίδα Σικελὸν μέλος ἁδὺ λιγαίνειν,

柳基达斯,你愿否为我清脆地歌唱一首甜美的西西里乐曲?

ἱμερόεν γλυκύθυμον ἐρωτικόν, οἷον ὁ Κύκλωψ

那如库克罗普斯

ἄεισεν Πολύφαμος ἐπᾳονίᾳ2 Γαλατείᾳ;

波吕斐摩斯对温顺的伽拉忒亚所唱的,温柔又动人的情歌。

κἠμοὶ συρίσδεν, Μύρσων, φίλον· ἀλλὰ τί μέλψω;

缪尔松,吹笛对我而言亦是乐事。但我该歌唱什么呢?

5

Σκύριον ὦ Λυκίδα ζαλώμενον ἁδὺν ἔρωτα,

歌唱那在斯库罗斯,柳基达斯,令人向往的甘美爱情吧,

λάθρια Πηλείδαο φιλάματα, λάθριον εὐνάν,

歌唱佩琉斯之子那隐秘的亲吻与隐秘的同床,

πῶς παῖς ἕσσατο φᾶρος, ὅπως δ’ ἐψεύσατο μορφὰν

歌唱那少年如何披上外衣,如何伪装容貌,

κἠν κώραισιν ὅπως Λυκομηδίσιν ἁπαλέγοισα3

以及在吕科墨得斯的女儿们中间,如何温柔地交谈着,

ἠείδη κατὰ παστὸν Ἀχιλλέα Δηϊδάμεια.

戴达弥亚在闺房中识破了阿喀琉斯。

10

Ἅρπασε τὰν Ἑλέναν πόθ’ ὁ βουκόλος, ἆγε δ’ ἐς Ἴδαν,

昔日那牧人拐走了海伦,带她去了伊达山,

Οἰνώνᾳ κακὸν ἄλγος. ἐχώσατο δ’ ἁ Λακεδαίμων,

留给俄诺涅恶劣的痛苦。拉刻代蒙因此震怒,

πάντα δὲ λαὸν ἄγειρεν Ἀχαϊκόν, οὐδέ τις Ἕλλην

集结了全体阿开亚的军队,没有任何一个希腊人,

οὔτε Μυκηναίων οὔτ’ Ἤλιδος οὔτε Λακώνων,

无论是迈锡尼、厄利斯还是拉科尼亚人,

μεῖνεν ἑὸν κατὰ δῶμα φυγὼν δύστανον Ἄρηα.

会为了躲避惨烈的战争而留守在自己的家中。

15

λάνθανε δ’ ἐν κώραις Λυκομηδίσι μοῦνος Ἀχιλλεύς,

唯有阿喀琉斯一人隐藏在吕科墨得斯的女儿们之中,

εἴρια δ’ ἀνθ’ ὅπλων ἐδιδάσκετο, καὶ χερὶ λευκᾷ

他学习纺织羊毛以代替兵器,用那白皙的手

παρθενικὸν κόπον εἶχεν, ἐφαίνετο δ’ ἠΰτε κώρα·

做着少女的工作,看起来宛如一个姑娘。

καὶ γὰρ ἴσον τήναις θηλύνετο, καὶ τόσον ἄνθος

因为他变得像她们一样娇柔,在雪白的双颊上

χιονέαις πόρφυρε παρηίσι, καὶ τὸ βάδισμα

泛着同样美丽的红晕,他的步态

20

παρθενικῆς ἐβάδιζε,4 κόμας δ’ ἐπύκαζε καλύπτρᾳ.

也走着少女的步伐,并用面纱遮住秀发。

θυμὸν δ’ ἀνέρος εἶχε, καὶ ἀνέρος εἶχεν ἔρωτα·

但他有着男人的心志,有着男人的爱情。

ἐξ ἀοῦς δ’ ἐπὶ νύκτα παρίζετο Δηϊδαμείᾳ,

从清晨到深夜,他陪伴在戴达弥亚身旁,

καὶ ποτὲ μὲν τήνας ἐφίλει χέρα, πολλάκι δ’ αὐτᾶς

有时亲吻她的手,又常常提起她

στάμονα καλὸν ἄειρε, τὰ δαίδαλα δ’ ἄτρἰ ἐπῄνει·

美丽的织机经线,赞美那精致的织物。

25

ἤσθιε δ’ οὐκ ἄλλᾳ σὺν ὁμάλικι, πάντα δ’ ἐποίει

他不与其他同龄人一起进餐,而是做尽一切

σπεύδων κοινὸν ἐς ὕπνον. ἔλεξέ νυ καὶ λόγον αὐτᾷ·

只为求得共眠。他甚至对她说了这样的话:

ἅλλαι μὲν κνώσσουσι σὺν ἀλλάλαισιν ἀδελφαί,

“其他的姐妹们都相互依偎着入睡,

αὐτὰρ ἐγὼ μώνα, μώνα δὲ σὺ νύμφα καθεύδεις.

可是我却孤身一人,而你,新娘,也孤身一人入睡。

αἱ δύο παρθενικαὶ συνομάλικες, αἱ δύο καλαί·

我们两个是同龄的少女,两个都如此美丽;

30

ἀλλὰ μόναι κατὰ λέκτρα καθεύδομες· ἁ δὲ πονηρὰ

可我们却各自在床上孤眠。而那个恶毒的

Νυσαία δολία με κακῶς ἀπὸ σεῖο μερίσδει.5

诡计多端的纽塞亚,残忍地将我与你分离。

οὐ γὰρ ἐγὼ σέο...

因为我不想离你……”

语法注5 条
  1. 1Λῇς

    多利亚方言动词 λῶ(相当于雅典方言的 θέλω / ἐθέλω,“想要、愿意”)的第二人称单数现在时,带不定词 λιγαίνειν,用于表示委婉的请求。

  2. 3ἐπᾳονίᾳ

    手稿写本中的 ἐπᾳονίᾳ 是形容词 ἐπᾴονος(“抚慰的、施法的”)的阴性与格单数,修饰 Γαλατείᾳ(“对被安抚的伽拉忒亚”)。许多现代校勘本将其修正为 ἐπ' ἀϊόνι(“在海岸上”)。在此我们遵循手稿读音,将其视为修饰 Γαλατείᾳ 的形容词。

  3. 8ἁπαλέγοισα

    多利亚方言分词,由副词 ἁπαλά(“温柔地、轻柔地”)与动词 λέγω(“说、交谈”)的分词 λέγοισα(相当于雅典方言的 λέγουσα)复合而成。属阴性单数主格,修饰主句主语 Δηϊδάμεια(第9行),描写她与阿喀琉斯温柔亲密交谈的样态。

  4. 19τὸ βάδισμα παρθενικῆς ἐβάδιζε

    同族宾格(cognate accusative)句法。不及物动词 ἐβάδιζε 带有同源名词 βάδισμα 作为宾语。属格 παρθενικῆς(“少女的”)修饰 βάδισμα,整体意为“他以少女的步态行走”。

  5. 31μερίσδει

    带有多利亚方言特征拼写 -σδ-(相当于雅典方言的 -ζ-)的动词 μερίσδω(即 μερίζω,“分离、隔开”)。与 ἀπὸ σεῖο(“从你那里”,σεῖο 为人称代词属格 σοῦ 的史诗/方言形式)连用,意为“将我与你分离”。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・修订记录(1 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 注 1 处
urn:cts:greekLit:tlg0036.tlg002.humanitext-grc2:1-32