- 底本
- Bion. The Greek Bucolic Poets. Edmonds, J. M., editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons, 1916.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0036.tlg001.humanitext-grc2:52-98
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-25
阿芙洛狄忒哀悼阿多尼斯的死亡,悲叹他被冥后的珀耳塞福涅夺走。她的泪水与阿多尼斯的鲜血化作花朵,爱神们、婚礼之神以及命运三女神也一同加入哀悼。
πὰρ στυγνὸν βασιλῆα καὶ ἄγριον,1 ἁ δὲ τάλαινα
走向那阴郁暴虐的君王那里。而可怜的我
ζώω καὶ θεὸς ἐμμὶ καὶ οὐ δύναμαί σε διώκειν.
苟活于世,身为神明,却无法追随你。
λάμβανε Περσεφόνα τὸν ἐμὸν πόσιν· ἐσσὶ γὰρ αὐτὰ
接纳吧,珀耳塞福涅,我的丈夫;因为你自身
πολλὸν ἐμεῦ κρέσσων, τὸ δὲ πᾶν καλὸν ἐς σὲ καταρρεῖ·
远比我强大,世间一切美好都流向你。
ἐμμὶ δ’ ἐγὼ πανάποτμος, ἔχω δ’ ἀκόρεστον ἀνίαν,
而我命途多舛,怀着无法消除的痛苦,
καὶ κλαίω τὸν Ἄδωνιν, ὅ μοι θάνε, καί σε φοβεῦμαι.
我为那对我而言已经死去的阿多尼斯哭泣,并且我畏惧你。
θνᾴσκεις ὦ τριπόθητε, πόθος δέ μοι ὡς ὄναρ ἔπτα,
你死去了,噢,三度被渴望的人,而我的渴望如梦一般飞逝,
χήρα δ’ ἁ Κυθέρεια, κενοὶ δ’ ἀνὰ δώματ’ Ἔρωτες.
库塞雷亚成了寡妇,爱神们在宫殿里无所事事。
σοὶ δ’ ἅμα κεστὸς ὄλωλε. τί γὰρ τολμηρὲ κυνάγεις;
随着你的离去,我的魔法腰带也一同毁灭。你这胆大的人,究竟为何去狩猎?
καλὸς ἐὼν τοσσοῦτον ἐμήναο θηρὶ παλαίειν;’
既然如此美丽,你为何疯狂地与野兽搏斗?”
ὧδ’ ὀλοφύρατο Κύπρις· ἐπαιάζουσιν Ἔρωτες
塞浦路斯如此哀悼;爱神们一同哀悼:
αἰαῖ τὰν Κυθέρειαν, ἀπώλετο καλὸς Ἄδωνις.
“哀哉,库塞雷亚,美丽的阿多尼斯逝去了!”
δάκρυον ἁ Παφία τόσσον χέει, ὅσσον Ἄδωνις
帕福斯女神流下的泪水,与阿多尼斯
αἷμα χέει· τὰ δὲ πάντα ποτὶ χθονὶ γίνεται ἄνθη.
流出的鲜血一样多;而这一切在地上都化作花朵。
αἷμα ῥόδον τίκτει, τὰ δὲ δάκρυα τὰν ἀνεμώναν.
鲜血孕育了玫瑰,而泪水孕育了银莲花。
αἰάζω τὸν Ἄδωνιν, ἀπώλετο καλὸς Ἄδωνις.
我哀悼阿多尼斯,美丽的阿多尼斯逝去了。
μηκέτ’ ἐνὶ δρυμοῖσι τὸν ἀνέρα μύρεο Κύπρι.
不要再在林间为你的丈夫哭泣了,塞浦路斯啊。
οὐκ ἀγαθὰ στιβάς ἐστιν Ἀδώνιδι φυλλὰς ἐρήμα·
荒凉的落叶床榻对阿多尼斯而言并非好的卧榻。
λέκτρον ἔχοι Κυθέρεια τὸ σὸν καὶ νεκρὸς Ἄδωνις.
让阿多尼斯,即便已是亡者,也占有你的床榻吧,库塞雷亚。
καὶ νέκυς ὢν καλός ἐστι, καλὸς νέκυς, οἷα καθεύδων.
哪怕化为尸身,他依然美丽,美丽的尸身,宛如正在熟睡。
κάτθεό νιν μαλακοῖς ἐνὶ φάρεσιν οἷς ἐνίαυεν,
将他安放在他曾安眠的柔软衣袍中,
ᾧ μετὰ τεῦς ἀνὰ νύκτα τὸν ἱερὸν ὕπνον ἐμόχθει2
在那里,他曾与你共度长夜,在纯金的榻上
παγχρυσέῳ κλιντῆρι· ποθεῖ καὶ στυμνὸν Ἄδωνιν.3
共享那神圣的睡眠;这榻也在渴望着那冰冷的阿多尼斯。
βάλλε δέ νιν στεφάνοισι καὶ ἄνθεσι· πάντα σὺν αὐτῷ,
为他献上花冠与鲜花;所有事物都与他同在,
ὡς τῆνος τέθνακε καὶ ἄνθεα πάντα θανόντων.
既然他已死去,让所有的鲜花也一同凋零。
ῥαῖνε δέ νιν Συρίοισιν ἀλείφασι, ῥαῖνε μύροισιν·
用叙利亚的香油洒在他身上,用香水洒在他身上;
ὀλλύσθω μύρα πάντα· τὸ σὸν μύρον ὤλετ’ Ἄδωνις.4
让所有的香水都毁灭吧;你自身的香油,阿多尼斯,已经毁灭。
κέκλιται ἁβρὸς Ἄδωνις ἐν εἵμασι πορφυρέοισιν·
优雅的阿多尼斯躺在紫色的衣袍中;
ἀμφὶ δέ νιν κλαίοντες ἀναστενάχουσιν Ἔρωτες
在他的周围,哭泣着的爱神们叹息着回应,
κειράμενοι χαίτας ἐπ’ Ἀδώνιδι· χὢ μὲν ὀϊστώς,
为了阿多尼斯而剪去秀发;有人献出箭矢,
ὃς δ’ ἐπὶ τόξον ἔβαλλεν, ὃ δὲ πτερόν, ὃς δὲ φαρέτραν·
有人献出弓,有人献出羽翼,有人献出箭袋;
χὢ μὲν ἔλυσε πέδιλον Ἀδώνιδος, οἳ δὲ λέβητι
有人解开阿多尼斯的凉鞋,其他人用金色的
χρυσείῳ φορέουσιν ὕδωρ, ὃ δὲ μηρία λούει,
水盆捧来清水,有人清洗他的大腿,
ὃς δ’ ὄπιθεν πτερύγεσσιν ἀναψύχει τὸν Ἄδωνιν.
有人从身后用双翼为阿多尼斯送去清凉。
αἰαῖ τὰν Κυθέρειαν ἐπαιάζουσιν Ἔρωτες.
哀哉,库塞雷亚,爱神们一同哀悼。
ἔσβεσε λαμπάδα πᾶσαν ἐπὶ φλιαῖς Ὑμέναιος,
婚礼之神在门柱上熄灭了所有的火把,
καὶ στέφος ἐξεπέτασσε γαμήλιον· οὐκέτι δ’ Ὑμήν,
并撕碎了婚礼的花冠;不再有婚礼之歌,
Ὑμὴν οὐκέτ’ ἀείδει ἑὸν μέλος, ἀλλ’ ἐπαείδει
婚礼之神不再唱起自己的歌曲,而是唱着
αἰαῖ καὶ τὸν Ἄδωνιν ἔτι πλέον ἢ Ὑμέναιον.
“哀哉”和“阿多尼斯”,甚至多于“婚礼之歌”。
αἱ Χάριτες κλαίοντι τὸν υἱέα τῶ Κινύραο,
美惠三女神为基尼拉斯之子哭泣,
ὤλετο καλὸς Ἄδωνις ἐν ἀλλάλαισι λέγουσαι.
她们彼此诉说:“美丽的阿多尼斯逝去了。”
αἰαῖ δ’ ὀξὺ λέγοντι πολὺ πλέον ἢ Παιῶνα.
她们尖锐地呼喊着“哀哉”,远多于呼喊“皮安”。
χαἰ Μοῖραι τὸν Ἄδωνιν ἀνακλείουσιν Ἄδωνιν,
命运三女神也试图唤回阿多尼斯,
καί νιν ἐπαείδουσιν· ὃ δέ σφισιν οὐχ ὑπακούει·
并对他歌唱;但他并不听从她们;
οὐ μὰν οὐκ ἐθέλει,5 Κώρα δέ νιν οὐκ ἀπολύει.
并非他不愿听从,而是冥界少女不肯释放他。
λῆγε γόων Κυθέρεια τὸ σάμερον, ἴσχεο κομμῶν·
停止你的哀恸吧,库塞雷亚,就在今天,止住你的捶胸顿足;
δεῖ σε πάλιν κλαῦσαι, πάλιν εἰς ἔτος ἄλλο δακρῦσαι.
你注定还要再次哭泣,注定在来年再次落泪。
- 52πὰρ στυγνὸν βασιλῆα καὶ ἄγριον
接续前一分块末尾的“走向阿刻戎”(ἔρχεαι εἰς Ἀχέροντα)的介词短语(πὰρ + 宾格),指代冥界统治者哈得斯。
- 73ᾧ μετὰ τεῦς ἀνὰ νύκτα τὸν ἱερὸν ὕπνον ἐμόχθει
带有关系代词 ᾧ(阳性单数与格,以 κλιντῆρι“床榻”为先行词)的关系从句。动词 ἐμόχθει(原意为“辛劳”)在此处意指共同在榻上度过神圣的睡眠。
- 74ποθεῖ καὶ στυμνὸν Ἄδωνιν
主语是前一行的 κλιντῆρι(床榻)。通过拟人化手法表现黄金床榻依然渴望着那冰冷、失去生气的阿多尼斯。
- 78τὸ σὸν μύρον ὤλετ’ Ἄδωνις
“你自身的香油”(τὸ σὸν μύρον)与“阿多尼斯”(Ἄδωνις)同位,意为“作为你自身香油的阿多尼斯已经毁灭”。
- 96οὐ μὰν οὐκ ἐθέλει
οὐ μὰν οὐκ 为双重否定,起到了婉转陈述(litotes)的作用,意为“并非他不情愿”,强调他无法回应并非出于自愿,而是由于珀耳塞福涅的阻拦。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(1 处,最近 2026-11-15)
- 2026-11-15 AI校阅 — 注 1 处
