- 底本
- Moschus. The Greek Bucolic Poets. Edmonds, J. M., editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons, 1916.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0035.tlg001.humanitext-grc2:1-29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-27
阿佛洛狄忒悬赏寻找逃跑的儿子厄洛斯,详细描述了他的外貌特征、残忍的天性以及他的武器,并警告捕获者不要被他的花言巧语所蒙骗。
Ἁ Κύπρις τὸν Ἔρωτα τὸν υἱέα μακρὸν1 ἐβώστρει·
塞浦路斯女神大声呼喊着寻找她的儿子爱神厄洛斯:
‘ὅστις ἐνὶ τριόδοισι πλανώμενον εἶδεν Ἔρωτα,
“谁若在十字路口看见了正在徘徊的厄洛斯,
δραπετίδας ἐμός ἐστιν· ὁ μανύσας γέρας ἑξεῖ·
他就是我逃跑的奴隶;通报消息的人将获得奖赏。
μισθός τοι τὸ φίλημα τὸ Κύπριδος· ἢν δ’ ἀγάγῃ νιν,
你的奖赏就是塞浦路斯女神的吻;但如果你把他带来,
οὐ γυμνὸν τὸ φίλημα, τὺ δ’ ὦ ξένε καὶ πλέον ἑξεῖς.
这吻将不单单是吻,外邦人啊,你还会得到更多。
ἔστι δ’ ὁ παῖς περίσαμος· ἐν εἴκοσι παισὶ μάθοις2 νιν.
这孩子特征极为明显;你在二十个孩子中也能认出他来。
χρῶτα3 μὲν οὐ λευκός, πυρὶ δ’ εἴκελος· ὄμματα δ’ αὐτῷ
他的肤色并不白皙,而是宛如烈火;他的双眼
δριμύλα καὶ φλογόεντα· κακαὶ φρένες, ἁδὺ λάλημα·
敏锐而闪烁着火焰;心肠歹毒,言语却甜美。
οὐ γὰρ ἴσον νοέει καὶ φθέγγεται· ὡς μέλι φωνά,
因为他所想的与他所说的并不一致;他的声音如蜜,
ὡς δὲ χολὰ νόος ἐστὶν· ἀνάμερος, ἠπεροπευτάς,
心思却如胆汁;他粗野无情、是个骗子,
οὐδὲν ἀλαθεύων, δόλιον βρέφος, ἄγρια παίσδων.
从不说真话,是个诡诈的孩子,玩着残忍的游戏。
εὐπλόκαμον τὸ κάρανον, ἔχει δ’ ἰταμὸν τὸ μέτωπον.
他的头上长着美丽的卷发,额头却显得傲慢无礼。
μικκύλα μὲν τήνῳ τὰ χερύδρια, μακρὰ δὲ βάλλει,
他的双手虽然娇小,却能射得很远,
βάλλει κεἰς Ἀχέροντα καὶ εἰς Ἀΐδα βασίλεια.
甚至能射到阿刻戎河和哈得斯的冥府。
γυμνὸς ὅλος τό γε σῶμα,4 νόος δέ οἱ εὖ πεπύκασται.
他全身赤裸,但他的心思却防备严密。
καὶ πτερόεις ὡς ὄρνις ἐφίπταται ἄλλον ἐπ’ ἄλλῳ,
他像鸟儿一样长着翅膀,从一个人飞向另一个人,
ἀνέρας ἠδὲ γυναῖκας, ἐπὶ σπλάγχνοις δὲ κάθηται.
无论是男人还是女人,他都盘踞在他们的心肺之上。
τόξον ἔχει μάλα βαιόν, ὑπὲρ τόξω δὲ βέλεμνον,
他拿着一把极小的弓,弓上搭着箭,
τυτθὸν μὲν τὸ βέλεμνον, ἐς αἰθέρα δ’ ἄχρι φορεῖται.
这箭虽小,却能一直飞到高空。
καὶ χρύσεον περὶ νῶτα φαρέτριον, ἔνδοθι δ’ ἐντὶ
他的背上背着金色的箭袋,里面装着
τοὶ πικροὶ κάλαμοι, τοῖς πολλάκι κἀμὲ τιτρώσκει.
那些痛苦的箭,他也经常用它们来伤害我。
πάντα μὲν ἄγρια ταῦτα· πολὺ πλέον ἁ δαῒς αὐτῷ·5
所有这一切都是残酷的,而他的火炬更是变本加厉,
βαιὰ λαμπὰς ἐοῖσα τὸν ἅλιον αὐτὸν ἀναίθει.
那只是一支微弱的火把,却能把太阳本身也点燃。
ἤν τύ γ’ ἕλῃς τῆνον, δήσας ἄγε μηδ’ ἐλεήσῃς.
如果你抓住了他,就把他绑着带来,千万不要怜悯他。
κἢν ποτίδῃς κλαίοντα, φυλάσσεο μή σε πλανάσῃ.
哪怕你看见他哭泣,也要防备他,免得他欺骗了你。
κἢν γελάῃ, τύ νιν ἕλκε. καὶ ἢν ἐθέλῃ σε φιλῆσαι,
哪怕他笑,你也要拖着他。如果他想亲吻你,
φεῦγε· κακὸν τὸ φίλημα, τὰ χείλεα φάρμακον ἐντί.
赶紧躲开;他的吻是邪恶的,他的双唇就是毒药。
ἢν δὲ λέγῃ λάβε ταῦτα, χαρίζομαι ὅσσα μοι ὅπλα,
如果他说: “把这些拿去吧,我把我所有的武器都送给你,”
μὴ τὺ θίγῃς πλάνα δῶρα· τὰ γὰρ πυρὶ πάντα βέβαπται.’
千万不要碰那些骗人的礼物;因为它们全是在火里浸过的。”
- 1μακρὸν
形容词 μακρός 的中性单数宾格在此用作副词,修饰动词 ἐβώστρει,表示“大声地”、“向着远处地”呼喊。
- 6μάθοις
第二人称单数祈愿式。通常与 ἄν 连用表示可能性,此处在诗歌中省略了 ἄν,仍表示可能性,即“你应当能认出”。
- 7χρῶτα
名词 χρώς 的宾格形式,用作关系宾格(或限定宾格),表示“就肤色而言”、“在皮肤上”。
- 15τό γε σῶμα
关系宾格,表示“就身体而言”,与后半句的主格主语 νόος(心思)形成对比。
- 22αὐτῷ
领有与格,修饰 ἁ δαῒς(他的火炬),并与 πολὺ πλέον(更加[残酷])连用。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(1 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 原文 1 处
