← 品达

奥林匹亚颂

§14.1-14.24

向美惠三女神祈祷与传达冥界的喜讯

诗人向奥尔科美诺斯的美惠女神们祈祷,赞美她们是一切凡间快乐与成就的源泉,以此庆祝阿索皮科斯的奥林匹亚胜利。随后,他让回声女神阿科前往冥界,向获胜者已故的父亲克勒奥达摩斯传达胜利的喜讯。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
1

Καφισίων ὑδάτων

获得了凯菲索斯河水的

λαχοῖσαι,1 αἵτε ναίετε καλλίπωλον ἕδραν,

赐予、居住在拥有俊美骏马之居所的女神们啊,

ὦ λιπαρᾶς ἀοίδιμοι βασίλειαι

噢,富庶的奥尔科美诺斯的、在歌谣中被颂扬的女王

Χάριτες Ὀρχομενοῦ, παλαιγόνων Μινυᾶν ἐπίσκοποι,

卡里忒斯们,古老米纽埃斯人的守护者们啊,

5

κλῦτʼ, ἐπεὶ εὔχομαι. σὺν γὰρ ὔμμιν τὰ τερπνὰ καὶ

请倾听我的祈祷,因为我正在祈求。因为伴随着你们,凡人的一切快乐与

τὰ γλυκέʼ ἄνεται πάντα βροτοῖς,

甘甜之事才得以成就,

εἰ σοφός, εἰ καλός, εἴ τις ἀγλαὸς ἀνήρ.2

无论一个人是聪慧、美丽,还是辉煌显赫。

οὐδὲ γὰρ θεοὶ σεμνᾶν Χαρίτων ἄτερ

因为即使是神明,没有庄严的卡里忒斯,

κοιρανέοισιν χοροὺς οὔτε δαῖτας· ἀλλὰ πάντων ταμίαι

也无法主持舞蹈或宴席;相反,作为天界一切

10

ἔργων ἐν οὐρανῷ, χρυσότοξον θέμεναι3 παρὰ

事务的掌管者,她们将自己的宝座设在

Πύθιον Ἀπόλλωνα θρόνους,

金弓的皮托阿波罗身旁,

ἀέναον σέβοντι πατρὸς Ὀλυμπίοιο τιμάν.

崇敬着奥林匹斯之父的永恒荣耀。

ὦ πότνιʼ Ἀγλαΐα

噢,尊贵的阿格莱亚

φιλησίμολπέ τʼ Εὐφροσύνα, θεῶν κρατίστου

与热爱歌谣的欧佛洛绪涅,最强神明的

15

παῖδες, ἐπακοοῖτε νῦν, Θαλία τε

女儿们啊,现在请倾听吧,还有热爱歌吟的塔利亚啊,

ἐρασίμολπε, ἰδοῖσα τόνδε κῶμον ἐπʼ εὐμενεῖ τύχᾳ

愿你带着好运,注目这轻盈行进的欢庆队伍。因为我用吕底亚的调式歌唱阿索皮科斯,

κοῦφα βιβῶντα· Λυδῷ γὰρ Ἀσώπιχον τρόπῳ

在精心的咏唱中

ἔν τε μελέταις ἀείδων ἔμολον,

走来;

οὕνεκʼ Ὀλυμπιόνικος ἁ Μινυεία

因为在你们的眷顾下,米纽埃斯人的土地

20

σεῦ ἕκατι. μελανοτειχέα νῦν δόμον

赢得了奥林匹亚的胜利。如今,去往珀耳塞福涅黑色墙壁的府邸吧,

Φερσεφόνας ἔλθʼ, Ἀχοῖ, πατρὶ κλυτὰν φέροισʼ ἀγγελίαν,

阿科啊,给他的父亲带去那光荣的消息,

Κλεόδαμον ὄφρʼ ἰδοῖσʼ, υἱὸν εἴπῃς ὅτι4 οἱ νέαν

好让你在见到克勒奥达摩斯时,告诉他他的儿子

κόλποις παρʼ εὐδόξοις Πίσας

在皮萨声名赫赫的山谷旁,

ἐστεφάνωσε κυδίμων ἀέθλων πτεροῖσι χαίταν.

已经用辉煌竞技的羽翼装饰了年轻的秀发。

语法注4 条
  1. 14.1Καφισίων ὑδάτων λαχοῖσαι

    属格支配。动词 λαγχάνω(分配获得、享有)支配属格(Καφισίων ὑδάτων),表示美惠女神们被分配并享有的凯菲索斯河水流域。

  2. 14.7εἴ τις ἀγλαὸς ἀνήρ

    条件从句中系动词 ἐστί 的省略。此句与前文的 εἰ σοφός、εἰ καλός 呈排比并列,指明凡人若要获得聪慧、美丽或辉煌,都必须依赖女神们的恩赐。

  3. 14.10θέμεναι

    过去中动态阴性复数主格分词(相当于标准希腊语的 θεμέναι),与主语 ταμίαι 一致。在此处作主动词 σέβοντι(崇敬)的修饰成分,表示她们在阿波罗身旁“安置”宝座并以此崇敬神明。

  4. 14.22υἱὸν εἴπῃς ὅτι

    先行语法(prolepsis)。从属句 ὅτι ... ἐστεφάνωσε(他的儿子戴上了花冠)中逻辑上的主语 υἱός,被提前置于主句动词 εἴπῃς 的宾语位置,并呈现为宾格形式 υἱόν。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・修订记录(2 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 注 1 处
  • 2026-09-21 AI校阅 — 译文 1 处
urn:cts:greekLit:tlg0033.tlg001.humanitext-grc2:14.1-14.24