- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume V Opuscula; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg011.humanitext-grc2:1.1-1.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-27
为实现雅典的财政复苏和公民自给自足,作者阐述了阿提卡地区优越的自然环境、地理优势以及丰富的资源。
ἐγὼ μὲν τοῦτο ἀεί ποτε νομίζω, ὁποῖοί τινες ἂν οἱ προστάται ὦσι, τοιαύτας καὶ τὰς πολιτείας γίγνεσθαι. ἐπεὶ δὲ τῶν Ἀθήνησι προεστηκότων ἔλεγόν τινες ὡς γιγνώσκουσι μὲν τὸ δίκαιον οὐδενὸς ἧττον τῶν ἄλλων ἀνθρώπων, διὰ δὲ τὴν τοῦ πλήθους πενίαν ἀναγκάζεσθαι ἔφασαν ἀδικώτεροι εἶναι περὶ τὰς πόλεις, ἐκ τούτου ἐπεχείρησα σκοπεῖν εἴ πῃ δύναιντʼ ἂν οἱ πολῖται διατρέφεσθαι ἐκ τῆς ἑαυτῶν, ὅθενπερ καὶ δικαιότατον, νομίζων, εἰ τοῦτο γένοιτο, ἅμα τῇ τε πενίᾳ αὐτῶν ἐπικεκουρῆσθαι ἂν1 καὶ τῷ ὑπόπτους τοῖς Ἕλλησιν εἶναι.2
我始终认为,领导者是什么样的人,国家政体就会变成什么样。既然雅典的一些领导人曾说,他们对正义的理解不亚于任何人,却又声称由于群众的贫困,他们被迫对各城邦做出不公的事,因此,我便开始探究,公民们是否能以某种方式靠自己的土地供养自己,这自然是最正义的途径,因为我认为,如果这一点得以实现,既能缓解他们的贫困,又能消除希腊人对他们的猜疑。
σκοποῦντι δή μοι3 ἃ ἐπενόησα τοῦτο μὲν εὐθὺς ἀνεφαίνετο, ὅτι ἡ χώρα πέφυκεν οἵα πλείστας προσόδους παρέχεσθαι. ὅπως δὲ γνωσθῇ ὅτι ἀληθὲς τοῦτο λέγω, πρῶτον διηγήσομαι τὴν φύσιν τῆς Ἀττικῆς.
当我思考自己所想到的这些事情时,首先立刻显现出这一点,即这片土地天生就能提供极多的收入。为了让人明白我所说属实,我将首先叙述阿提卡的自然禀赋。
οὐκοῦν τὸ μὲν τὰς ὥρας ἐνθάδε πρᾳοτάτας εἶναι4 καὶ αὐτὰ τὰ γιγνόμενα μαρτυρεῖ· ἃ γοῦν πολλαχοῦ οὐδὲ βλαστάνειν δύναιτʼ ἂν ἐνθάδε καρποφορεῖ. ὥσπερ δὲ ἡ γῆ, οὕτω καὶ ἡ περὶ τὴν χώραν θάλαττα παμφορωτάτη ἐστίν. καὶ μὴν ὅσαπερ οἱ θεοὶ ἐν ταῖς ὥραις ἀγαθὰ παρέχουσι, καὶ ταῦτα πάντα ἐνταῦθα πρῳαίτατα μὲν ἄρχεται, ὀψιαίτατα δὲ λήγει.
事实上,这里的气候极其温和,这正由在此生长的作物本身所证明;总之,在许多地方甚至无法发芽的植物,在这里却能开花结果。如同土地一样,环绕该地区的海洋也极其丰饶。再者,神明在各季节所赐予的一切美好事物,在这里都开始得最早,而结束得最迟。
οὐ μόνον δὲ κρατεῖ τοῖς ἐπʼ ἐνιαυτὸν θάλλουσί τε καὶ γηράσκουσιν, ἀλλὰ καὶ ἀίδια ἀγαθὰ ἔχει ἡ χώρα. πέφυκε μὲν γὰρ λίθος ἐν αὐτῇ ἄφθονος, ἐξ οὗ κάλλιστοι μὲν ναοί, κάλλιστοι δὲ βωμοὶ γίγνονται, εὐπρεπέστατα δὲ θεοῖς ἀγάλματα· πολλοὶ δʼ αὐτοῦ καὶ Ἕλληνες καὶ βάρβαροι προσδέονται.
这片土地不仅在每年繁茂又枯萎的作物上占优势,而且还拥有永恒的财富。因为这里产有丰富的石材,由此建造出最美丽的庙宇、最美丽的祭坛,以及最庄严的神像;许多希腊人和蛮族人都对它有需求。
ἔστι δὲ καὶ γῆ ἣ σπειρομένη μὲν οὐ φέρει καρπόν, ὀρυττομένη δὲ πολλαπλασίους τρέφει ἢ εἰ σῖτον ἔφερε. καὶ μὴν ὑπάργυρός ἐστι σαφῶς θείᾳ μοίρᾳ· πολλῶν γοῦν πόλεων παροικουσῶν καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν εἰς οὐδεμίαν τούτων οὐδὲ μικρὰ φλὲψ ἀργυρίτιδος διήκει.
还有一些土地,虽然播种时不能结出果实,但开掘时却比产出谷物时能养活多得多的人。而且,显然由于神明的恩赐,这里富含银矿;总之,尽管在陆路和海路上都有许多邻近的城邦,但在它们当中,没有任何一个哪怕有一小条银矿脉延伸进去。
οὐκ ἂν ἀλόγως δέ τις οἰηθείη τῆς Ἑλλάδος καὶ πάσης δὲ τῆς οἰκουμένης ἀμφὶ τὰ μέσα οἰκεῖσθαι τὴν πόλιν. ὅσῳ γὰρ ἄν τινες πλέον ἀπέχωσιν αὐτῆς, τοσούτῳ χαλεπωτέροις ἢ ψύχεσιν ἢ θάλπεσιν ἐντυγχάνουσιν· ὁπόσοι τʼ ἂν αὖ βουληθῶσιν ἀπʼ ἐσχάτων τῆς Ἑλλάδος ἐπʼ ἔσχατα ἀφικέσθαι, πάντες οὗτοι ὥσπερ κύκλου τόρνον5 τὰς Ἀθήνας ἢ παραπλέουσιν ἢ παρέρχονται.
此外,有人若认为这座城市坐落在希腊乃至整个居住世界的中心附近,也不是没有道理的。因为人们离它越远,就会遇到越严酷的寒冷或酷暑;而那些想要从希腊的一端旅行到另一端的人,所有人都会像绕着圆规画出的圆圈一样,要么乘船经过,要么陆路穿过雅典。
καὶ μὴν οὐ περίρρυτός γε οὖσα ὅμως ὥσπερ νῆσος πᾶσιν ἀνέμοις προσάγεταί τε ὧν δεῖται καὶ ἀποπέμπεται ἃ βούλεται· ἀμφιθάλαττος γάρ ἐστι. καὶ κατὰ γῆν δὲ πολλὰ δέχεται ἐμπορίᾳ· ἤπειρος γάρ ἐστιν.
再者,它虽然不被水环绕,却如同岛屿一样,可以凭着所有的风输入所需的物资,并输出想要出口的物资;因为它两面临海。而且在陆路上,它也通过贸易接纳许多货物;因为它也是大陆。
ἔτι δὲ ταῖς μὲν πλείσταις πόλεσι βάρβαροι προσοικοῦντες πράγματα παρέχουσιν· Ἀθήναις δὲ γειτονεύουσιν αἳ καὶ αὐταὶ πλεῖστον ἀπέχουσι τῶν βαρβάρων.
此外,大多数城邦都因邻近的蛮族而烦恼,而与雅典相邻的城邦,其自身也离蛮族最远。
- 1.1ἐπικεκουρῆσθαι ἂν
带有助词 ἂν 的完成时被动不定式 ἐπικεκουρῆσθαι 在分词 νομίζων 后引导间接陈述。由于伴有条件从句 εἰ τοῦτο γένοιτο(希求法),它最自然地对应于直接引语中的希求法潜能式(optative + ἂν),表示‘如果发生这种情况,他们的贫困将得到缓解’。
- 1.1τῷ ὑπόπτους τοῖς Ἕλλησιν εἶναι
介词 ἅμα 支配的两个与格成分中的后半部分。这是一个冠词性不定式短语(τῷ... εἶναι),其意义上的主语(公民们)通过宾格形容词 ὑπόπτους 来体现。τοῖς Ἕλλησιν 是取决于 ὑπόπτους 的关系与格,意为‘被希腊人所猜疑’。
- 1.2σκοποῦντι δή μοι
人称代名词与现在分词的与格形式,作为主要动词 ἀνεφαίνετο 的关系与格,构成“对于正在探究的我而言,……显现出来”的语义结构。
- 1.3τὸ μὲν τὰς ὥρας ἐνθάδε πρᾳοτάτας εἶναι
带有冠词 τὸ 的带宾格的不定式从句,充当及物动词 μαρτυρεῖ 的直接宾语。将该不定式从句视为整个句子的主语、而将 αὐτὰ τὰ γιγνόμενα 视为宾语的解释是不恰当的,因为从逻辑上讲,是自然产物证明了气候的温和,而不是相反。
- 1.6ὥσπερ κύκλου τόρνον
名词 τόρνος 指的是画圆的工具(圆规)。这里比喻地将雅典描述为圆心,所有在希腊两端之间旅行的人都必须经过或绕过它,仿佛沿着圆规所画圆的圆周或半径移动。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(1 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 译文 1 处
