← 色诺芬

苏格拉底的申辩

§10-17

法庭上的申辩与神灵征兆及德尔斐神谕

苏格拉底在法庭上反驳美勒托关于不敬神的指控,论证他的“神灵之声”是合法的神圣征兆,并引用德尔斐的神谕来证明他在美德上的卓越。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§10

οὕτως δὲ γνόντα αὐτὸν ἔφη [εἰπεῖν],1 ἐπειδὴ κατηγόρησαν αὐτοῦ οἱ ἀντίδικοι ὡς οὓς μὲν ἡ πόλις νομίζει θεοὺς οὐ νομίζοι, ἕτερα δὲ καινὰ δαιμόνια εἰσφέροι καὶ τοὺς νέους διαφθείροι, παρελθόντα εἰπεῖν·

赫尔墨根尼说,在苏格拉底作此决意之后,当原告控告他不信仰城邦所信仰的神明,而是引入其他新的神灵并败坏青年时,他走上前去说道:

§11

ἀλλʼ ἐγώ, ὦ ἄνδρες, τοῦτο μὲν πρῶτον θαυμάζω Μελήτου, ὅτῳ ποτὲ γνοὺς λέγει2 ὡς ἐγὼ οὓς ἡ πόλις νομίζει θεοὺς οὐ νομίζω· ἐπεὶ θύοντά γέ με ἐν ταῖς κοιναῖς ἑορταῖς καὶ ἐπὶ τῶν δημοσίων βωμῶν καὶ οἱ ἄλλοι οἱ παρατυγχάνοντες ἑώρων καὶ αὐτὸς Μέλητος, εἰ ἐβούλετο.

“但是,诸位,首先我对美勒托的这点感到惊异:他究竟凭什么指称我不信仰城邦所信仰的神明?因为我在公共节日和公共祭坛上献祭,这既有其他在场的人看见,如果美勒托愿意,他自己也看见了。

§12

καινά γε μὴν δαιμόνια πῶς ἂν ἐγὼ εἰσφέροιμι λέγων ὅτι θεοῦ μοι φωνὴ φαίνεται σημαίνουσα ὅ τι χρὴ ποιεῖν; καὶ γὰρ οἱ φθόγγοις οἰωνῶν καὶ οἱ φήμαις ἀνθρώπων χρώμενοι φωναῖς δήπου τεκμαίρονται. βροντὰς δὲ ἀμφιλέξει τις ἢ μὴ φωνεῖν ἢ μὴ μέγιστον οἰωνιστήριον εἶναι; ἡ δὲ Πυθοῖ ἐν τῷ τρίποδι ἱέρεια οὐ καὶ αὐτὴ φωνῇ τὰ παρὰ τοῦ θεοῦ διαγγέλλει;

况且,当我说有神的声音向我指示该做什么时,我怎么会是引入了新的神灵呢?因为那些利用鸟鸣和人的传闻的人,无疑也是根据声音来作判断的。有谁会争辩说雷鸣不发出声音,或者雷鸣不是最大的预兆吗?而普托在三脚架上的女祭司,不也是通过声音来传达神明的信息吗?

§13

ἀλλὰ μέντοι καὶ τὸ προειδέναι γε τὸν θεὸν τὸ μέλλον καὶ τὸ προσημαίνειν ᾧ βούλεται, καὶ τοῦτο, ὥσπερ ἐγώ φημι, οὕτω πάντες καὶ λέγουσι καὶ νομίζουσιν. ἀλλʼ οἱ μὲν οἰωνούς τε καὶ φήμας καὶ συμβόλους τε καὶ μάντεις ὀνομάζουσι τοὺς προσημαίνοντας εἶναι, ἐγὼ δὲ τοῦτο δαιμόνιον καλῶ καὶ οἶμαι οὕτως ὀνομάζων καὶ ἀληθέστερα καὶ ὁσιώτερα λέγειν τῶν τοῖς ὄρνισιν ἀνατιθέντων τὴν τῶν θεῶν δύναμιν. ὥς γε μὴν οὐ ψεύδομαι κατὰ τοῦ θεοῦ καὶ τοῦτʼ ἔχω τεκμήριον· καὶ γὰρ τῶν φίλων πολλοῖς δὴ ἐξαγγείλας τὰ τοῦ θεοῦ συμβουλεύματα οὐδεπώποτε ψευσάμενος ἐφάνην.

此外,神明预知未来并向其所意愿的人预示,这一点也正如我所说,所有人都是这样说、这样信的。然而,其他人将这些预示者称为鸟类、传闻、预兆和预言者,而我则称其为‘神灵性的东西’。我认为,如此称呼它,比那些将神的力量归因于鸟类的人说得更真实、更虔敬。而且,关于我对神明没有说谎,我拥有这样的证据:因为我曾向许多朋友传达神明的劝告,却从未被发现有说谎的时候。

§14

ἐπεὶ δὲ ταῦτα ἀκούοντες οἱ δικασταὶ ἐθορύβουν, οἱ μὲν ἀπιστοῦντες τοῖς λεγομένοις, οἱ δὲ καὶ φθονοῦντες, εἰ καὶ παρὰ θεῶν μειζόνων ἢ αὐτοὶ τυγχάνοι,3 πάλιν εἰπεῖν τὸν Σωκράτην· ἄγε δὴ ἀκούσατε καὶ ἄλλα, ἵνα ἔτι μᾶλλον οἱ βουλόμενοι ὑμῶν ἀπιστῶσι τῷ ἐμὲ τετιμῆσθαι ὑπὸ δαιμόνων. Χαιρεφῶντος γάρ ποτε ἐπερωτῶντος ἐν Δελφοῖς περὶ ἐμοῦ πολλῶν παρόντων ἀνεῖλεν ὁ Ἀπόλλων μηδένα εἶναι ἀνθρώπων ἐμοῦ μήτε ἐλευθεριώτερον μήτε δικαιότερον μήτε σωφρονέστερον.

当法官们听了这些话而喧哗起来时,一些人不相信所说的话,另一些人则嫉妒他是否真的从神明那里得到了比他们更多的恩惠,苏格拉底又说道: ‘来吧,你们再听听其他的事,好让你们中那些愿意的人更加不相信我受到了神灵的器重。因为有一次,凯勒丰在德尔斐当着许多人的面询问关于我的事,阿波罗回答说,人类中没有比我更自由、更公正、更节制的人了。’

§15

ὡς δʼ αὖ ταῦτʼ ἀκούσαντες οἱ δικασταὶ ἔτι μᾶλλον εἰκότως ἐθορύβουν, αὖθις εἰπεῖν τὸν Σωκράτην· ἀλλὰ μείζω μέν, ὦ ἄνδρες, εἶπεν ὁ θεὸς ἐν χρησμοῖς περὶ Λυκούργου τοῦ Λακεδαιμονίοις νομοθετήσαντος ἢ περὶ ἐμοῦ. λέγεται γὰρ εἰς τὸν ναὸν εἰσιόντα προσειπεῖν αὐτόν· φροντίζω πότερα θεόν σε εἴπω ἢ ἄνθρωπον. ἐμὲ δὲ θεῷ μὲν οὐκ εἴκασεν, ἀνθρώπων δὲ πολλῷ προέκρινεν ὑπερφέρειν. ὅμως δὲ ὑμεῖς μηδὲ ταῦτʼ εἰκῇ πιστεύσητε τῷ θεῷ, ἀλλὰ καθʼ ἓν ἕκαστον ἐπισκοπεῖτε ὧν εἶπεν ὁ θεός.

当法官们听了这些话,更加(理所当然地)喧哗起来时,苏格拉底再次说道: ‘但是,诸位,神明在神谕中关于为拉刻代蒙人立法的吕库古所说的话,比关于我所说的还要伟大。因为据说,当吕库古进入神殿时,神明对他说道:“我正在思索该称你为神,还是称为人。”而对于我,他并没有将我比作神,但判定我远远超越其他人类。然而,你们也不要盲目相信神的这些话,而要对神所说的话一件一件地进行审视。

§16

τίνα μὲν γὰρ ἐπίστασθε ἧττον ἐμοῦ δουλεύοντα ταῖς τοῦ σώματος ἐπιθυμίαις; τίνα δὲ ἀνθρώπων ἐλευθεριώτερον, ὃς παρʼ οὐδενὸς οὔτε δῶρα οὔτε μισθὸν δέχομαι; δικαιότερον δὲ τίνα ἂν εἰκότως νομίσαιτε τοῦ πρὸς τὰ παρόντα συνηρμοσμένου, ὡς τῶν ἀλλοτρίων μηδενὸς προσδεῖσθαι; σοφὸν δὲ πῶς οὐκ ἄν τις εἰκότως ἄνδρα φήσειεν εἶναι ὃς ἐξ ὅτουπερ ξυνιέναι τὰ λεγόμενα ἠρξάμην οὐπώποτε διέλειπον καὶ ζητῶν καὶ μανθάνων ὅ τι ἐδυνάμην ἀγαθόν;

实际上,你们知道有谁比我更少奴役于肉体的欲望吗?在人类中,有谁比我更自由?因为我不从任何人那里接受礼物或报酬。对于一个顺应现状、从而不需要任何他人财物的人,你们怎能不合理地认为他比别人更公正呢?此外,一个自从开始懂得人们所说的话起,就从未停止过探求和学习自己所能掌握的一切善好的人,人们怎能不合理地称他为智者呢?

§17

ὡς δὲ οὐ μάτην ἐπόνουν οὐ δοκεῖ ὑμῖν καὶ τάδε τεκμήρια εἶναι, τὸ πολλοὺς μὲν πολίτας τῶν ἀρετῆς ἐφιεμένων, πολλοὺς δὲ ξένων, ἐκ πάντων προαιρεῖσθαι ἐμοὶ ξυνεῖναι; ἐκείνου δὲ τί φήσομεν αἴτιον εἶναι, τοῦ πάντας εἰδέναι ὅτι ἐγὼ ἥκιστʼ ἂν ἔχοιμι χρήματα ἀντιδιδόναι, ὅμως πολλοὺς ἐπιθυμεῖν ἐμοί τι δωρεῖσθαι; τὸ δʼ ἐμὲ μὲν μηδʼ ὑφʼ ἑνὸς ἀπαιτεῖσθαι εὐεργεσίας, ἐμοὶ δὲ πολλοὺς ὁμολογεῖν χάριτας ὀφείλειν;

至于我并非徒劳无功,难道以下这些不也向你们表明了证据吗?那就是,许多渴望美德的公民,以及许多外邦人,都从所有人中选择与我交往。对于那件事,我们又该说原因是什么呢?——即所有人都知道我绝无金钱可以回报,却仍有许多人渴望赠送我一些东西?还有,我不曾被任何人要求回报恩惠,而许多人却承认对我欠下恩情?’”

语法注3 条
  1. 10γνόντα αὐτὸν ἔφη [εἰπεῖν]

    分词 γνόντα 与人称代词宾格 αὐτόν(指代苏格拉底)一致,处于由 ἔφη(主语为赫尔墨根尼)引导的间接引语中。括号中的 [εἰπεῖν] 或者是抄本的赘文,或者是紧跟在 ἔφη 后面用以重复表示说话动作的冗余不定式。

  2. 11Μελήτου, ὅτῳ ποτὲ γνοὺς λέγει

    表示情感的动词 θαυμάζω 支配原因属格 Μελήτου(“我对美勒托感到惊异”)。与过去分词 γνούς(知道、认识到)连用的与格 ὅτῳ 起到手段或依据的作用(“凭什么知道/作为根据”),表达了对美勒托主张的强烈怀疑。

  3. 14τυγχάνοι

    在由 εἰ 引导的从句中,由于主句动词为过去时(ἐθορύβουν),因而使用了希求语气 τυγχάνοι(间接引语或主观原因的希求语气)。这反映了法官们对于苏格拉底获得神明特别垂青这一说法的嫉妒或主观心理。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(1 处,最近 2026-11-15)
  • 2026-11-15 AI校阅 — 译文 1 处
urn:cts:greekLit:tlg0032.tlg005.humanitext-grc2:10-17