← 新约圣经

启示录

§19.1-19.21

羔羊的婚宴与骑白马者击败兽

天上的大群众以哈利路亚赞美神并宣告羔羊的婚宴,随后骑白马的“神的道”率领天军显现,击溃兽、假先知及地上诸王的军队,并将前两者活活扔入火湖。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§19.1

Μετὰ ταῦτα ἤκουσα ὡς φωνὴν μεγάλην ὄχλου πολλοῦ ἐν τῷ οὐρανῷ λεγόντων1 "Ἁλληλουιά·" ἡ σωτηρία καὶ ἡ δόξα καὶ ἡ δύναμις τοῦ θεοῦ ἡμῶν, ὅτι "ἀληθιναὶ" καὶ "δίκαιαι αἱ κρίσεις αὐτοῦ·" ὅτι ἔκρινεν τὴν πόρνην τὴν μεγάλην ἥτις ἔφθειρεν τὴν γῆν ἐν τῇ πορνείᾳ αὐτῆς, καὶ "ἐξεδίκησεν τὸ αἷμα τῶν δούλων" αὐτοῦ "ἐκ χειρὸς" αὐτῆς. καὶ δεύτερον εἴρηκαν "Ἁλληλουιά·"

这些事以后,我听见在天上有好像大群众的大声音说:“哈利路亚!救恩、荣耀、权能都归于我们的神!因为祂的审判是真实、公义的;祂审判了那用淫乱败坏了地的大淫妇,并且向她讨了流祂仆人血的罪,伸了他们的冤。” 他们第二次说:“哈利路亚!

§19.3

"καὶ ὁ καπνὸς αὐτῆς ἀναβαίνει εἰς τοὺς αἰῶνας "τῶν αἰώνων.

烧她的烟往上冒,直到永永远远。”

§19.4

καὶ ἔπεσαν οἱ πρεσβύτεροι οἱ εἴκοσι τέσσαρες καὶ τὰ τέσσερα ζῷα, καὶ προσεκύνησαν τῷ θεῷ τῷ "καθημένῳ ἐπὶ τῷ θρόνῳ" λέγοντες Ἀμήν, "Ἁλληλουιά."

那二十四位长老和四个活物就俯伏敬拜坐宝座的神,说:“阿们,哈利路亚!”

§19.5

καὶ φωνὴ ἀπὸ τοῦ θρόνου ἐξῆλθεν λέγουσα "Αἰνεῖτε" τῷ θεῷ2 ἡμῶν, πάντες "οἱ δοῦλοι" αὐτοῦ "οἱ φοβούμενοι αὐτόν, οἱ μικροὶ καὶ οἱ μεγάλοι."

有声音从宝座发出来说:“神的众仆人哪,凡敬畏祂的,无论大小,你们都当赞美我们的神!”

§19.6

Καὶ ἤκουσα "ὡς φωνὴν ὄχλου πολλοῦ" καὶ "ὡς φωνὴν ὑδάτων πολλῶν" καὶ ὡς φωνὴν βροντῶν ἰσχυρῶν, λεγόντων "Ἁλληλουιά," ὅτι "ἐβασίλευσεν Κύριος, ὁ θεὸς" [ἡμῶν], "ὁ παντοκράτωρ."

我又听见好像大群众的声音,又像众水的声音,也像大雷的声音,说:“哈利路亚!因为主我们的神,全能者,作王了。

§19.7

χαίρωμεν καὶ ἀγαλλιῶμεν, καὶ δώσομεν τὴν δόξαν αὐτῷ, ὅτι ἦλθεν ὁ γάμος τοῦ ἀρνίου, καὶ ἡ γυνὴ αὐτοῦ ἡτοίμασεν ἑαυτήν, καὶ ἐδόθη αὐτῇ ἵνα περιβάληται βύσσινον λαμπρὸν καθαρόν, τὸ γὰρ βύσσινον τὰ δικαιώματα τῶν ἁγίων ἐστίν.

我们当欢喜雀跃,将荣耀归给祂,因为羔羊的婚宴到了,祂的妻子也自己预备好了;并且得以赐给她穿上明亮清白的细麻衣,这细麻衣就是圣徒所行的义。”

§19.9

Καὶ λέγει μοι Γράψον Μακάριοι οἱ εἰς τὸ δεῖπνον τοῦ γάμου τοῦ ἀρνίου κεκλημένοι. καὶ λέγει μοι Οὗτοι οἱ λόγοι ἀληθινοὶ τοῦ θεοῦ εἰσίν.

他对我说:“你要写下:‘凡被请赴羔羊婚宴的人有福了!’”他又对我说:“这些都是神真实的话。”

§19.10

καὶ ἔπεσα ἔμπροσθεν τῶν ποδῶν αὐτοῦ προσκυνῆσαι αὐτῷ. καὶ λέγει μοι Ὅρα μή·3 σύνδουλός σού εἰμι καὶ τῶν ἀδελφῶν σου τῶν ἐχόντων τὴν μαρτυρίαν Ἰησοῦ· τῷ θεῷ προσκύνησον· ἡ γὰρ μαρτυρία Ἰησοῦ ἐστὶν τὸ πνεῦμα τῆς προφητείας.

我就俯伏在他脚前要敬拜他。他对我说:“千万不可!我和你并你那些持守耶稣见证的弟兄,都是同作仆人的。你要敬拜神!因为耶稣的见证就是预言的灵。”

§19.11

"Καὶ εἶδον τὸν οὐρανὸν ἠνεῳγμένον," καὶ ἰδοὺ ἵππος λευκός, καὶ ὁ καθήμενος ἐπʼ αὐτὸν πιστὸς [καλούμενος] καὶ ἀληθινός, καὶ "ἐν δικαιοσύνῃ κρίνει" καὶ πολεμεῖ.

我看见天开了,看哪,有一匹白马,骑在马上的称为“诚信真实”,祂凭公义审判、争战。

§19.12

"οἱ δὲ ὀφθαλμοὶ αὐτοῦ" φλὸξ "πυρός," καὶ ἐπὶ τὴν κεφαλὴν αὐτοῦ διαδήματα πολλά, ἔχων ὄνομα γεγραμμένον ὃ οὐδεὶς οἶδεν εἰ μὴ αὐτός, καὶ περιβεβλημένος ἱμάτιον ῥεραντισμένον αἵματι, καὶ κέκληται τὸ ὄνομα αὐτοῦ Ὁ Λόγος τοῦ Θεοῦ.

祂的眼睛是火焰,祂头上戴着许多冠冕;祂有一个写着的名字,除了祂自己没有人知道;祂穿着一件洒了血的衣服,祂的名字被称为“神的道”。

§19.14

καὶ τὰ στρατεύματα τὰ ἐν τῷ οὐρανῷ ἠκολούθει αὐτῷ ἐφʼ ἵπποις λευκοῖς, ἐνδεδυμένοι4 βύσσινον λευκὸν καθαρόν.

天上的众军骑着白马,穿着细白清净的细麻衣,跟随祂。

§19.15

καὶ ἐκ "τοῦ στόματος" αὐτοῦ ἐκπορεύεται ῥομφαία ὀξεῖα, ἵνα ἐν αὐτῇ "πατάξῃ τὰ ἔθνη," καὶ αὐτὸς "ποιμανεῖ αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ·" καὶ αὐτὸς "πατεῖ τὴν ληνὸν" τοῦ οἴνου τοῦ θυμοῦ τῆς ὀργῆς "τοῦ θεοῦ τοῦ παντοκράτορος."

从祂口中发出一把利剑,可以藉此击打列国;祂必用铁杖辖管他们,并要踹全能者神烈怒的酒醡。

§19.16

καὶ ἔχει ἐπὶ τὸ ἱμάτιον καὶ ἐπὶ τὸν μηρὸν αὐτοῦ ὄνομα γεγραμμένον ΒΑΣΙΛΕΥΣ ΒΑΣΙΛΕΩΝ ΚΑΙ ΚΥΡΙΟΣ ΚΥΡΙΩΝ.

在祂衣服上和大腿上写着名字:“万王之王,万主之主”。

§19.17

Καὶ εἶδον ἕνα ἄγγελον ἑστῶτα ἐν τῷ ἡλίῳ, καὶ ἔκραξεν [ἐν] φωνῇ μεγάλῃ "λέγων πᾶσι τοῖς ὀρνέοις τοῖς πετομένοις" ἐν μεσουρανήματι "Δεῦτε συνάχθητε εἰς τὸ" δεῖπνον τὸ μέγα τοῦ θεοῦ, ἵνα "φάγητε" σάρκας "βασιλέων" καὶ σάρκας χιλιάρχων καὶ "σάρκας ἰσχυρῶν" καὶ σάρκας "ἵππων" καὶ τῶν καθημένων ἐπʼ αὐτούς, καὶ σάρκας πάντων ἐλευθέρων τε καὶ δούλων καὶ μικρῶν καὶ μεγάλων.

我又看见一位天使站在日头中,向天空一切飞鸟大声喊着说:“你们来,聚集赴神的大宴席!好吃君王的肉、千夫长的肉、勇士的肉、马和骑马者的肉,以及一切自由的、作奴隶的、连小带大所有人的肉。”

§19.19

Καὶ εἶδον τὸ θηρίον καὶ "τοὺς βασιλεῖς τῆς γῆς" καὶ τὰ στρατεύματα αὐτῶν "συνηγμένα" ποιῆσαι τὸν πόλεμον μετὰ τοῦ καθημένου ἐπὶ τοῦ ἵππου καὶ μετὰ τοῦ στρατεύματος αὐτοῦ.

我看见那兽和地上的众王以及他们的军队聚集,要与骑马的和祂的军队争战。

§19.20

καὶ ἐπιάσθη τὸ θηρίον καὶ μετʼ αὐτοῦ ὁ ψευδοπροφήτης ὁ ποιήσας τὰ σημεῖα ἐνώπιον αὐτοῦ, ἐν οἷς ἐπλάνησεν τοὺς λαβόντας τὸ χάραγμα τοῦ θηρίου καὶ τοὺς προσκυνοῦντας τῇ εἰκόνι αὐτοῦ· ζῶντες ἐβλήθησαν οἱ δύο εἰς τὴν λίμνην τοῦ πυρὸς τῆς "καιομένης ἐν θείῳ."

那兽被擒拿,同它一起的还有那假先知——他曾在那兽面前行奇事,藉此迷惑了受兽印记的和敬拜兽像的人;这两个活活地被扔在烧着硫磺的火湖里。

§19.21

καὶ οἱ λοιποὶ ἀπεκτάνθησαν ἐν τῇ ῥομφαίᾳ τοῦ καθημένου ἐπὶ τοῦ ἵππου τῇ ἐξελθούσῃ ἐκ τοῦ στόματος αὐτοῦ, καὶ "πάντα τὰ ὄρνεα ἐχορτάσθησαν ἐκ τῶν σαρκῶν" αὐτῶν.

其余的人都被骑马者口中吐出的剑杀死了;所有的飞鸟都吃饱了他们的肉。

语法注4 条
  1. 19.1ὄχλου πολλοῦ ... λεγόντων

    属格复数分词 λεγόντων 修饰集合单数名词短语 ὄχλου πολλοῦ。此为依意合致(constructio ad sensum),将作为整体的“群众”视为发声的复数个体。

  2. 19.5Αἰνεῖτε τῷ θεῷ

    动词 αἰνέω 在古典希腊语中通常接宾格(τὸν θεόν),此处却接与格 τῷ θεῷ。此用法受七十士译本及希伯来语构式(如 הַלְלוּ 后接介词 l-)影响,属于希伯来式用法(Hebraism)。

  3. 19.10Ὅρα μή

    口语及圣经希腊语中常见的省略式禁令表达式,否定词 μή 后省略了从属动词(如 ποιήσῃς),字面意为“当心,不可[如此行]!”即“千万不可!”

  4. 19.14στρατεύματα ... ἐνδεδυμένοι

    中性复数主语 τὰ στρατεύματα 依规则接单数限定动词 ἠκολούθει,但修饰它的分词 ἐνδεδυμένοι 却为阳性复数主格。这同样是依意合致(constructio ad sensum),将天上的军队视作由人格化的战士所组成。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0031.tlg027.humanitext-grc2:19.1-19.21