- 底本
- The New Testament in the original Greek. Westcott, Brooke Foss; Hort, Fenton John Anthony, editors. New York: Harper and Brothers, 1882-1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0031.tlg027.humanitext-grc2:17.1-17.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
一位天使带领约翰到旷野,向他展示坐在众水与朱红色兽上的大淫妇的异象及其所受的审判。随后天使解释了女人与七头十角之兽的奥秘,预言他们与羔羊争战的结局,并指明大淫妇即管辖地上君王的大城。
Καὶ ἦλθεν εἷς ἐκ τῶν ἑπτὰ ἀγγέλων τῶν ἐχόντων τὰς ἑπτὰ φιάλας, καὶ ἐλάλησεν μετʼ ἐμοῦ λέγων Δεῦρο, δείξω σοι τὸ κρίμα τῆς πόρνης τῆς μεγάλης τῆς καθημένης "ἐπὶ ὑδάτων πολλῶν, "
拿着七个碗的七位天使中,有一位来同我说话,说:“你来,我要将坐在众水上的大淫妇所受的审判指给你看。
"μεθʼ ἧς ἐπόρνευσαν οἱ βασιλεῖς τῆς γῆς, "καὶ "ἐμεθύσθησαν" οἱ κατοικοῦντες "τὴν γῆν ἐκ τοῦ οἴνου" τῆς πορνείας "αὐτῆς."
地上的君王同她行淫,住在地上的人喝醉了她淫乱的酒。”
καὶ ἀπήνεγκέν με εἰς ἔρημον ἐν πνεύματι. καὶ εἶδον γυναῖκα καθημένην ἐπὶ "θηρίον" κόκκινον, γέμοντα ὀνόματα βλασφημίας, ἔχων κεφαλὰς ἑπτὰ1 καὶ "κέρατα δέκα·"
天使便在灵里把我带到旷野。我就看见一个女人骑在朱红色的兽上,那兽满了亵渎的名号,有七头十角。
καὶ ἡ γυνὴ ἦν περιβεβλημένη πορφυροῦν καὶ κόκκινον, καὶ κεχρυσωμένη χρυσίῳ καὶ λίθῳ τιμίῳ καὶ μαργαρίταις, ἔχουσα "ποτήριον χρυσοῦν" ἐν τῇ χειρὶ αὐτῆς γέμον βδελυγμάτων καὶ τὰ ἀκάθαρτα2 τῆς πορνείας αὐτῆς, καὶ ἐπὶ τὸ μέτωπον αὐτῆς ὄνομα γεγραμμένον, μυστήριον, ΒΑΒΥΛΩΝ Η ΜΕΓΑΛΗ, Η ΜΗΤΗΡ ΤΩΝ ΠΟΡΝΩΝ ΚΑΙ ΤΩΝ ΒΔΕΛΥΓΜΑΤΩΝ ΤΗΣ ΓΗΣ.
那女人穿着紫色和朱红色的衣服,用金子、宝石和珍珠为妆饰,手里拿着金杯,盛满了可憎之物和她淫乱的污秽。在她额上写着一个奥秘的名号:“大巴比伦,地上诸淫妇和可憎之物的母。”
καὶ εἶδον τὴν γυναῖκα μεθύουσαν ἐκ τοῦ αἵματος τῶν ἁγίων καὶ ἐκ τοῦ αἵματος τῶν μαρτύρων Ἰησοῦ.
我又看见那女人喝醉了圣徒的血和为耶稣作见证之人的血。
Καὶ ἐθαύμασα ἰδὼν αὐτὴν θαῦμα μέγα· καὶ εἶπέν μοι ὁ ἄγγελος Διὰ τί ἐθαύμασας; ἐγὼ ἐρῶ σοι τὸ μυστήριον τῆς γυναικὸς καὶ τοῦ θηρίου τοῦ βαστάζοντος αὐτήν, τοῦ ἔχοντος τὰς ἑπτὰ κεφαλὰς καὶ τὰ δέκα κέρατα.
我看见她,就大大地诧异。天使对我说:“你为什么诧异呢?我要把这女人和驮着她的那有七头十角之兽的奥秘告诉你。
τὸ θηρίον ὃ εἶδες ἦν καὶ οὐκ ἔστιν, καὶ μέλλει ἀναβαίνειν ἐκ τῆς ἀβύσσου, καὶ εἰς ἀπώλειαν ὑπάγει· καὶ θαυμασθήσονται οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς, "ὧν" οὐ "γέγραπται" τὸ ὄνομα "ἐπὶ τὸ βιβλίον τῆς ζωῆς" ἀπὸ καταβολῆς κόσμου, βλεπόντων τὸ θηρίον3 ὅτι ἦν καὶ οὐκ ἔστιν καὶ πάρεσται.
你所看见的兽,从前在,现在不在,并且将要从无底坑里上来,又要归于沉沦。凡住在地上、从创世以来名字没有记在生命册上的,见那从前在、现在不在、以后再有的兽,就必诧异。
Ὧδε ὁ νοῦς ὁ ἔχων σοφίαν. αἱ ἑπτὰ κεφαλαὶ ἑπτὰ ὄρη εἰσίν, ὅπου ἡ γυνὴ κάθηται ἐπʼ αὐτῶν. καὶ βασιλεῖς ἑπτά εἰσιν· οἱ πέντε ἔπεσαν, ὁ εἷς ἔστιν, ὁ ἄλλος οὔπω ἦλθεν, καὶ ὅταν ἔλθῃ ὀλίγον αὐτὸν δεῖ μεῖναι, καὶ τὸ θηρίον ὃ ἦν καὶ οὐκ ἔστιν. καὶ αὐτὸς ὄγδοός ἐστιν καὶ ἐκ τῶν ἑπτά ἐστιν, καὶ εἰς ἀπώλειαν ὑπάγει.
智慧的心在此可以思想。那七头就是女人所坐的七座山,又是七位王: 五位已经倾倒了,一位还在,另一位还没有来到;他来到的时候,必须存留片时。那从前在、现在不在的兽,就是第八位,他也出于那七位,并且归于沉沦。
"καὶ τὰ δέκα κέρατα" ἃ εἶδες "δέκα βασιλεῖς εἰσίν," οἵτινες βασιλείαν οὔπω ἔλαβον, ἀλλὰ ἐξουσίαν ὡς βασιλεῖς μίαν ὥραν λαμβάνουσιν μετὰ τοῦ θηρίου.
你所看见的那十角就是十位王,他们还没有得国,但与兽一同得权柄,作王一个小时。
οὗτοι μίαν γνώμην ἔχουσιν, καὶ τὴν δύναμιν καὶ ἐξουσίαν αὐτῶν τῷ θηρίῳ διδόασιν.
他们同心合意,把自己的能力、权柄给那兽。
οὗτοι μετὰ τοῦ ἀρνίου πολεμήσουσιν, καὶ τὸ ἀρνίον νικήσει αὐτούς, ὅτι "κύριος κυρίων ἐστὶν καὶ βασιλεὺς βασιλέων," καὶ οἱ μετʼ αὐτοῦ κλητοὶ καὶ ἐκλεκτοὶ καὶ πιστοί.4
他们要与羔羊争战,羔羊必胜过他们,因为羔羊是万主之主、万王之王;同着羔羊的,就是蒙召、被选、忠心的人。”
Καὶ λέγει μοι "Τὰ ὕδατα" ἃ εἶδες, οὗ ἡ πόρνη κάθηται, λαοὶ καὶ ὄχλοι εἰσὶν καὶ ἔθνη καὶ γλῶσσαι.
天使又对我说:“你所看见那淫妇坐着的众水,就是多民、多人、多国、多方。
καὶ τὰ δέκα κέρατα ἃ εἶδες καὶ τὸ θηρίον, οὗτοι μισήσουσι τὴν πόρνην, καὶ ἠρημωμένην ποιήσουσιν αὐτὴν καὶ γυμνήν, καὶ τὰς σάρκας αὐτῆς φάγονται, καὶ αὐτὴν κατακαύσουσιν [ἐν] πυρί·
你所看见的那十角与兽,必恨这淫妇,使她荒凉赤身,又要吃她的肉,用火将她烧尽。
ὁ γὰρ θεὸς ἔδωκεν εἰς τὰς καρδίας αὐτῶν ποιῆσαι τὴν γνώμην αὐτοῦ, καὶ ποιῆσαι μίαν γνώμην καὶ δοῦναι τὴν βασιλείαν αὐτῶν τῷ θηρίῳ, ἄχρι τελεσθήσονται οἱ λόγοι τοῦ θεοῦ.
因为神使他们心中存意,遵行他的旨意,同心合意把自己的国给那兽,直等到神的话都成就了。
καὶ ἡ γυνὴ ἣν εἶδες ἔστιν ἡ πόλις ἡ μεγάλη ἡ ἔχουσα βασιλείαν ἐπὶ τῶν βασιλέων τῆς γῆς.
你所看见的那女人,就是管辖地上众王的大城。”
- 17.3θηρίον κόκκινον, γέμοντα ὀνόματα βλασφημίας, ἔχων κεφαλὰς ἑπτὰ
中性名词 θηρίον 之后的修饰分词出现了格与性的不一致:γέμοντα(宾格阳性或复数中性)与主格阳性单数 ἔχων 接连出现。这是按意合意(constructio ad sensum)的破格构式,将兽视为具有人格的阳性主体。
- 17.4γέμον βδελυγμάτων καὶ τὰ ἀκάθαρτα
分词 γέμον 通常支配属格(如 βδελυγμάτων),但在连词 καὶ 之后突然转为支配宾格(τὰ ἀκάθαρτα)。这属于并列补足语中格发生转变的破格句(anacoluthon)。
- 17.8βλεπόντων τὸ θηρίον
属格复数分词 βλεπόντων 表面类似独立属格,但其逻辑主语指代前面的主格主体(οἱ κατοικοῦντες)或属格关系代词 ὧν 的先行成分。此处未与文法主格一致,而是按意义或受属格代词吸引而采取属格形式。
- 17.14καὶ οἱ μετʼ αὐτοῦ κλητοὶ καὶ ἐκλεκτοὶ καὶ πιστοί
在 ὅτι 引导的从句后半部,该短语既可理解为省略系动词 εἰσίν 的名词句(“同着他的也是蒙召、被选、忠心的”),亦可理解为主动词 νικήσει 的并列主语(“同着他的……也必胜过”)。两种理解皆表明跟随者分享羔羊的胜利。
