← 新约圣经

启示录

§14.1-14.20

羔羊与十四万四千人及地上的收割

约翰首先看见羔羊与十四万四千人在锡安山上敬拜,随后三位天使依次宣告永远的福音、巴比伦的倾倒及拜兽者的刑罚,最后人子与天使执行了对地上庄稼的收割与神忿怒酒榨的践踏。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§14.1

Καὶ εἶδον, καὶ ἰδοὺ τὸ ἀρνίον ἑστὸς ἐπὶ τὸ ὄρος Σιών, καὶ μετʼ αὐτοῦ ἑκατὸν τεσσεράκοντα τέσσαρες χιλιάδες ἔχουσαι τὸ ὄνομα αὐτοῦ καὶ τὸ ὄνομα τοῦ πατρὸς αὐτοῦ γεγραμμένον "ἐπὶ τῶν μετώπων" αὐτῶν.

我又观看,见羔羊站在锡安山,同他一起的有十四万四千人,都有他的名和他父的名写在额上。

§14.2

καὶ ἤκουσα φωνὴν ἐκ τοῦ οὐρανοῦ "ὡς φωνὴν ὑδάτων πολλῶν" καὶ ὡς φωνὴν βροντῆς μεγάλης, καὶ ἡ φωνὴ ἣν ἤκουσα ὡς κιθαρῳδῶν κιθαριζόντων ἐν ταῖς κιθάραις αὐτῶν.

我听见从天上有声音,像大水的声音,又像大雷的声音;我所听见的声音,像弹琴的人弹奏他们的琴。

§14.3

καὶ "ᾁδουσιν" ὡς "ᾠδὴν καινὴν" ἐνώπιον τοῦ θρόνου καὶ ἐνώπιον τῶν τεσσάρων ζῴων καὶ τῶν πρεσβυτέρων· καὶ οὐδεὶς ἐδύνατο μαθεῖν τὴν ᾠδὴν εἰ μὴ αἱ ἑκατὸν τεσσεράκοντα τέσσαρες χιλιάδες, οἱ ἠγορασμένοι1 ἀπὸ τῆς γῆς.

他们在宝座前,并在四活物和众长老面前唱歌,仿佛是新歌;除了从地上买来的那十四万四千人以外,没有人能学这歌。

§14.4

οὗτοί εἰσιν οἳ μετὰ γυναικῶν οὐκ ἐμολύνθησαν, παρθένοι γάρ εἰσιν· οὗτοι οἱ ἀκολουθοῦντες τῷ ἀρνίῳ ὅπου ἂν ὑπάγει· οὗτοι ἠγοράσθησαν ἀπὸ τῶν ἀνθρώπων ἀπαρχὴ τῷ θεῷ καὶ τῷ ἀρνίῳ, καὶ "ἐν τῷ στόματι" αὐτῶν "οὐχ εὑρέθη ψεῦδος·" ἄμωμοί εἰσιν.

这些人未曾沾染妇女,他们原是童身。羔羊无论往哪里去,他们都跟从他。他们是从人间买来的,作初熟的果子归与神和羔羊。在他们口中找不出谎言;他们是没有瑕疵的。

§14.6

Καὶ εἶδον ἄλλον ἄγγελον πετόμενον ἐν μεσουρανήματι, ἔχοντα εὐαγγέλιον αἰώνιον εὐαγγελίσαι ἐπὶ τοὺς καθημένους ἐπὶ τῆς γῆς καὶ ἐπὶ πᾶν ἔθνος καὶ φυλὴν καὶ γλῶσσαν καὶ λαόν, λέγων ἐν φωνῇ μεγάλῃ Φοβήθητε τὸν θεὸν καὶ δότε αὐτῷ δόξαν, ὅτι ἦλθεν ἡ ὥρα τῆς κρίσεως αὐτοῦ, καὶ προσκυνήσατε "τῷ ποιήσαντι τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ θάλασσαν" καὶ πηγὰς ὑδάτων.

我又看见另一位天使在半空中飞,有永远的福音要传给住在地上的人,就是各邦国、各支派、各语言、各民族。他大声说:“应当敬畏神,将荣耀归给他,因为他施行审判的时候到了;应当敬拜那创造天地海和众水泉源的。”

§14.8

Καὶ ἄλλος δεύτερος [ἄγγελος] ἠκολούθησεν λέγων "Ἔπεσεν, ἔπεσεν Βαβυλὼν ἡ μεγάλη," ἣ "ἐκ τοῦ οἴνου" τοῦ θυμοῦ τῆς πορνείας αὐτῆς "πεπότικεν πάντα τὰ ἔθνη."

又有第二位天使接着说:“叫万民喝她淫乱忿怒之酒的巴比伦大城倾倒了!倾倒了!”

§14.9

Καὶ ἄλλος ἄγγελος τρίτος ἠκολούθησεν αὐτοῖς λέγων ἐν φωνῇ μεγάλῃ Εἴ τις προσκυνεῖ τὸ θηρίον καὶ τὴν εἰκόνα αὐτοῦ, καὶ λαμβάνει χάραγμα ἐπὶ τοῦ μετώπου αὐτοῦ ἢ ἐπὶ τὴν χεῖρα αὐτοῦ, καὶ αὐτὸς "πίεται ἐκ τοῦ οἴνου" τοῦ θυμοῦ τοῦ θεοῦ τοῦ "κεκερασμένου ἀκράτου2" ἐν "τῷ ποτηρίῳ τῆς ὀργῆς αὐτοῦ," καὶ βασανισθήσεται ἐν "πυρὶ καὶ θείῳ" ἐνώπιον ἀγγέλων ἁγίων καὶ ἐνώπιον τοῦ ἀρνίου.

又有第三位天使接着他们,大声说:“若有人拜兽和兽像,在额上或在手上受了印记,这人也必喝神忿怒的酒,此酒斟在神震怒的杯中纯一不杂;他要在圣天使和羔羊面前,在火与硫磺之中受痛苦。

§14.11

"καὶ ὁ καπνὸς" τοῦ βασανισμοῦ αὐτῶν "εἰς αἰῶνας" αἰώνων "ἀναβαίνει," καὶ οὐκ ἔχουσιν ἀνάπαυσιν "ἡμέρας καὶ νυκτός," οἱ προσκυνοῦντες τὸ θηρίον καὶ τὴν εἰκόνα αὐτοῦ, καὶ εἴ τις λαμβάνει τὸ χάραγμα τοῦ ὀνόματος αὐτοῦ.

他们受痛苦的烟往上冒,直到永永远远;那些拜兽和兽像,受它名印记的人,昼夜得不到安息。”

§14.12

Ὧδε ἡ ὑπομονὴ τῶν ἁγίων ἐστίν, οἱ τηροῦντες τὰς ἐντολὰς τοῦ θεοῦ καὶ τὴν πίστιν Ἰησοῦ.

圣徒的忍耐就在此;他们是遵守神诫命和耶稣真道的人。

§14.13

Καὶ ἤκουσα φωνῆς ἐκ τοῦ οὐρανοῦ λεγούσης Γράψον Μακάριοι οἱ νεκροὶ οἱ ἐν κυρίῳ ἀποθνήσκοντες ἀπʼ ἄρτι. ναί, λέγει τὸ πνεῦμα, ἵνα ἀναπαήσονται ἐκ τῶν κόπων αὐτῶν, τὰ γὰρ ἔργα αὐτῶν ἀκολουθεῖ μετʼ αὐτῶν.

我听见从天上有声音说:“你要写下:从今以后,在主里死去的人有福了!”圣灵说:“是的,他们要息了自己的劳苦,因为他们所行的作为随着他们。”

§14.14

Καὶ "εἶδον, καὶ ἰδοὺ" νεφέλη λευκή, καὶ "ἐπὶ" τὴν "νεφέλην" καθήμενον "ὅμοιον υἱὸν ἀνθρώπου," ἔχων3 ἐπὶ τῆς κεφαλῆς αὐτοῦ στέφανον χρυσοῦν καὶ ἐν τῇ χειρὶ αὐτοῦ δρέπανον ὀξύ.

我又观看,见有一朵白云,云上坐着一位好像人子,头上戴着金冠冕,手里拿着锋利的镰刀。

§14.15

Καὶ ἄλλος ἄγγελος ἐξῆλθεν ἐκ τοῦ ναοῦ, κράζων ἐν φωνῇ μεγάλῃ τῷ καθημένῳ ἐπὶ τῆς νεφέλης "Πέμψον τὸ δρέπανόν" σου καὶ θέρισον, "ὅτι ἦλθεν ἡ ὥρα θερίσαι," ὅτι ἐξηράνθη ὁ θερισμὸς τῆς γῆς.

又有一位天使从殿中出来,向那坐在云上的大声喊着说:“伸出你的镰刀收割吧,因为收割的时候到了,地上的庄稼已经熟透了。”

§14.16

καὶ ἔβαλεν ὁ καθήμενος ἐπὶ τῆς νεφέλης τὸ δρέπανον αὐτοῦ ἐπὶ τὴν γῆν, καὶ ἐθερίσθη ἡ γῆ.

那坐在云上的就把他的镰刀扔在地上,地上的庄稼就被收割了。

§14.17

Καὶ ἄλλος ἄγγελος ἐξῆλθεν ἐκ τοῦ ναοῦ τοῦ ἐν τῷ οὐρανῷ, ἔχων καὶ αὐτὸς δρέπανον ὀξύ.

又有一位天使从天上的殿中出来,他也拿着锋利的镰刀。

§14.18

Καὶ ἄλλος ἄγγελος [ἐξῆλθεν] ἐκ τοῦ θυσιαστηρίου, [ὁ] ἔχων ἐξουσίαν ἐπὶ τοῦ πυρός, καὶ ἐφώνησεν φωνῇ μεγάλῃ τῷ ἔχοντι τὸ δρέπανον τὸ ὀξὺ λέγων "Πέμψον" σου "τὸ δρέπανον" τὸ ὀξὺ καὶ τρύγησον τοὺς βότρυας τῆς ἀμπέλου τῆς γῆς, ὅτι ἤκμασαν αἱ σταφυλαὶ αὐτῆς.

又有一位天使从祭坛中出来,是有权柄管火的,向拿着锋利镰刀的大声喊着说:“伸出你锋利的镰刀,收取地上葡萄树的果子,因为葡萄熟透了。”

§14.19

καὶ ἔβαλεν ὁ ἄγγελος τὸ δρέπανον αὐτοῦ εἰς τὴν γῆν, καὶ ἐτρύγησεν τὴν ἄμπελον τῆς γῆς, καὶ ἔβαλεν εἰς τὴν ληνὸν τοῦ θυμοῦ τοῦ θεοῦ τὸν μέγαν.4

那天使就把镰刀扔在地上,收取了地上的葡萄,丢在神忿怒的大酒榨里。

§14.20

καὶ "ἐπατήθη ἡ ληνὸς" ἔξωθεν τῆς πόλεως, καὶ ἐξῆλθεν αἷμα ἐκ τῆς ληνοῦ ἄχρι τῶν χαλινῶν τῶν ἵππων ἀπὸ σταδίων χιλίων ἑξακοσίων.

那酒榨在城外被踹,就有血从酒榨里流出来,高到马的嚼环,远达一千六百斯塔德。

语法注4 条
  1. 14.3οἱ ἠγορασμένοι

    阳性复数主格分词 οἱ ἠγορασμένοι 在语法上修饰阴性复数名词 χιλιάδες(“千”),属于根据意义一致(constructio ad sensum)的修辞与语法现象,指代被救赎的信徒群体。

  2. 14.10κεκερασμένου ἀκράτου

    由动词 κεράννυμι(调配、混合、倾倒)的完成时被动分词与形容词 ἄκρατος(未混合的、未搀水的)构成的矛盾修辞(oxymoron),指“未经稀释的纯酒被调配/斟入杯中”,形象地表达神的忿怒毫不削减、严厉至极。

  3. 14.14ὅμοιον υἱὸν ἀνθρώπου, ἔχων

    此处包含《启示录》特有的语法倒错:形容词 ὅμοιος 支配了宾格短语 υἱὸν ἀνθρώπου(按古典惯例多支配与格),且后续分词 ἔχων 出现悬格现象,未随宾格分词 καθήμενον 保持格的一致,而是以主格单数出现,在意义上仍修饰坐在云上的那位。

  4. 14.19τὴν ληνὸν τοῦ θυμοῦ τοῦ θεοῦ τὸν μέγαν

    名词 ληνός(酒榨)本为阴性,且前有阴性宾格冠词 τὴν,但修饰它的形容词 τὸν μέγαν 却采用了阳性宾格单数形式。这是《启示录》中常见的性配合不一致现象,将该酒榨概念整体赋以阳性修饰。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0031.tlg027.humanitext-grc2:14.1-14.20