← 新约圣经

哥林多前书

§1.1-1.31

教会纷争的告诫与十字架的智慧

保罗向哥林多教会致问安与感谢,随后责备信徒间的纷争派系,宣告十字架的道理超越世俗智慧,乃是神的大能与智慧。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.1

ΠΑΥΛΟΣ κλητὸς ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος θεοῦ καὶ Σωσθένης ὁ ἀδελφὸς τῇ ἐκκλησίᾳ τοῦ θεοῦ τῇ οὔσῃ ἐν Κορίνθῳ, ἡγιασμένοις ἐν Χριστῷ Ἰησοῦ, κλητοῖς ἁγίοις, σὺν πᾶσιν τοῖς ἐπικαλουμένοις τὸ ὄνομα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐν παντὶ τόπῳ αὐτῶν καὶ ἡμῶν·1

奉神旨意蒙召作耶稣基督使徒的保罗,与兄弟所提尼,写信给在哥林多的神的教会,就是在基督耶稣里被分别为圣、蒙召作圣徒的,以及所有在各处求告我们主耶稣基督之名的人——基督是他们的主,也是我们的主:

§1.3

χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ.

愿恩惠、平安从我们的父神并主耶稣基督归与你们!

§1.4

Εὐχαριστῶ τῷ θεῷ πάντοτε περὶ ὑμῶν ἐπὶ τῇ χάριτι τοῦ θεοῦ τῇ δοθείσῃ ὑμῖν ἐν Χριστῷ Ἰησοῦ, ὅτι ἐν παντὶ ἐπλουτίσθητε ἐν αὐτῷ, ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει, καθὼς τὸ μαρτύριον τοῦ χριστοῦ ἐβεβαιώθη ἐν ὑμῖν, ὥστε ὑμᾶς μὴ ὑστερεῖσθαι ἐν μηδενὶ χαρίσματι, ἀπεκδεχομένους τὴν ἀποκάλυψιν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ὃς καὶ βεβαιώσει ὑμᾶς ἕως τέλους ἀνεγκλήτους2 ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ [Χριστοῦ].

我因神在基督耶稣里赐给你们的恩典,常常为你们感谢神;因为你们在他里面凡事富足,具有一切口才和一切知识,正如关于基督的见证在你们当中得以坚立,以致你们在恩赐上一无所缺,切切等候我们主耶稣基督的显现。 他也必坚固你们到底,使你们在我们主耶稣[基督]的日子无可指责。

§1.9

πιστὸς ὁ θεὸς διʼ οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν.

神是信实的,你们借着他蒙召,进入了他儿子、我们主耶稣基督的团契。

§1.10

Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, διὰ τοῦ ὀνόματος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἵνα τὸ αὐτὸ λέγητε πάντες, καὶ μὴ ᾖ ἐν ὑμῖν σχίσματα, ἦτε δὲ κατηρτισμένοι ἐν τῷ αὐτῷ νοῒ καὶ ἐν τῇ αὐτῇ γνώμῃ.

弟兄们,我借着我们主耶稣基督的名劝你们:大家都要说一样的话,你们中间不可有分裂,只要在同一心思、同一意念上完全合一。

§1.11

ἐδηλώθη γάρ μοι περὶ ὑμῶν, ἀδελφοί μου, ὑπὸ τῶν Χλόης ὅτι ἔριδες ἐν ὑμῖν εἰσίν.

因为我的弟兄们,革来氏家里的人曾向我提起你们的事,说你们中间有争竞。

§1.12

λέγω δὲ τοῦτο ὅτι ἕκαστος ὑμῶν λέγει Ἐγὼ μέν εἰμι Παύλου, Ἐγὼ δὲ Ἀπολλώ, Ἐγὼ δὲ Κηφᾶ, Ἐγὼ δὲ Χριστοῦ. μεμέρισται ὁ χριστός.3

我的意思是说,你们各人说:“我是属保罗的”,“我是属亚波罗的”,“我是属矶法的”,“我是属基督的”。 基督难道被分割了吗?

§1.13

μὴ Παῦλος ἐσταυρώθη ὑπὲρ ὑμῶν, ἢ εἰς τὸ ὄνομα Παύλου ἐβαπτίσθητε;

保罗曾为你们钉十字架吗?或者你们是奉保罗的名受洗的吗?

§1.14

εὐχαριστῶ ὅτι οὐδένα ὑμῶν ἐβάπτισα εἰ μὴ Κρίσπον καὶ Γαῖον, ἵνα μή τις εἴπῃ ὅτι εἰς τὸ ἐμὸν ὄνομα ἐβαπτίσθητε· ἐβάπτισα δὲ καὶ τὸν Στεφανᾶ οἶκον· λοιπὸν οὐκ οἶδα εἴ τινα ἄλλον ἐβάπτισα.

我感谢〔神〕,除了基利司布和该犹以外,我没有给你们当中的任何人施洗,免得有人说你们是奉我的名受洗的。 我也给司提反一家施过洗;此外,我不知道还给别人施过洗没有。

§1.17

οὐ γὰρ ἀπέστειλέν με Χριστὸς βαπτίζειν ἀλλὰ εὐαγγελίζεσθαι, οὐκ ἐν σοφίᾳ λόγου, ἵνα μὴ κενωθῇ ὁ σταυρὸς τοῦ χριστοῦ.

因为基督差遣我,原不是为施洗,而是为传福音,并不是用言语的智慧,免得基督的十字架落了空。

§1.18

Ὁ λόγος γὰρ ὁ τοῦ σταυροῦ τοῖς μὲν ἀπολλυμένοις μωρία ἐστίν, τοῖς δὲ σωζομένοις ἡμῖν δύναμις θεοῦ ἐστίν.

因为十字架的道理,在那灭亡的人是愚拙,在我们得救的人却是神的大能。

§1.19

γέγραπται γάρ "Ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν, καὶ τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσω."

因为经上记着: “我要灭绝智慧人的智慧, 废弃聪明人的聪明。”

§1.20

ποῦ σοφός; "ποῦ γραμματεύς;" ποῦ συνζητητὴς τοῦ αἰῶνος τούτου; οὐχὶ ἐμώρανεν ὁ θεὸς τὴν σοφίαν τοῦ κόσμου;

智慧人在哪里? 文士在哪里? 这世代的辩士在哪里?神岂不是叫这世上的智慧成了愚拙吗?

§1.21

ἐπειδὴ γὰρ ἐν τῇ σοφίᾳ τοῦ θεοῦ οὐκ ἔγνω ὁ κόσμος διὰ τῆς σοφίας τὸν θεόν, εὐδόκησεν ὁ θεὸς διὰ τῆς μωρίας τοῦ κηρύγματος σῶσαι τοὺς πιστεύοντας.

因为既然在神的智慧中,世人凭自己的智慧不认识神,神就乐意借着传扬之事的愚拙,拯救那些信的人。

§1.22

ἐπειδὴ καὶ Ἰουδαῖοι σημεῖα αἰτοῦσιν καὶ Ἕλληνες σοφίαν ζητοῦσιν· ἡμεῖς δὲ κηρύσσομεν Χριστὸν ἐσταυρωμένον, Ἰουδαίοις μὲν σκάνδαλον ἔθνεσιν δὲ μωρίαν, αὐτοῖς δὲ τοῖς κλητοῖς, Ἰουδαίοις τε καὶ Ἕλλησιν, Χριστὸν θεοῦ δύναμιν καὶ θεοῦ σοφίαν.

因为犹太人求神迹,希腊人求智慧,我们却是传钉十字架的基督,在犹太人为绊脚石,在外邦人为愚拙;但在那蒙召的,无论是犹太人还是希腊人,基督总为神的大能、神的智慧。

§1.25

ὅτι τὸ μωρὸν τοῦ θεοῦ σοφώτερον τῶν ἀνθρώπων ἐστίν, καὶ τὸ ἀσθενὲς τοῦ θεοῦ ἰσχυρότερον τῶν ἀνθρώπων.

因神的愚拙总比人智慧,神的软弱总比人刚强。

§1.26

Βλέπετε γὰρ τὴν κλῆσιν ὑμῶν, ἀδελφοί, ὅτι οὐ πολλοὶ σοφοὶ κατὰ σάρκα,4 οὐ πολλοὶ δυνατοί, οὐ πολλοὶ εὐγενεῖς·

弟兄们,你们且看你们蒙召的情形:按肉体说,有智慧的不多,有能力的不多,尊贵的也不多。

§1.27

ἀλλὰ τὰ μωρὰ τοῦ κόσμου ἐξελέξατο ὁ θεός, ἵνα καταισχύνῃ τοὺς σοφούς, καὶ τὰ ἀσθενῆ τοῦ κόσμου ἐξελέξατο ὁ θεός, ἵνα καταισχύνῃ τὰ ἰσχυρά, καὶ τὰ ἀγενῆ τοῦ κόσμου καὶ τὰ ἐξουθενημένα ἐξελέξατο ὁ θεός, [καὶ] τὰ μὴ ὄντα, ἵνα τὰ ὄντα καταργήσῃ, ὅπως μὴ καυχήσηται πᾶσα σὰρξ ἐνώπιον τοῦ θεοῦ.

神却拣选了世上愚拙的,叫有智慧的羞愧;又拣选了世上软弱的,叫那刚强的羞愧。神也拣选了世上卑贱的、被人厌弃的,以及那无有的,为要废掉那有的,使一切有血气的,在神面前都不得自夸。

§1.30

ἐξ αὐτοῦ δὲ ὑμεῖς ἐστὲ ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐγενήθη σοφία ἡμῖν ἀπὸ θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις, ἵνα καθὼς γέγραπται "Ὁ καυχώμενος ἐν Κυρίῳ καυχάσθω."

但你们得在基督耶稣里是出于神,基督成了从神给我们的智慧,以及公义、圣洁、救赎,为要如经上所记:“夸口的,当指着主夸口。”

语法注4 条
  1. 1.2αὐτῶν καὶ ἡμῶν

    此处作领属属格修饰前面的 κυρίου,意为“他们的(主),也是我们的(主)”。另一解读是修饰 ἐν παντὶ τόπῳ,作“在属于他们和属于我们的每一处地方”,但前者在书信问安中更能凸显基督作为普世信徒共同之主的地位。

  2. 1.8ἀνεγκλήτους

    作宾语 ὑμᾶς(动词 βεβαιώσει 的宾语)的宾语补足语(表结果的先取性谓语),意为“坚固你们到底,使你们[成为]无可指责的”。

  3. 1.12μεμέρισται ὁ χριστός

    现在完成时被动直说语气三人称单数。此处标点存在两种解法:一是作为与下文并列的修辞性疑问句(“基督难道被分割了吗?”);二是作为感叹陈述句(“基督被分割了!”)。鉴于紧随其后的两个句子皆为带有愤慨色彩的反诘句,读作修辞反问句最为自然且对称。

  4. 1.26Βλέπετε γὰρ τὴν κλῆσιν ὑμῶν, ἀδελφοί, ὅτι οὐ πολλοὶ σοφοὶ κατὰ σάρκα

    此处出现先取结构(prolepsis),宾语 τὴν κλῆσιν ὑμῶν 先置作为 βλέπετε 的直接宾语,引出后续 ὅτι 从句的具体内容(“看你们的蒙召,即……”)。此外,ὅτι 从句中省略了谓语动词(如 εἰσίν 或 ἐκλήθησαν),理解时须在语义上予以补足。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0031.tlg007.humanitext-grc2:1.1-1.31