← 希佩里德斯

为欧克塞尼普斯辩护

§10-17

波吕克托斯的自相矛盾与辩护权的维护

演说者指出原告波吕克托斯企图剥夺被告尤克塞尼普斯诉诸法律及寻求共同辩护人协助的权利,这一做法与其自身过去的诉讼经历相矛盾,并揭示了波吕克托斯在关于奥罗波斯山地归还的违法法令中存在的自相矛盾之处。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§10

καὶ οἱ μὲν ἄλλοι πάντες κατήγοροι, ὅταν οἴωνται δεῖν ἐν τῷ προτέρῳ λόγῳ ὑφελεῖν τῶν φευγόντων τὰς ἀπολογίας, τοῦτο παρακελεύονται τοῖς δικασταῖς, μὴ ἐθέλειν ἀκούειν τῶν ἀπολογουμένων, ἐάν τινες ἔξω τοῦ νόμου λέγωσιν, ἀλλʼ ἀπαντᾶν πρὸς τὰ λεγόμενα καὶ κελεύειν τὸν νόμον ἀναγιγνώσκειν· σὺ δὲ τοὐναντίον τὴν εἰς τοὺς νόμους καταφυγὴν ἐκ τῆς ἀπολογίας οἴει δεῖν ἀφελέσθαι Εὐξενίππου.

所有其他起诉人,当他们认为应当在先前的演说中封锁被告的辩护时,都会向法官们提出这样的建议:如果被告人说出法律范围之外的话,就不要听信他们,而要针对其言论进行反击,并要求宣读法律。然而,你却恰恰相反,认为应当剥夺尤克塞尼普斯在辩护中诉诸法律的权利。

§11

καὶ πρὸς τούτοις οὐδὲ βοηθεῖν οὐδένα φῂς δεῖν αὐτῷ οὐδὲ συναγορεύειν, ἀλλὰ παρακελεύῃ τοῖς δικασταῖς μὴ θέλειν ἀκούειν τῶν ἀναβαινόντων. καίτοι τί τούτου τῶν ἐν τῇ πόλει βέλτιον ἢ δημοτικώτερόν ἐστι, πολλῶν καὶ ἄλλων καλῶν ὄντων,1 ἢ ὁπόταν τις ἰδιώτης εἰς ἀγῶνα καὶ κίνδυνον καταστὰς μὴ δύνηται ὑπὲρ ἑαυτοῦ ἀπολογεῖσθαι, τούτῳ τὸν βουλόμενον τῶν πολιτῶν ἐξεῖναι ἀναβάντα βοηθῆσαι καὶ τοὺς δικαστὰς ὑπὲρ τοῦ πράγματος τὰ δίκαια διδάξαι;

此外,你还声称任何人都不应该协助他,也不应该为他共同辩护,而是极力劝说法官们不要听信那些登台发言的人。然而,在雅典城邦众多优良的制度中,当一个普通公民身处诉讼与危险之中、无法为自己辩护时,任何愿意的市民都可以登台协助他,并就案件向法官们阐明正义,还有什么比这更好、更符合民主精神的呢?

§12

ἀλλὰ νὴ Δία αὐτὸς τοιούτῳ πράγματι οὐ κέχρησαι, ἀλλʼ ὅτʼ ἔφευγες τὸν ἀγῶνα ὑπʼ Ἀλεξάνδρου τοῦ ἐξ Οἴου, δέκα μὲν συνηγόρους ἐκ τῆς Αἰγηίδος φυλῆς ᾐτήσω, ὧν καὶ ἐγὼ εἷς ἦν αἱρεθεὶς2 ὑπὸ σοῦ, ἐκ δὲ τῶν ἄλλων Ἀθηναίων ἐκάλεις ἐπὶ τὸ δικαστήριον τοὺς βοηθήσοντάς σοι. καὶ τὰ μὲν ἄλλα τί δεῖ λέγειν; αὐτῷ δὲ τούτῳ τῷ ἀγῶνι πῶς κέχρησαι; οὐ κατηγόρησας ὁπόσα ἐβούλου; οὐ Λυκοῦργον ἐκάλεις συγκατηγορήσοντα, οὔτε τῷ λέγειν οὐδενὸς τῶν ἐν τῇ πόλει καταδεέστερον ὄντα, παρὰ τούτοις τε μέτριον καὶ ἐπιεικῆ δοκοῦντα εἶναι;

但是,奉宙斯之名,你自己在遇到类似事情时没有采用这种做法;相反,当你面临由奥伊奥斯的亚历山大提起诉讼而作为被告时,你从埃格伊斯部落请求了十位共同辩护人,其中我也被你选为一员;你还从其他雅典人中召集那些愿意协助你的人来到法庭。其他的事情何必多说?但在这场诉讼本身中,你是如何做的?你难道没有尽情控诉吗?你难道没有召集吕库戈斯作为共同起诉人吗?他在演说方面不亚于城邦中的任何人,而且在这些人中被公认为温和与公正。

§13

εἶτα σοὶ μὲν ἔξεστι καὶ φεύγοντι τοὺς βοηθήσοντας καλεῖν καὶ διώκοντι τοὺς συγκατηγόρους ἀναβιβάσασθαι, ὃς οὐ μόνον ὑπὲρ σεαυτοῦ δύνασαι εἰπεῖν, ἀλλὰ καὶ ὅλῃ πόλει πράγματα παρέχειν ἱκανὸς εἶ, Εὐξενίππῳ δʼ ὅτι ἰδιώτης ἐστὶ καὶ πρεσβύτερος οὐδὲ τοὺς φίλους καὶ τοὺς οἰκείους ἐξέσται βοηθεῖν, εἰ δὲ μή, διαβληθήσονται ὑπὸ σοῦ;

那么,难道你既可以在作被告时召集协助者,又可以在作原告时让共同起诉人登台——你不仅能为自己辩解,而且还有能力给整个城邦带来麻烦——而尤克塞尼普斯因为是普通公民且年事已高,甚至连他的朋友和亲属也被禁止协助他,否则他们就会遭到你的诽谤吗?

§14

νὴ Δία, τὰ γὰρ πεπραγμένα αὐτῷ δεινά ἐστι καὶ ἄξια θανάτου, ὡς σὺ λέγεις ἐν τῇ κατηγορίᾳ. σκέψασθε δή, ὦ ἄνδρες δικασταί, καθʼ ἓν ἕκαστον αὐτῶν ἐξετάζοντες. ὁ δῆμος προσέταξεν Εὐξενίππῳ τρίτῳ αὐτῷ3 ἐγκατακλιθῆναι εἰς τὸ ἱερόν, οὗτος δὲ κοιμηθεὶς ἐνύπνιόν φησιν ἰδεῖν, ὃ τῷ δήμῳ ἀπαγγεῖλαι. τοῦτʼ εἰ μὲν ὑπελάμβανες ἀληθὲς εἶναι, καὶ ὃ εἶδεν ἐν τῷ ὕπνῳ τοῦτʼ αὐτὸν ἀπαγγεῖλαι πρὸς τὸν δῆμον, τί καὶ ἀδικεῖ, ἃ ὁ θεὸς αὐτῷ προσέταττε ταῦτʼ ἐξαγγείλας πρὸς Ἀθηναίους;

奉宙斯之名,难道是因为他的所作所为如你在控诉中所说的那样可怕且罪该万死吗?法官们,请逐一审视并检验这些行为。人民命令尤克塞尼普斯本人作为三人之一在神庙中过夜;他睡在那里后,声称自己做了一个梦,并将其报告给了人民。如果你认为这是真的,并且他向人民报告的正是他在梦中所见,那么他向雅典人宣告神命令他的事情,到底犯了什么罪?

§15

εἰ δέ, ὥσπερ νυνὶ λέγεις, ἡγοῦ αὐτὸν καταψεύσασθαι τοῦ θεοῦ καὶ χαριζόμενόν τισι μὴ τἀληθῆ ἀπηγγελκέναι τῷ δήμῳ, οὐ ψήφισμα ἐχρῆν σε πρὸς τὸ ἐνύπνιον γράφειν, ἀλλʼ ὅπερ ὁ πρότερος ἐμοῦ λέγων εἶπεν, εἰς Δελφοὺς πέμψαντα πυθέσθαι παρὰ τοῦ θεοῦ τὴν ἀλήθειαν. σὺ δὲ τοῦτο μὲν οὐκ ἐποίησας, ψήφισμα δὲ αὐτοτελὲς ἔγραψας κατὰ δυοῖν φυλαῖν οὐ μόνον ἀδικώτατον, ἀλλὰ καὶ ἐναντίον αὐτὸ ἑαυτῷ· διʼ ὅπερ ἥλως παρανόμων,4 οὐ διʼ Εὐξένιππον.

但是,如果正如你现在所说,你认为他对神说了谎,并且为了讨好某些人而向人民报告了虚假的情况,你本不应该针对这个梦起草法令,而应当像在我之前发言的人所说的那样,派人去德尔斐向神询问真相。但你没有这样做,反而针对两个部落起草了一份独立的法令,这不仅极其不公,而且自相矛盾。也正因为如此,你因提出违法法令而被判有罪,而不是因为尤克塞尼普斯。

§16

ἐξετάσωμεν δὲ περὶ αὐτοῦ τουτονὶ τὸν τρόπον. αἱ φυλαὶ σύνδυο γενόμεναι τὰ ὄρη τὰ ἐν Ὠρωπῷ διείλοντο, τοῦ δήμου αὐταῖς δόντος. τοῦτο τὸ ὄρος ἔλαχεν Ἀκαμαντὶς καὶ Ἱπποθοωντίς. ταύτας τὰς φυλὰς ἔγραψας ἀποδοῦναι τὸ ὄρος τῷ Ἀμφιαράῳ καὶ τὴν τιμὴν ὧν ἀπέδοντο, ὡς πρότερον τοὺς ὁριστὰς τοὺς πεντήκοντα ἐξελόντας αὐτὸ τῷ θεῷ καὶ ἀφορίσαντας, καὶ οὐ προσηκόντως τὰς δύο φυλὰς ἐχούσας τὸ ὄρος.

让我们以这种方式来检验这件事。各部落两两配对,平分了奥罗波斯的山地,这是人民赐予他们的。这片山地由阿卡曼提斯和希波托翁提斯部落抽签获得。你写道,要求这些部落将山地归还给安菲阿拉奥斯,并退还他们售出之物的所得,理由是先前的五十名边界画定委员已将该地挑选并划归神明,而这两个部落占有这片山地是不妥当的。

§17

μικρὸν δὲ διαλιπὼν ἐν ταὐτῷ ψηφίσματι γράφεις τὰς ὀκτὼ φυλὰς πορίσαι τοῖν δυοῖν φυλαῖν τὰ διάφορα καὶ ἀποδοῦναι, ὅπως ἂν μὴ ἐλαττῶνται. καίτοι εἰ μὲν ἴδιον ὂν τῶν φυλῶν ἀφῃροῦ τὸ ὄρος, πῶς οὐκ ὀργῆς ἄξιος εἶ; εἰ δὲ μὴ προσηκόντως εἶχον αὐτό, ἀλλὰ τοῦ θεοῦ ὄν, διὰ τί τὰς ἄλλας φυλὰς ἔγραφες αὐταῖς προσαποδιδόναι ἀργύριον; ἀγαπητὸν γὰρ ἦν αὐταῖς εἰ τὰ τοῦ θεοῦ ἀποδώσουσιν καὶ μὴ προσαποτείσουσιν ἀργύριον.

然而,在同一份法令中隔了没多久,你又写道,其他八个部落应当向这两个部落提供并退还差额,以免他们蒙受损失。但是,如果这片山地本是部落的私有财产而你却将其剥夺,你怎么能不令人愤怒?相反,如果他们占有这片山地是不妥当的,因为它属于神明,你又为什么要写明让其他部落再给他们钱呢?因为对他们来说,只要归还属于神明之物,而不需要再支付额外的钱,就已经是谢天谢地了。

语法注4 条
  1. 11πολλῶν καὶ ἄλλων καλῶν ὄντων

    属格独立结构。表示背景或让步:“尽管存在许多其他优秀的事物”。

  2. 12ὧν καὶ ἐγὼ εἷς ἦν αἱρεθεῖς

    关系代词 ὧν 是指向十位共同辩护人(συνηγόρους)的部分属格。主格分词 αἱρεθείς 与主语 ἐγώ 一致,强调了希佩里德斯本人曾被选为波吕克托斯辩护人的历史事实。

  3. 14τρίτῳ αὐτῷ

    序数词与强调用代词 αὐτός 结合的惯用表达,表示“包括他自己在内的共三人”(即以他为第三人)。

  4. 15ἥλως παρανόμων

    动词 ἁλίσκομαι(此处为不定过去时 ἥλως)支配表示控诉或罪名的属格(此处为 παρανόμων,指违法法令申诉),意为“你因违法法令案而被判有罪”。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(3 处,最近 2026-11-15)
  • 2026-11-15 AI校阅 — 注 1 处
  • 2026-11-15 AI校阅 — 译文 1 处
  • 2026-09-21 AI校阅 — 译文 1 处
urn:cts:greekLit:tlg0030.tlg004.humanitext-grc2:10-17