← 安多基德斯

论与拉刻代蒙人的和平

§34-41

使节的辩护与讲和的最终决断

安多基德斯为使节团将和约条款交回公民大会审议而非欺瞒民众的决定进行辩护,提醒人们恢复城壁与舰队正是昔日帝国崛起的基础,并以最终的和战决断完全掌握在投票公民手中结束全篇演说。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§34

τὸν λόγον οὖν τοῦτον οὐκ ἐπαινῶ. φημὶ γάρ, ὦ Ἀθηναῖοι, πολέμου μὲν ὄντος ἄνδρα στρατηγὸν τῇ πόλει τε εὔνουν εἰδότα τε ὅ τι πράττῃ, λανθάνοντα δεῖν τοὺς πολλοὺς τῶν ἀνθρώπων καὶ ἐξαπατῶντα ἄγειν ἐπὶ τοὺς κινδύνους, εἰρήνης δὲ πέρι πρεσβεύοντας κοινῆς τοῖς Ἕλλησιν, ἐφʼ οἷς ὅρκοι τε ὀμοσθήσονται στῆλαί τε σταθήσονται γεγραμμέναι, ταῦτα δὲ οὔτε λαθεῖν οὔτε ἐξαπατῆσαι δεῖν,1 ἀλλὰ πολὺ μᾶλλον ἐπαινεῖν ἢ ψέγειν, εἰ πεμφθέντες αὐτοκράτορες ἔτι ἀποδώσομεν ὑμῖν περὶ αὐτῶν σκέψασθαι. βουλεύσασθαι μὲν οὖν ἀσφαλῶς χρὴ κατὰ δύναμιν, οἷς δʼ ἂν ὀμόσωμεν καὶ συνθώμεθα, τούτοις ἐμμένειν.

因此,我并不赞成这种言论。雅典人啊,因为我认为,在战时,一位心系城邦且深知自己职责的将领,理应在保密与欺瞒中带领大众奔赴险境;但若就希腊人共通的和平出使——在这项和平上将立下誓言,并树立镌刻条文的石碑——在这些事务上既不可隐瞒,也不可欺骗;如果我们作为全权使节被派出之后,依然将审议之权交还给你们,人们更应当予以赞扬,而非横加指责。因此,应当尽力稳妥地审议,对于我们所起誓和缔约的内容,则必须坚守不移。

§35

οὐ γὰρ μόνον, ὦ Ἀθηναῖοι, πρὸς γράμματα τὰ γεγραμμένα δεῖ βλέποντας πρεσβεύειν ἡμᾶς, ἀλλὰ καὶ πρὸς τοὺς τρόπους τοὺς ὑμετέρους. ὑμεῖς γὰρ περὶ μὲν τῶν ἑτοίμων ὑμῖν ὑπονοεῖν εἰώθατε καὶ δυσχεραίνειν, τὰ δʼ οὐκ ὄντα λογοποιεῖν ὡς ἔστιν ὑμῖν ἕτοιμα· κἂν μὲν πολεμεῖν δέῃ, τῆς εἰρήνης ἐπιθυμεῖτε, ἐὰν δέ τις ὑμῖν τὴν εἰρήνην πράττῃ, λογίζεσθε τὸν πόλεμον ὅσα ἀγαθὰ ὑμῖν κατηργάσατο.

雅典人啊,因为我们出使时,不仅要着眼于写下的文字,还必须着眼于你们的性情。因为你们习惯于对手头已有的事物心存猜忌并深表不满,却把不存在的事物吹嘘得仿佛已在囊中;倘若需要打仗,你们便渴望和平,但若是有人为你们谋求和平,你们又去盘算战争曾为你们带来了多少好处。

§36

ὅπου καὶ νῦν ἤδη τινὲς λέγουσιν οὐ γιγνώσκειν τὰς διαλλαγὰς αἵτινές εἰσιν,2 τείχη καὶ νῆες εἰ γενήσονται τῇ πόλει· τὰ γὰρ ἴδια τὰ σφέτερʼ αὐτῶν ἐκ τῆς ὑπερορίας οὐκ ἀπολαμβάνειν, ἀπὸ δὲ τῶν τειχῶν οὐκ εἶναι σφίσι τροφήν. ἀναγκαίως οὖν ἔχει καὶ πρὸς ταῦτʼ ἀντειπεῖν.

乃至就在此时,已经有人声称他们看不出这是怎样的和解,就算城邦能获得城墙与战船;因为他们说自己并不能收回海外的私产,而从城墙上也得不到口粮。因此,对这些言论进行驳斥也是势在必行的。

§37

ἦν γάρ ποτε χρόνος, ὦ Ἀθηναῖοι, ὅτε τείχη καὶ ναῦς οὐκ ἐκεκτήμεθα· γενομένων δὲ τούτων τὴν ἀρχὴν ἐποιησάμεθα τῶν ἀγαθῶν. ὧν εἰ καὶ νῦν ἐπιθυμεῖτε, ταῦτα κατεργάσασθε. ταύτην δὲ λαβόντες ἀφορμὴν οἱ πατέρες ἡμῶν κατηργάσαντο τῇ πόλει δύναμιν τοσαύτην ὅσην οὔπω τις ἄλλη πόλις ἐκτήσατο, τὰ μὲν πείσαντες τοὺς Ἕλληνας, τὰ δὲ λαθόντες, τὰ δὲ πριάμενοι, τὰ δὲ βιασάμενοι.

雅典人啊,因为曾经有过一段时期,我们既没有城墙也没有战船;然而随着这些东西的产生,我们开启了一切福祉的源头。倘若你们如今依然渴望这些福祉,就应当夺得这些基础。我们的父辈正是以此为起点,为城邦赢得了此前从未有任何其他城邦获得过的巨大力量,一部分是靠说服希腊人,一部分是靠暗中行事,一部分是靠金钱赎买,一部分则是靠武力强夺。

§38

πείσαντες μὲν οὖν Ἀθήνησι ποιήσασθαι τῶν κοινῶν χρημάτων Ἑλληνοταμίας, καὶ τὸν σύλλογον τῶν νεῶν παρʼ ἡμῖν γενέσθαι, ὅσαι δὲ τῶν πόλεων τριήρεις μὴ κέκτηνται, ταύταις ἡμᾶς παρέχειν· λαθόντες δὲ Πελοποννησίους τειχισάμενοι τὰ τείχη· πριάμενοι δὲ παρὰ Λακεδαιμονίων μὴ δοῦναι τούτων δίκην· βιασάμενοι δὲ τοὺς ἐναντίους τὴν ἀρχὴν τῶν Ἑλλήνων κατηργασάμεθα. καὶ ταῦτα τὰ ἀγαθὰ ἐν ὀγδοήκοντα καὶ πέντε ἡμῖν ἔτεσιν ἐγένετο.

于是,他们通过说服,使各邦共同资金的希腊司库官设立在雅典,使舰队的汇集地设在我们这里,并由我们向那些没有三列桨座战船的城邦提供战船;通过暗中行事,他们瞒着伯罗奔尼撒人修筑了城墙;通过金钱赎买,他们从拉刻代蒙人那里免受了对此事的惩罚;通过武力压服对手,我们赢得了对希腊人的统治霸权。而这些福祉是在八十五年间归我们所有的。

§39

κρατηθέντες δὲ τῷ πολέμῳ τά τε ἄλλα ἀπωλέσαμεν, καὶ τὰ τείχη καὶ τὰς ναῦς ἔλαβον ἡμῶν ἐνέχυρα Λακεδαιμόνιοι, τὰς μὲν παραλαβόντες, τὰ δὲ καθελόντες, ὅπως μὴ πάλιν ταύτην ἔχοντες ἀφορμὴν δύναμιν τῇ πόλει κατασκευάσαιμεν. πεισθέντες τοίνυν ὑφʼ ἡμῶν Λακεδαιμόνιοι πάρεισι νυνὶ πρέσβεις αὐτοκράτορες, τά τε ἐνέχυρα ἡμῖν ἀποδιδόντες, καὶ τὰ τείχη καὶ τὰς ναῦς ἐῶντες κεκτῆσθαι, τάς τε νήσους ἡμετέρας εἶναι.

然而在战争中战败后,我们不仅失去了其余的一切,而且拉刻代蒙人还把我们的城墙和战船作为抵押夺了去,他们接收了战船,拆毁了城墙,以免我们再次以此为起点为城邦树立力量。然而如今,拉刻代蒙人经我们说服,已作为全权使节来到这里,把那些抵押物归还给我们,允许我们拥有城墙与战船,并同意那些岛屿归我们所有。

§40

τὴν αὐτὴν τοίνυν ἀρχὴν ἀγαθῶν λαμβάνοντας ἥνπερ ἡμῶν ἐλάμβανον οἱ πρόγονοι, ταύτην οὐκ ἀκτέον φασὶ τὴν εἰρήνην τινὲς εἶναι.3 παριόντες οὖν αὐτοὶ διδασκόντων ὑμᾶς — ἐξουσίαν δʼ αὐτοῖς ἡμεῖς ἐποιήσαμεν, προσθέντες τετταράκοντα ἡμέρας βουλεύσασθαι — τοῦτο μὲν τῶν γεγραμμένων εἴ τι τυγχάνει μὴ καλῶς ἔχον· ἔξεστι γὰρ ἀφελεῖν· τοῦτο δʼ εἴ τίς τι προσθεῖναι βούλεται, πείσας ὑμᾶς προσγραψάτω. πᾶσί τε τοῖς γεγραμμένοις χρωμένοις ἔστιν εἰρήνην ἄγειν.

因此,当我们正获得同我们祖先所获得的完全相同的福祉源头时,有些人却声称绝不可接受这一和平。那么就让他们亲自走上讲坛来指教你们吧——因为我们已为审议追加了四十天,赋予了他们充分的机会——其一,写下的条文中是否有任何不妥之处,因为这是可以予以删除的;其二,若有人想要增补任何内容,尽可说服你们后将其写入。而且采用所有写定的条款,是可以享有和平的。

§41

εἰ δὲ μηδὲν ἀρέσκει τούτων, πολεμεῖν ἕτοιμον. καὶ ταῦτʼ ἐφʼ ὑμῖν πάντʼ ἐστίν, ὦ Ἀθηναῖοι· τούτων ὅ τι ἂν βούλησθε ἕλεσθε. πάρεισι μὲν γὰρ Ἀργεῖοι καὶ Κορίνθιοι διδάξοντες ὡς ἄμεινόν ἐστι πολεμεῖν, ἥκουσι δὲ Λακεδαιμόνιοι πείσοντες ὑμᾶς εἰρήνην ποιήσασθαι. τούτων δʼ ἐστὶ τὸ τέλος παρʼ ὑμῖν, ἀλλʼ οὐκ ἐν Λακεδαιμονίοις, διʼ ἡμᾶς. πρεσβευτὰς οὖν πάντας ὑμᾶς ἡμεῖς οἱ πρέσβεις ποιοῦμεν· ὁ γὰρ τὴν χεῖρα μέλλων ὑμῶν αἴρειν, οὗτος ὁ πρεσβεύων ἐστίν, ὁπότερʼ ἂν αὐτῷ δοκῇ, καὶ τὴν εἰρήνην καὶ τὸν πόλεμον ποιεῖν. μέμνησθε μὲν οὖν, ὦ Ἀθηναῖοι, τοὺς ἡμετέρους λόγους, ψηφίσασθε δὲ τοιαῦτα ἐξ ὧν ὑμῖν μηδέποτε μεταμελήσει.

然而,如果这些都不能令你们满意,战事便蓄势待发。雅典人啊,这一切全在你们掌握之中:在其中任选你们所愿的吧。因为阿尔戈斯人和科林斯人在此是要指教你们打仗更为有利,而拉刻代蒙人来此则是要劝说你们缔结和平。但多亏了我们,此事的最终决断权在你们手中,而不在拉刻代蒙人手里。因此,我们使节团把你们全体都变成了使节;因为你们当中准备举起手来的每一个人,就是按自己的裁夺去决断和平与战争的使节。因此,雅典人啊,请牢记我们的话,做出绝不会令你们后悔的决议吧。

语法注3 条
  1. 34εἰρήνης δὲ πέρι πρεσβεύοντας κοινῆς τοῖς Ἕλλησιν, ἐφʼ οἷς ὅρκοι τε ὀμοσθήσονται στῆλαί τε σταθήσονται γεγραμμέναι, ταῦτα δὲ οὔτε λαθεῖν οὔτε ἐξαπατῆσαι δεῖν

    由句首动词 φημί 所支配的“宾格加不定式”结构。与前半句战时(πολέμου μὲν ὄντος)的 ἄνδρα στρατηγὸν ... δεῖν ἄγειν 相对照,后半句以宾格分词 πρεσβεύοντας(出使之人,即使节们)引出逻辑主语;在插入关系从句 ἐφʼ οἷς ... 之后,伴随复数中性宾格代词 ταῦτα(作为限制宾格或不定式的直接宾语),无人称动词 δεῖν 再次重复出现,构成轻微的破格结构。

  2. 36οὐ γιγνώσκειν τὰς διαλλαγὰς αἵτινές εἰσιν

    典型的先取结构(prolepsis)。间接疑问从句 αἵτινές εἰσιν(它们究竟是什么样的)中原本的主语(αἱ διαλλαγαί),被提前作为主导不定式 γιγνώσκειν 的直接宾语(τὰς διαλλαγάς)。

  3. 40τὴν αὐτὴν τοίνυν ἀρχὴν ἀγαθῶν λαμβάνοντας ἥνπερ ἡμῶν ἐλάμβανον οἱ πρόγονοι, ταύτην οὐκ ἀκτέον φασὶ τὴν εἰρήνην τινὲς εἶναι

    从属于主句 φασί τινες 的“宾格加不定式”结构。句首的宾格分词 λαμβάνοντας 修饰被省略的逻辑主语 ἡμᾶς(我们),表伴随状况或让步(“当我们正获得同一福祉起点之时”)。动形容词 ἀκτέον(源自 ἄγω)与 εἶναι 连用,作无人称主动用法,支配直接宾语 ταύτην τὴν εἰρήνην(“不可接受这一和平”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0027.tlg003.humanitext-grc2:34-41