- 底本
- Oppian of Apamea. Cynegetica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0024.tlg001.humanitext-grc2:4.378-4.453
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节详述了结合罗网、恐兽带与伏兵驱赶并生擒母熊的技术,随后阐述了依循野兔、羚羊与狐狸不同习性展开的追猎要领。
τοῖσι δὲ καὶ δρυμὸν διεπέφραδε, θῆρά τε πικρὴν
猎人向众人指出了密林所在,
αὐτὸς καὶ συνάεθλος ὅπου λοχόωντες ἔλειψαν.
以及他与同伴设伏时将那凶猛野兽留下的地方。
οἱ δʼ ἄρʼ ἐπειγόμενοι στάλικας στήσαντο κραταιοὺς
于是他们急忙立起坚固的网桩,
δίκτυά τʼ ἀμπετάσαντο καὶ ἄρκυας ἀμφεβάλοντο·
张开大网,布设罗网;在两翼各处、
ἐν δὲ δύω κλῖναν δοιαῖς ἑκάτερθε κεραίαις
白蜡树丛生的岩峰下,
ἀνέρας ἀκρολίνους ὑπὸ μειλινέοισι πάγοισιν.
安设了两名把守网端的壮士。
ἐκ δʼ αὐτῶν κεράων τε καὶ αἰζηῶν πυλαωρῶνλαιῇ μὲν μήρινθον ἐΰστροφον ἐκτανύουσι
自这两翼与年轻的守门者之手,
μηκεδανήν, λινέην, ὀλίγον γαίης ἐφύπερθεν,
他们在左侧稍离地面处拉起一条编织精细的修长麻绳,
ὅσσον ἐπʼ ὀμφαλὸν ἀνδρὸς ἱκανέμεναι στροφάλιγγα·1
其高度恰及男子的肚脐之洼。
τῆς ἀπὸ μὲν κρέμαται περιδαίδαλα παμφανόωντα
绳上悬挂着工艺精湛、五彩斑斓的布带,
ἄνθεα ταινιῶν πουλύχροα, δείματα θηρῶν,
以作为惊吓野兽的恐吓之物;
ἐκ δʼ ἄρʼ ἀπήρτηται πτίλα μυρία παμφανόωντα,
其上又垂挂着无数闪耀的羽毛,
οἰωνῶν τε διηερίων περικαλλέα ταρσὰ
那是翱翔空中的飞禽——苍鹫、
γυπάων πολιῶν τε κύκνων δολιχῶν τε πελαργῶν.
天鹅与长颈鹳雀的秀丽羽翼。
δεξιτερῇ δὲ λόχους ὑπὸ ῥωγάσιν ἐστήσαντο,
在右侧,他们于岩隙之下设下伏兵,
ἢ χλοεροῖς πετάλοισι θοῶς πυκάσαντο μέλαθρα,
或相距不远用青翠树叶迅速搭起荫棚,
τυτθὸν ἀπʼ ἀλλήλων, πίσυρας δʼ ἐκάλυψαν ἑκάστῳ
每处藏匿四名男子,
ἀνέρας, ὁρπήκεσσι πρόπαν δέμας ἀμφιβαλόντες.
用枝条遮蔽其全身。
αὐτὰρ ἐπὴν κατὰ κόσμον ἐπαρτέα πάντα πέλωνται,
当一切依序准备就绪,号角骤然发出震天巨响,
σάλπιγξ μὲν κελάδησε πελώριον, ἡ δέ τε λόχμης
野兽自灌木丛中尖声咆哮着跃出,
ὀξὺ λέληκε θοροῦσα καὶ ὀξὺ δέδορκε λακοῦσα·
嘶吼间目光锐利骇人。
αἰζηοὶ δʼ ἐπόρουσαν ἀολλέες, ἐκ δʼ ἑκάτερθεν
青年们成群扑上前去,
ἀντία θηρὸς ἴασι φαλαγγηδὸν κλονέοντες.
自两侧排成战阵奔突推挤,直逼野兽。
ἡ δʼ ὅμαδον προλιποῦσα καὶ ἀνέρας ἰθὺς ὀρούει,
野兽避开喧嚣与人丛,
γυμνὸν ὅπου λεύσσει πεδίον πολύ· κεῖθεν ἔπειτα
直奔它望见的一片开阔平原;随后,
ἑξείης κατὰ νῶτον ἐγειρόμενος λόχος ἀνδρῶν
男子们组成的伏兵自其背后依次跃起,
κλαγγηδὸν παταγοῦσιν, ἐπʼ ὀφρύα μηρίνθοιο
呐喊喧腾,
σευόμενοι καὶ δεῖμα πολύχροον· ἡ δέ τʼ ἀνιγρὴ
将它驱向绳索之处与斑驳的恐兽之物。
ἀμφίβολος μάλα πάμπαν ἀτυζομένη πεφόρηται·
那受窘的野兽进退维谷,惊惶失措地四处奔突;
πάντα δʼ ὁμοῦ δείδοικε, λόχον, κτύπον, αὐλόν, ἀϋτήν,
它同时畏惧一切——伏兵、轰响、短笛、
δειμαλέην μήρινθον· ἐπεὶ κελάδοντος ἀήτεω
呼号以及那可怖的绳索;
ταινίαι τʼ ἐφύπερθε διηέριαι κραδάουσι
因在狂风呼啸之中,半空的布条飘摇晃动,
κινύμεναι πτέρυγές τε λιγήϊα συρίζουσι.
颤动的羽翼亦发出凄厉的尖鸣。
τοὔνεκα παπταίνουσα κατʼ ἄρκυος ἀντίον ἕρπει,
因此它东张西望间径直朝罗网走去,
ἐν δʼ ἔπεσεν λινέοισι λόχοις· τοὶ δʼ ἐγγὺς ἐόντες
跌入了麻织的伏阵之中。
ἀκρόλινοι θρώσκουσι καὶ ἐγκονέοντες ὕπερθε
守在近旁的网端守候者飞身扑上,
σπαρτόδετον τανύουσι περίδρομον· ἄλλο δʼ ἐπʼ ἄλλῳνηήσαντο λίνον· μάλα γὰρ τότε θυμαίνουσιν
忙乱中从上方拉紧绳编的环索,并将一张张罗网重叠覆压;
ἄρκτοι καὶ γενύεσσι καὶ ἀργαλέαις παλάμῃσι·
因那时母熊会用巨颚与令人痛苦的利爪暴烈发狂,
δηθάκι δʼ ἐξαυτῆς φύγον ἀνέρας ἀγρευτῆρας
且往往在当场便从猎人手中逃脱,
δίκτυά τʼ ἐξήλυξαν, ἀΐστωσαν δέ τε θήρην.
滑出罗网,使猎获化为乌有。
ἀλλὰ τότε κρατερός τις ἀνὴρ παλάμην ἐπέδησεν
然而此时一名魁梧勇士缚住了母熊的右爪,
ἄρκτου δεξιτερήν, χήρωσέ τε πᾶσαν ἐρωήν,
剥夺了它所有的冲劲,
δῆσέ τʼ ἐπισταμένως, τάνυσέν τε ποτὶ ξύλα θῆρα,καὶ πάλιν ἐγκατέκλεισε δρυὸς πεύκης τε μελάθρῳ,
熟练地将其捆绑,将兽身紧绷在木架之上,
πυκνῇσι στροφάλιγξιν ἑὸν δέμας ἀσκήσασαν.
再度将那剧烈扭动身躯的野兽锁入橡木与松木制成的囚笼之中。
χρειὼ δὲ σκοπέλου μὲν ἀνάντεος ἠδὲ πάγοιο
此外,应当抢先奔跑,
σεύεσθαι προθέοντα2 ποδώκεα φῦλα λαγωῶν,πρὸς δὲ κάταντα σοφῇσι προμηθείῃσιν ἐλαύνειν·
将奔走如飞的野兔群自陡峭岩山与峰峦驱逐而下,
αὐτίκα γὰρ σκύλακάς τε καὶ ἀνέρας ἀθρήσαντες
以明智的预见逼其向下奔逃;
πρὸς λόφον ἰθύνουσιν· ἐπεὶ μάλα γιγνώσκουσιν,
因野兔一见猎犬与人群,便会直奔山冈,
ὅττι πάροιθεν ἔασιν ὀλιζότεροι πόδες αὐτοῖς.
深知自己的前足较为短小。
τοὔνεκα ῥηΐδιοι πτώκεσσι πέλουσι κολῶναι,
正因如此,丘陵对野兔而言轻而易举——对野兔易如反掌,
ῥηΐδιοι πτώκεσσι, δυσάντεες ἱππελάτῃσι.
对策马奔驰的猎手却险阻难行。
ναὶ μὴν ἀτραπιτοῖο πολυστιβίην ἀλεείνειν
再者,须避开踩踏频繁的大道与小径,
καὶ πάτον, ἐν δʼ ἄρα τῇσι γεωμορίῃσιν ἐλαύνειν·
将其驱入耕垄之中;
κουφότεροι γὰρ ἔασι τρίβῳ καὶ ποσσὶν ἐλαφροὶ
因在平途之上它们更加敏捷、脚步轻盈,
ῥεῖά τʼ ἐπιθρώσκουσιν· ἀρηρομένῃ δʼ ἐνὶ γαίῃ
跳跃自如;但在翻耕的泥土里,
καὶ θέρεος βαρύθουσι πόδες καὶ χείματος ὥρῃ
即使在夏季它们也举步维艰,
ἄχρις ἐπισφυρίων ὀλοὴν κρηπῖδα φέρουσιν.
在冬季更是直至脚踝都裹着一层致命的泥靴。
ἤν ποτʼ ἐλῇς δόρκον δέ, φυλάσσεο μὴ μετὰ πολλὸν
倘若你追逐羚羊,务须防备:
ἐκτάδιον δολιχόν τε δρόμον καί τέρμα πόνοιο
莫让它在长途狂奔与筋疲力竭的终点略作驻足,
τυτθὸν ὑποσταίη, λαγόνων δʼ ἀπὸ μήδεα χεύῃ·3
自胁腹排泄尿液。
δόρκοι γὰρ περίαλλα δρόμοις ἐνὶ μεσσατίοισι
因羚羊在奔跑半途膀胱极度鼓胀,
κυστίδα κυμαίνουσιν, ἀναγκαίοισιν ὑπʼ ὄμβροις
受内急水液所迫而腰胁沉重,
βριθόμενοι λαγόνας, ποτὶ δʼ ἰσχίον ὀκλάζουσιν·
甚至蹲伏后肢;
ἢν δʼ ὀλίγον πνεύσωσι πολυσφαράγων ἀπὸ λαιμῶν,
但倘若它们自剧烈喘息的咽喉中稍得喘息,
πολλὸν ἀρειότεροι λαιψηρότεροί τε φέβονται,
便会以轻松的双膝与轻盈的脏腑,
γούνασιν εὐφόρτοισι καὶ ἔγκασι κουφοτέροισι.
跑得更为矫健飞快。
κερδὼ δʼ οὔτε λόχοισιν ἁλώσιμος οὔτε βρόχοισιν
而狡黠的狐狸,既不能为伏兵所获,
οὔτε λίνοις· δεινὴ γὰρ ἐπιφροσύνῃσι νοῆσαι,
亦不落入套索与网罗;
δεινὴ δʼ αὖτε κάλωα ταμεῖν, ὑπὸ δʼ ἅμματα λῦσαι,
因它极善于运用智慧察知机关,又善于咬断绳索、
καὶ πυκινοῖσι δόλοισιν ὀλισθῆσαι θανάτοιο.
解开结扣,凭借缜密的诡计自死地脱逃。
ἀλλὰ κύνες μιν ἄειραν ἀολλέες· οὐδʼ ἄρʼ ἐκεῖνοι
唯有众犬成群将其叼起;然而即使是强壮勇猛的猎犬,
καὶ κρατεροί περ ἐόντες ἀναιμωτὶ δαμάσαντο.
也绝无法在不流血的情况下将其制服。
- 4.387ὅσσον ἐπʼ ὀμφαλὸν ἀνδρὸς ἱκανέμεναι στροφάλιγγα
数量关系副词 ὅσσον 接史诗体不定式 ἱκανέμεναι(即 ἱκάνειν),表示程度与结果的界限(“足以达到……”)。此外,ὀμφαλόν 与 στροφάλιγγα 构成“整体与部分同位”(限制性宾格),后者进一步限定前者的具体部位(“男子的肚脐,即其凹涡”)。
- 4.425χρειὼ δὲ σκοπέλου μὲν ἀνάντεος ἠδὲ πάγοιο σεύεσθαι προθέοντα
名词 χρειώ 与省略的系词 ἐστί 一同充当非人称谓语(相当于 χρή),支配不定式 σεύεσθαι(及随后的 ἐλαύνειν)。分词 προθέοντα 为阳性单数宾格,与不定式的逻辑主语(抢先奔跑的猎手)一致;而 φῦλα λαγωῶν(中性复数宾格)则是不定式的直接宾语,不可将分词误连于兔子。
- 4.439φυλάσσεο μὴ μετὰ πολλὸν ἐκτάδιον δολιχόν τε δρόμον καί τέρμα πόνοιο τυτθὸν ὑποσταίη, λαγόνων δʼ ἀπὸ μήδεα χεύῃ
由表示防备戒惧的动词 φυλάσσεο 引导带有 μή 的从属从句(“当心免得……”)。两个并列的动词在此展现了语气交替:前者 ὑποσταίη 为不定过去时祈愿气(表较为疏远的顾虑或潜在可能),后者 χεύῃ 则为不定过去时虚拟气(表切近逼真的具体后果)。
