- 底本
- Oppian of Apamea. Cynegetica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0024.tlg001.humanitext-grc2:4.150-4.224
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节讲述了四位埃塞俄比亚勇士如何利用柳条盾牌、防具与皮鞭戏弄并耗尽猛狮的气力将其生擒,随后记述了以被束缚的犬为诱饵、使用较小陷坑捕捉胡狼与豹的技法。
πλεκτὰ σάκη τεύχουσιν ἐϋστρέπτοισι λύγοισι
他们用柔韧的柳条编成盾牌,
καρτερὰ καὶ πλευρῇσι περίδρομα, κὰδ δὲ βοείας
坚固且贴合身躯两侧,并在有圆突的盾牌上
ἀζαλέας τανύουσιν ἐπʼ ἀσπίσιν ὀμφαλοέσσαις
蒙上干燥的牛皮,
ἄλκαρ ἔμεν τʼ ὀνύχων βριαρῶν γενύων τε δαφοινῶν·1
以御强健的利爪和鲜血淋漓的巨颚;
αὐτοὶ δʼ οἰὸς ἄωτα πρόπαν δέμας ἀμφιέσαντο,
他们自身则用最精细的羊毛裹住全身,
σφιγξάμενοι καθύπερθεν ἐπασσυτέροις τελαμῶσι·
从头到脚用密集的皮带紧紧缠扎;
καὶ κόρυθες κρύπτουσι καρήατα· μοῦνα δʼ ἀθρήσαις
头盔遮蔽了头颅,你所能望见的
χείλεά τε ῥῖνάς τε καὶ ὄμματα μαρμαίροντα.
唯有嘴唇、鼻子与闪烁的双目。
ἄντα δὲ θηρὸς ἴασιν ἀολλέες, εὐκελάδοισι
他们齐心协力迎向野兽,在空中
μάστιξιν θαμινῇσι διʼ ἠέρος αἰθύσσοντες·
频频挥动脆响的皮鞭;
αὐτὰρ ὅ γε σπήλυγγος ὑπεκπροθορὼν ἀλίαστος
而狮子则决然从洞穴中猛跃而出,
βρυχᾶται πετάσας φόνιον χάος ἀντία φωτῶν,
对着人群张开血腥的深渊巨口怒吼,
δερκόμενος χαροποῖσιν ὑπʼ ὄμμασιν αἰθόμενον πῦρ,
在炯炯目光下闪烁着熊熊烈火,
θυμῷ παφλάζων ἴκελος δίοισι κεραυνοῖς.
胸中沸腾翻滚犹如神明的雷霆。
οὐ τοῖον Γάγγαο ῥόος πρόσθʼ ἠελίοιο
即使是旭日映照下的恒河之流,
Ἰνδὸν ὑπὲρ δάπεδον Μαρυανδέα λαὸν ἀμείβων
越过印度原野经由马扬狄诺伊人的土地,
μυκᾶται βρύχημα πελώριον, ὁππότε κρημνῶν
从悬崖飞奔而下淹没漆黑岸滩之时,
ἐκπροθορὼν ἐκάλυψε μέλαν δέμας αἰγιαλοῖο·
亦未发出如此巨大的怒吼轰鸣——
ὅστε καὶ εὐρύτατός περ ἐὼν καί τʼ εἴκοσιν ἄλλοις
纵然它浩瀚无际,汇聚二十条其他江河
κυρτοῦται ποταμοῖσι κορυσσόμενος λάβρον ὕδωρ·
激荡起磅礴的狂流;
οἷον ἐπισμαραγεῖ2 δρίος ἄσπετον ἠδὲ χαράδραι
无垠的森林与峡谷在致命的咆哮中轰鸣,
βρυχηθμοῖς ὀλοοῖσιν, ἐπιβρέμεται δʼ ὅλος αἰθήρ.
整个苍穹亦在上空回荡震颤。
καί ῥʼ ὁ μὲν αὐτίκʼ ὄρουσε λιλαιόμενος χροὸς ἆσαι,
狮子随即猛扑向前,渴望饱啖人肉,
λαίλαπι χειμερίῃ πανομοίϊος· οἱ δὲ μένουσιν
势如冬日的暴风骤雨;而猎人们屹立不动,
ἀστεμφεῖς πυρόεσσαν ἐπαιγίζουσαν ἐνιπήν.
坚如磐石地迎向那风暴般狂暴的烈火之威。
αὐτὰρ ὅ γʼ ἔν τʼ ὀνύχεσσι γένυσσί τε λευγαλέῃσιν
狮子以利爪和险恶的下颚,
ἄσχετος ὅν κεν ἕλῃσιν ἐπαιθύσσων κεραΐζει.
不可遏制地将所扑中之人狂撕乱扯。
τὸν δʼ ἕτερος κατόπισθε μεταθρώσκων αἰζηῶν
而另一位青年则自背后跳跃向前,
κικλήσκει, παταγῶν τε διαπρύσιόν τε γεγωνώς.
发出尖厉的敲击声与高亢的呼喊;
αἶψα δʼ ἐπιστρεφθεὶς μεγαλήνωρ ἠΰκομος λῖς
那雄健威武、鬃毛华美的狮子闻声遽然转身,
ὦρτο λιπὼν ὃν ἔμαρψεν ὑπὸ στόμα· καὶ πάλιν ἄλλος
抛下口下所擒之人而扑向来者;旋即又有一人
δόχμιος ἠϋγένειον ὀρίνει θῆρα κελαινόν·
自侧旁激惹这宽下颚的墨黑猛兽;
ἄλλοι δʼ ἀλλαχόθεν μιν ἐπασσύτεροι κλονέουσι
其他人亦自四面八方接二连三扰动着它,
ῥινοῖσιν πίσυνοι σακέεσσί τε καὶ τελαμῶσι,
依凭着牛皮、盾牌与束带,
τοὺς οὔτε κρατεροὶ γενύων τάμνουσιν ὀδόντες,
那巨颚的坚齿既无法咬穿,
οὔτε σιδηρείων ὀνύχων πείρουσιν ἀκωκαί.
坚如铁铸的利爪尖峰亦无法刺透。
αὐτὰρ ὁ μαψίδιον φθινύθει πόνον, ἄκριτα θύων,
狮子徒然虚耗力气,毫无章法地狂怒乱撞,
τὸν μὲν καλλείπων, τὸν δʼ αἰρόμενος χθονὸς αἶψα
舍下一人,旋即又将另一人从地上掀起
αὖ ἐρύων, τῷ δʼ αὖτις ἀάσχετος ἰθὺς ὀρούων.3
并再次拖倒,又势不可挡地直奔第三人而去。
ὡς δʼ ὁπότʼ ἐν πολέμοισιν ἀρήϊον ἄνδρα κραταιὸν
正如在战场上一位勇烈好战的勇士,
δήϊος ἀμφιβάλῃ στεφάνη μαλεροῖο μόθοιο,
被酷烈交战中凶暴的敌阵圆环所包围,
αὐτὰρ ὅ γε πνείων μένος Ἄρεος ἔνθα καὶ ἔνθα
他虽喷吐着战神阿瑞斯的气魄,在手中挥舞着
ἀΐσσει, παλάμῃ κραδάων πεφονωμένον ἔγχος,
染血的长矛,四下冲杀,
ὀψὲ δέ μιν δάμνησιν ἐνυάλιος λόχος ἀνδρῶν,
但最终仍被成阵的敌军男儿所压倒,
πάντες ὁμοῦ βρίσαντες· ὁ δʼ ὀκλάζει κατὰ γαίης,
众人齐力合围,他在密集呼啸的尖锋穿刺下
βαλλόμενος πυκινῇσι τανυρροίζοισιν ἀκωκαῖς·
颓然屈膝跪地;
ὣς ὅ γʼ ἀνηνύστοισιν ἀπειπάμενος καμάτοισιν
猛兽亦同样在徒劳的疲惫前屈服,
ὀψὲ βροτοῖσιν ἔδωκε βραβήϊα πάντα μόθοιο·
最终向凡人拱手让出搏战的全部桂冠;
ἀφρὸν ἀποσταλάει δὲ ποτὶ σχερὸν αἱματόεντα·
它口中绵延不断地淌下带血的泡沫,
εἴκελος αἰδομένῳ δὲ ποτὶ χθόνα κανθὸν ἐρείδει.
犹如满心愧怍之人,将目光垂向地面。
ὡς δὲ βροτὸς πολλοῖσιν ἐρεψάμενος κοτίνοισι
又如一个在拳击竞技中屡夺野橄榄桂冠的凡人,
πυγμαχίης ἐν ἀγῶσιν, ὑπʼ ἀνέρος ἀλκήεντος
在一位勇武男儿持续不断的打击下轰然倒下,
ἄντην ἀσσυτέρῃσιν ὑπʼ ὠτειλῇσι δαμασθείς,
起初满身浴血,犹如醉汉般
ἔστη μὲν πρώτιστα λελουμένος αἵματι λάβρῳ,
步履踉跄、头颅歪斜地勉强站立,
οἷα μεθυσφαλέων, ἑτεροκλινέων τε κάρηνον·αὐτὰρ ἔπειτʼ ἐπὶ γαῖαν ὑποκλαδὸν ἐξετανύσθη·
随后双膝一软,僵直仆倒在地;
ὣς ὅ γʼ ἐπὶ ψαμάθου κεκαφηότα γυῖα τάνυσσεν.
狮子亦同样在沙地上伸直了虚脱的四肢。
οἱ δὲ τότʼ ἐγκονέουσι πολὺ πλέον, αἶψα δʼ ὕπερθε
这时猎人们愈发敏捷地动作,立即从上方
πάντες ἐρεισάμενοι κρατεροῖσι δέουσʼ ὑπὸ δεσμοῖς
齐力压下,用坚固的绳索捆缚住它,
οὐδὲν ἀλευόμενον, μάλα δʼ ἤρεμον ἀτρεμέοντα.
猛兽毫无挣扎,极度安静地一动不动。
ὦ μέγα τολμήεντες, ὅσον χάδον, ὅσσον ἔρεξαν,4
啊,这群勇烈非凡之人,经历了何等坚忍,完成了何等壮举,
αἰνόν κεῖνο πέλωρον ἅτε κτίλον ἀείρουσιν.
竟如搬抬驯顺的牲畜般抬起了那头可怕的巨兽!
ἔκλυον ὡς βόθροισιν ὁμοίοισίν τε δόλοισι
我曾听闻,他们亦用相似的深坑与计谋
θήρασσαν καὶ θῶας ἀναιδέας, ἠδὲ γένεθλα
猎捕无耻的胡狼,诱捕豹子
πορδαλίων ἀπάτησαν, ἀτὰρ πολὺ μείοσι βόθροις·
的种群,只是所用陷坑要小得多;
κίονα δʼ οὐχὶ λίθοιο, δρυὸς δʼ ἐτάμοντο κεραίην·
且不立石柱,只砍下一截橡树枝;
οὐδὲ μὲν ὑψικρεμῆ χιμάρου γόνον ᾐώρησαν,
亦不高悬幼小的山羊,
ἀλλὰ κυνός· τοῦ δʼ αὖτʼ ἀπὸ μήδεα δῆσαν ἱμάσθλαις
而是悬吊一只犬;又用细皮条紧勒其私处;
λεπταλέαις· ὁ δʼ ἄρʼ ὦκα περισπερχὴς ὀδύνῃσιν
犬因剧痛难忍而发狂,
ὠρυθμοῖς ὑλάει καὶ πορδαλίεσσιν ἀϋτεῖ·
伴着哀号狂吠,向着豹群尖叫;
ἡ δὲ μάλʼ ἰάνθη, διά τε δρίος ἰθὺς ὀρούει.
母豹满心狂喜,穿过密林笔直飞奔而来。
ὡς δʼ ὁπότʼ ἰχθυβόλοι κύρτου δόλον ἐστήσαντο,
正如渔人设置竹笼的诱阱,
πλεξάμενοι σπάρτῳ Σαλαμινίδι, καὶ λαγόνεσσι
用萨拉米斯的金雀花枝编成,在竹笼腹内
πούλυπον ἢ κεστρῆα πυρὶ φλεγέθοντες ἔθεντο·
放入在火上烤炙的章鱼或鲻鱼;
ὀδμὴ δʼ ἐς πλαταμῶνας ἀφίκετο, καὶ ποτὶ κύρτον
香气飘散至平坦的礁石间,并朝向竹笼
- 4.153ἄλκαρ ἔμεν τʼ ὀνύχων βριαρῶν γενύων τε δαφοινῶν
不定式 ἔμεν(史诗形式,相当于 εἶναι)用作表示目的的谓语性不定式(意为“以作为……的防御”)。属格 ὀνύχων ... γενύων 是由名词 ἄλκαρ(防御)所支配的宾格性属格,表示防御的对象。
- 4.164οὐ τοῖον Γάγγαο ῥόος ... μυκᾶται βρύχημα πελώριον ... οἷον ἐπισμαραγεῖ
由 οὐ τοῖον ... οἷον ... 构成的长篇比较相关结构。骨架为:“恒河之流在……之时发出的轰鸣,亦不及致命咆哮震响山林峡谷之甚。”相互呼应的 οὐ τοῖον ... μυκᾶται 与 οἷον ἐπισμαραγεῖ 之间插入了包含分词短语的时间从句与关系从句。
- 4.187τὸν μὲν καλλείπων, τὸν δʼ αἰρόμενος χθονὸς αἶψα / αὖ ἐρύων, τῷ δʼ αὖτις ἀάσχετος ἰθὺς ὀρούων
并列指示代词 τὸν μέν ... τὸν δέ ... τῷ δέ 分别指代前文提到的四位猎人中不同的人(“舍下一人,掀倒另一人,又直奔第三人而去”),生动描绘了狮子被四人接连牵制戏弄的情形。
- 4.210ὅσον χάδον, ὅσσον ἔρεξαν
接在感叹语 ὦ μέγα τολμήεντες 之后的感叹结构。χάδον 是动词 χανδάνω(容纳、承受)的第二不定过去时形式 ἔχαδον,意为“他们承受了何等艰难,成就了何等伟绩!”。
