- 底本
- Oppian of Apamea. Cynegetica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0024.tlg001.humanitext-grc2:4.1-4.73
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
诗人铺陈了野兽的形态与天性之丰富多样,向卡拉卡拉帝呈献诗篇并祈求阿耳忒弥斯庇佑,随后阐明了依野兽特性而定的通用狩猎原则(罗网、良驹及风向之辨察)。
εἴδεα μὲν τόσα θηρσί, τόσαι δʼ ἀνὰ δάσκιον ὕλην
野兽的形态正是如此繁多,在幽暗的森林深处,
νυμφίδιοι φιλότητες ὁμήθειαί τε πέλονται
它们的婚配之爱、彼此的伴随、仇隙、
ἔχθεά τε κρυεροί τε μόθοι νόμιοί τε χαμεῦναι.
严酷的厮杀与荒野的栖所亦是这般多端。
τλησιπόνων δʼ ἀνδρῶν χρέος ἄπλετον ἀείδωμεν,
现在,
ἀμφότερον κρατερόν τε μένος καὶ ἐπίφρονα βουλὴν
让我们歌咏那些坚忍之人的无尽职志——既歌咏他们坚强的气魄与明断的谋划,
κέρδεά τʼ αἰολόβουλα πολυφράστοις τε δόλοισι
也歌咏机敏的巧思,
φραξαμένην κραδίην·1 ἦ γάρ τε πρὸς ἄγρια φῦλα
以及那以精妙的机谋设防的心智。因他们确实是在与荒野的族类交战,
μάρναται, οἷσι θεὸς σθένος ὤπασε καὶ μένος ἠῢ
神赐予了那些族类力量、
καὶ φρένας οὐδʼ αὐτῶν πολὺ μείονας ἀγρευτήρων.
优秀的勇气,以及丝毫不亚于猎人自身的心智。
ἤθεα πολλὰ πέλει κλειτῆς πολυαρκέος ἄγρης,
著名而应有尽有的狩猎之法繁复多样,
ἄρμενα καὶ θήρεσσι καὶ ἔθνεσιν ἠδὲ χαράδραις,
适应于各类野兽、部族与沟壑,
μυρία· τίς κεν ἅπαντα μιῇ φρενὶ χωρήσειεν
数不胜数。谁能以一颗心灵容纳这一切,
εἰπέμεναι2 κατὰ μοῖραν ὑπʼ εὐκελάδοισιν ἀοιδαῖς;
以便在悦耳的歌声中按序逐一讲述?
τίς δʼ ἂν πάντʼ ἐσίδοι; τίς δʼ ἄν τόσον ὠπήσαιτο
又有谁能洞察万物?
θνητὸς ἐών; μοῦνοι δὲ θεοὶ ῥέα πάνθʼ ὁρόωσιν.
谁身为凡夫却能阅尽如此之多?唯有众神能轻而易举洞悉一切。
αὐτὰρ ἐγὼν ἐρέω τά τʼ ἐμοῖς ἴδον ὀφθαλμοῖσι,
然而,
θήρην ἀγλαόδωρον ἐπιστείχων ξυλόχοισιν,
我将讲述我在丛林中巡行追寻赐福丰厚的狩猎时亲眼所见的一切,
ὅσσα τʼ ἀπʼ ἀνθρώπων ἐδάην, τοῖσιν τὰ μέμηλεν,αἰόλα παντοίης ἐρατῆς μυστήρια τέχνης,ἱμείρων τάδε πάντα Σεουήρου Διὸς υἱῷ3
以及从深谙此道之人那里所习得的种种可爱技艺之神妙奥秘,
ἀείδειν· σὺ δέ, πότνα θεά, παγκοίρανε θήρης,
渴盼将这一切歌唱给宙斯·塞维鲁之子。尊贵的女神、狩猎的至高统领(阿耳忒弥斯)
εὐμενέουσα θοῇ βασιληΐδι λέξον ἀκουῇ,
啊,请施恩向他敏捷的帝王之耳倾诉,
ὄφρα τεῶν ἔργων προμαθὼν ὀαρίσματα πάντα
使他在预先通晓你业绩的全部秘语后捕杀野兽,
θηροφονῇ, μακαριστὸς ὁμοῦ παλάμῃ καὶ ἀοιδῇ.
在身手与歌咏中同享福祉。
θηρῶν οἱ μὲν ἔασιν ἐπίφρονες, αἰολόβουλοι,
在野兽之中,有的聪慧多谋,
ἀλλὰ δέμας βαιοί· τοὶ δʼ ἔμπαλιν ἀλκήεντες,
但身躯微小;有的恰恰相反,勇武过人,
βουλὴν δʼ ἐν στήθεσσιν ἀνάλκιδες· οἱ δʼ ἄρʼ ὁμαρτῇ
胸中却缺乏谋略;
καὶ κραδίην δειλοὶ καὶ γυῖα πέλουσʼ ἀμενηνοί,
有的则同时心怀胆怯且四肢软弱,但双足疾速;
ἀλλὰ πόδεσσι θοοί· τοῖσιν δὲ θεὸς πόρε πάντα,
而对另一类,神赐予了一切——精明的谋略、
βουλὴν κερδαλέην, κρατερὸν δέμας, ὠκέα γοῦνα.
强健的体魄与飞快的膝足。
γιγνώσκουσι δʼ ἕκαστος ἑῆς φύσιος κλυτὰ δῶρα,
每种野兽都熟知自身天性的著名天赋,
ἔνθʼ ὀλιγοδρανέες τε καὶ ἔνθα πέλουσι δαφοινοί.
深知自己在何处孱弱,在何处凶悍致命。
οὐκ ἔλαφος κεράεσσι θρασύς, κεράεσσι δὲ ταῦρος·
鹿并不依仗犄角逞强,公牛却以双角显其凶猛;
οὐ γενύεσσιν ὄρυξ κρατερός, γενύεσσι λέοντες·
羚羊的口吻并不强劲,狮子却在颌骨中蕴藏巨力;
οὐ ποσὶ ῥινόκερως πίσυνος, πόδες ὅπλα λαγωῶν·
犀牛不倚仗双足,双足却是野兔的利器;
πόρδαλις οἶδʼ ὀλοὴ παλαμάων λοίγιον ἰόν,
凶暴的花豹深知前爪致命的重击,
καὶ σθένος αἰνὸς ὄϊς μέγα λαϊνέοιο μετώπου,
可怕的公羊深知坚如磐石的额头的巨力,
καὶ κάπρος μένος οἶδεν ἑῶν ὑπέροπλον ὀδόντων.
野猪亦知晓自身獠牙傲慢无匹的威能。
ὅσσαι μέν νυν ἔασιν ἐπακτήρεσσι δαφοινοῖςμουναδὸν ἐν σκοπέλοισι προμήθειαί τε πάγαι τε,
至于凶猛的猎人们在岩峰间独自使用的种种谋略与陷阱,
κεκριμένας φράσομεν θήρας ἐπὶ θηρσὶν ἑκάστοις·
我们将针对每一种野兽分别阐述其特异的狩猎方式;
ξυνὰ δέ θʼ ὅσσα πέλουσιν, ὁμοίης ἔλλαχεν ᾠδῆς.
然而凡属共通之法,皆当得到同样的歌咏。
ξυνὰ θηροσύναι τε λίνων ξυναί τε ποδάγραι·ξυνὰ δέ τʼ ἀνθρώποισι ποδωκέα πάντα γένεθλα
罗网的猎具是共通的,套足机索亦是共通的;
ἵπποις ἠδὲ κύνεσσι διωκέμεν· ἄλλοτε δʼ αὖτε
人类以烈马与猎犬追逐一切健步如飞的族类是共通之举;
καὶ μούνοις ἵπποισι κυνῶν ἄτερ ἰθὺς ἐλαύνειν·
有时则不借助于猎犬,
ἵπποισιν κείνοισιν, ὅσοι περὶ Μαυρίδα γαῖανφέρβοντʼ, ἢ Λιβύεσσιν· ὅσοι μὴ κάρτεϊ χειρῶν
仅凭马匹向前疾驰追逐——骑乘那些放牧在摩尔人领地或利比亚人之间的骏马;
ἄγχονται ψαλίοισι βιαζομένοιο χαλινοῦ,
它们不为人力以紧勒的嚼铁强行扼制,而是顺服于柔韧的枝条,
πείθονται δὲ λύγοισιν, ὅπη βροτὸς ἡγεμονεύει.
凡人指向何方,便奔向何方。
τοὔνεκεν ἱππελάται κείνων ἐπιβήτορες ἵππων
因此,驾驭那些骏马的骑手们撇下心爱的猎犬,
ἠδὲ κύνας λείπουσι φίλους πίσυνοί τʼ ἐλόωσιν
信赖马匹与日光的照射,
ἵπποις ἠελίου τε βολῇ καὶ νόσφιν ἀρωγῶν.
在没有任何帮手的情形下疾驰。
ξυνὸν ἀκοντίζειν δὲ καὶ ἀντία τοξάζεσθαι
向更强大的野兽投掷标枪、
θῆρας ἀρειοτέρους, τοί τʼ ἀνδράσιν ἶφι μάχονται.
当面开弓放箭亦是共通的,盖因它们会以强力与人类抗衡。
ἐς δὲ λίνον χρειὼ στέλλειν οἰήϊα θήρης,
必须将狩猎的舵轮引向罗网,
καὶ πνοιὴν ἀνέμου φεύγειν ἄνεμόν τε δοκεύειν.
躲避风的吹拂,并细心窥测风向。
οἷα δὲ ποντοπόρων ἀκάτων ἐπιβήτορες ἄνδρες
正如登上远航海船的人们,
ἑζόμενοι πρύμνῃσι, νεῶν ἐφέποντες ὀχῆας,
端坐于船尾掌控船舵,注视着天空,
ἠέρα παπταίνουσι καὶ ἀργεστῇσι Νότοισι
顺从晴朗的南风张开亚麻为翼之船的索具;
πειθόμενοι τανύσαντο λινοπτερύγων ὅπλα νηῶν·
同样,
ὧδε καὶ ἐν τραφερῇ κέλομαι θηρήτορας ἄνδρας
在陆地上我也嘱咐猎人们审视自两侧吹来的微风,
παπταίνειν ἑκάτερθεν ἐπιπνείοντας ἀήτας,
以便迎着风向布设罗网、
ὄφρα λινοστατέωσι βοηλατέωσί τε πάντῃ
四面呼喊合围;
αὔραις ἀντιάσαντες· ἐπεὶ μάλα θήρεσι πᾶσιν
因一切野兽鼻腔的嗅觉皆极为敏锐。
ὀξύταται ῥινῶν ὀσφρήσιες· εἰ δὲ φράσαιντο
它们若嗅到木桩的气味或张开罗网的气息,
ἢ σταλίκων ὀδμὴν ἢ πεπταμένοιο λίνοιο,
便会掉头回转,
ἔμπαλιν ἰθύνουσιν, ἐπιστροφάδην δὲ φέβονται
直接迎着凡人自身反向奔逃,
αὐτοῖς ἄντα βροτοῖσι, πόνον δʼ ἅλιον θέσαν ἄγρης.
使狩猎的辛劳化为泡影。
τῷ μοι παπταίνοιεν ἐπαιγίζοντας ἀήτας
因此,愿屠兽的猎手们注视狂风的气流,
θηροφόνοι, στάλικάς τε λινοστασίην τʼ ἐφέποιεν
将木桩与罗网布置在迎着风向吹拂的正对面;
ἀντιπέρην ἀνέμοιο βολῆς·4 ὄπιθεν δʼ ἐλάοιεν
当清朗的北风吹起时,
ἐς Νότον αἰθρήεντος ἐγειρομένου Βορέαο·
便自后方朝着南方驱赶兽群。
- 4.6κέρδεά τʼ αἰολόβουλα πολυφράστοις τε δόλοισι φραξαμένην κραδίην
分词短语 φραξαμένην κραδίην(“以……设防的心智”)为阴性单数宾格,与前一行的 μένος 及 βουλήν 一同作为 χρέος ἄπλετον(“无尽职志”)的同位语宾格,受劝勉虚拟式 ἀείδωμεν 支配;κέρδεα 则是并列的中性复数宾格。
- 4.12χωρήσειεν εἰπέμεναι
χωρήσειεν(带 κεν 的潜在祈愿式)意为“有足够的容量容纳”,随后的不定式 εἰπέμεναι 作为补足语(叙明/结果不定式),限定其动作目的或结果(“以便逐一讲述”)。
- 4.20Σεουήρου Διὸς υἱῷ
指称卡拉卡拉皇帝的与格短语,视其为被神化的塞普蒂米乌斯·塞维鲁皇帝(“宙斯·塞维鲁”)之子,符合罗马帝国颂辞中将先帝比附为至高神宙斯的惯例。
- 4.72ἀντιπέρην ἀνέμοιο βολῆς
不适格前置词 ἀντιπέρην 支配属格 ἀνέμοιο βολῆς(“正对着风的吹势/吹向”),指示猎人应将木桩与罗网布置在迎风的正对面。
