- 底本
- Oppian of Apamea. Cynegetica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0024.tlg001.humanitext-grc2:3.79-3.151
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
诗人由豹类的起源神话过渡至对两种猞猁形态的描绘,继而赞颂神明植入百兽与飞禽心中的深沉舐犊之情及其舍命护雏的壮举,最后描写了野熊的凶残相貌、狡黠心机与反常的旺盛情欲。
πρόσθʼ ἔμεναι Βάκχοιο φερεσταφύλοιο τιθήνας·1
它们昔日曾是结满葡萄串的巴克科斯的乳母;
τοὔνεκεν εἰσέτι νῦν οἴνῳ μέγα καγχαλόωσι,
因此直至如今,它们依然对美酒欢欣雀跃,
δεχνύμεναι στομάτεσσι Διωνύσου μέγα δῶρον.
用口吻接纳狄奥尼索斯的大赐。
τί χρέος ἐκ μερόπων δὲ κλυτὰς ἤμειψε γυναῖκας
出于何种缘由,名扬四方的女人们由凡人化作了这凶猛的豹类种族,
ἐς τόδε πορδαλίων γένος ἄγριον, αὖθις ἀείσω.
我稍后自当歌唱。
ναὶ μὴν ἄλλο θοὸν διφυὲς γένος ὠπήσαιο,
此外,你还可以见到另一种迅捷而具双重特性的族类,
λύγγας ἀριζήλους· αἱ μὲν γὰρ ἔασιν ἰδέσθαι
即显著的猞猁。其中一种看起来体型娇小,
τυτθαί, βαιοτέροισί τʼ ἐφωπλίσσαντο λαγωοῖς·
武装自身以追捕较小的野兔;
ταὶ δʼ ἄρα μείζονές εἰσιν, ἐπιθρώσκουσι δὲ ῥεῖα
另一种则体型较大,
εὐκεράοις ἐλάφοισι καὶ ὀξυτέροις ὀρύγεσσι.
能够轻易跃向角枝宽阔的鹿群与角更锋锐的剑羚。
μορφὴν δʼ ἀμφίδυμοι πανομοίϊον ἀμφιέσαντο·
虽然分为两种,它们却披着全然相同的形貌:
ἶσαι μὲν βλεφάροισιν ὕπʼ ὀφθαλμῶν ἀμαρυγαὶ
眼睑下双眸的闪烁同样迷人地熠熠生辉;
ἱμερόεν στράπτουσι· προσώπατα δʼ ἀμφοτέρῃσι
两者的面容皆明朗,
φαιδρὰ πέλει βαιόν τε κάρη καὶ καμπύλον οὖας·
头小而耳曲;唯有外观的肤色彼此不同:
μούνη δʼ εἰσιδέειν ἀνομοίϊος ἔπλετο χροιή·
在较小的猞猁身上,
μείοσι μὲν λυγγῶν ἐπιδέδρομε ῥινὸς ἐρευθής,
泛着一层红润的皮毛,而在较大的身上,
μείζοσι δὲ κροκόεν τε θεείῳ τʼ εἴκελον ἄνθος.
则绽开着如番红花与硫磺般的色泽。
ἔξοχα δʼ αὖ τάδε φῦλα φίλην ἀγάσαντο γενέθλην
再者,这些族类对亲生骨肉怀有非同寻常的深情:
εὔγληνοι λύγγες τε πυρίγληνοί τε λέοντες
明眸的猞猁、目光炽烈的狮子、
πορδάλιές τʼ ὀλοαὶ καὶ τίγριες ἠνεμόεσσαι.
凶猛的豹子以及迅疾如风的猛虎。
τῶν δʼ ὁπότε σκύμνους νεοθηλέας ἐν ξυλόχοισιλάθρη συλήσωσιν ἀταρβέες ἀγρευτῆρες,
每当无畏的猎人在林莽中暗中劫掠初生的幼崽,
αἱ δʼ ἄρʼ ἔπειτʼ ὀπίσω πάλι νεύμεναι ἀθρήσωσιν2ἐξαπίνης κενεούς τε δόμους καὶ ἔρημα μέλαθρα,
而母兽随后归来,骤然目睹空空如也的巢穴与荒凉的洞府时,
μύρονται λιγέως ἀδινὸν γόον, ἐκ δʼ ἄρα τηλοῦ
它们便发出清脆而绵密的悲号,
κωκυτὸν προϊᾶσι πολύστονον, οἷά τε πάτρης
从远处送出沉痛的哀鸣,宛如当故土遭受枪矛蹂躏、
περθομένης ὑπὸ δουρὶ καὶ αἰθομένης πυρὶ λάβρῳ
烈火焚烧之时,
πεπτάμεναι περὶ τέκνα μέγα κλαίουσι γυναῖκες.
妇女们扑倒在子女身旁放声痛哭一般。
ἦ ῥα τόσον τεκέων τε καὶ ἀρτιγόνοιο γενέθληςφίλτρον ἐνὶ κραδίῃ στάξεν θεός· οὐδʼ ἄρα μούνοις
神明确实在生灵心中注入了如此深厚的舐犊之情与对初生幼崽的眷恋;
ἀνθρώποις, οἳ πάντα νοήμασι μητίσαντο,
不仅赋予了凭借智谋筹划万物的人类,
ἀλλὰ καὶ ἑρπηστῆρσι καὶ ἰχθύσιν ἠδὲ καὶ αὐτοῖς
亦赋予了爬行动物、游鱼、
θήρεσιν ὠμηστῇσι καὶ ὑψιπόλοις ἀγέλαισιν
食生肉的猛兽本身,乃至高飞的鸟群:
οἰωνῶν· τόσσον ῥα φύσις κρατερώτατον ἄλλων.
自然(本性)的力量竟是如此超越万物!
οἵην μὲν κομιδὴν τεκέων ἐνὶ κύμασι δελφὶς
海浪中的海豚、目光凶亮的格劳科斯〔鱼〕、
αἰὲν ἔχει γλαῦκός τε χάροψ φωκή τε δυσαής.
气味难闻的海豹,对自己的幼崽始终怀有何等深沉的看护!
πῶς δʼ ἄρʼ ἐν οἰωνοῖσι ποθὴν ἀλίαστον ἔχουσιν
在飞禽之中,骨顶雕、啼声低沉的鸽群、
ὧν τεκέων φῆναί τε βαρύφθογγοί τε πέλειαι
雄鹰一族与寿长多活的乌鸦,
αἰετόεντά τε φῦλα πολύζωοί τε κορῶναι.
对自己的雏鸟怀有何等不可动摇的依恋!
πῶς δʼ ὄρνις κατὰ δῶμα συνέστιος ἀνθρώποισιν,
而与人类同处一室、共居炉灶的家禽(母鸡),
ἀρτιτόκος, νεαροῖσι περισκαίρουσα νεοσσοῖς,
方产下雏鸟,在娇嫩的雏鸡旁雀跃嬉戏,
κίρκον ὑπὲρ τέγεος κατεπάλμενον ἀθρήσασα
一旦窥见鹰隼自屋顶俯冲而下,
ὀξὺ μὲν ἔκλαγεν αἶψα καὶ ἄνθορεν ὀξὺ λακοῦσα,
又是如何立刻尖声惊叫,厉声嘶鸣着一跃而起,
αὐχένα δʼ ὑψόσʼ ἄειρεν ἐς ἠέρα γυρώσασα
将颈项高高扬起、在空中弯曲,
καὶ πάσαις ἑκάτερθε θοῶς ἔφριξεν ἐθείραις
周身的羽毛瞬间向两侧倒竖,
καὶ πτερὰ πάντα χάλασσε ποτὶ χθόνα· τοὶ δʼ ἄρα δειλοὶ
将双翼尽皆垂拂于地;而胆怯的雏鸡们则步履匆匆,
τεῖχος ὑπʼ εὐπτέρυγον πρυλέες τρύζουσι νεοσσοί·
躲入双翼筑就的壁垒之下唧唧哀鸣;
ἡ δὲ καὶ ἂψ ἐφόβησε καὶ ἤλασεν ὄρνιν ἀναιδῆ,εἰρυμένη φίλα τέκνα, τά τʼ εἰσέτι νήπια φέρβει,
它则护卫着亲爱的孩子们——那些仍在幼年被抚育、
ἄπτερα λυσιτόκων θαλάμων ἀπολύμενα δεσμοῦ.
刚从解开分娩之室的束缚中挣脱出来的无羽雏鸡——惊吓并驱逐那无耻的恶鸟!
ὣς δὲ καὶ ἐν θήρεσσιν ἐρίβρυχοί τε λέαιναι
同样,在野兽之中,咆哮轰鸣的母狮、
πορδάλιές τε θοαὶ καὶ τίγριδες αἰολόνωτοι
迅疾的豹子与背负斑纹的母虎,
παισὶ πέρι προβεβᾶσι3 καὶ ἀγρευτῆρσι μάχονται
亦挺身守护在子女身前,与猎人们搏斗,
καί τε περὶ σφετέρων τεκέων τετλᾶσι δαμῆναι,
甚至甘愿为自己的骨肉捐躯受戮,
ἀντίον αἰχμητῇσι συνιστάμεναι μερόπεσσιν·
与手持长矛的凡人正面交锋。
οὐδέ ποτʼ ἐρρίγασιν ἑῆς ἐν ἀγῶνι γενέθλης
在护卫后代的争斗中,
οὐ πληθὺν ἐπιοῦσαν ἀκοντοβόλων αἰζηῶν,
它们从未畏惧过蜂拥而来的掷标枪青年群落,
οὐ χαλκὸν σελαγεῦντα καὶ ἀστράπτοντα σίδηρον,
亦不惧闪光的青铜与耀眼的生铁,
οὐδὲ βολὰς βελέων τε θοὰς μυλάκων τε θαμειάς,
更不怕飞矢急射与密如雨下的投石,
σπεύδουσιν δʼ ἢ πρόσθε θανεῖν ἦ τέκνα σαῶσαι.
它们唯求要么先于子女死去,要么保全幼崽。
ἄρκτοι δʼ ἀγριάδες, φόνιον γένος, αἰολόβουλον,
荒野中的熊类,乃是嗜杀而善施诡计的族类。
λάχνην μὲν πυκινὴν δυσπαίπαλον ἀμφιέσαντο,
它们披挂着浓密粗糙的硬毛,
μορφὴν δʼ οὐκ ἀγανὴν παναμειδήτοισι προσώποις·
面容毫无笑意,形貌全无温顺之态:利齿丛生、
κάρχαρον, οὐλόμενον, ταναὸν στόμα, κυανέη ῥίς,
凶残修长的口吻,乌青的鼻梁,
ὄμμα θοόν, σφυρὸν ὠκύ, τορὸν δέμας, εὐρὺ κάρηνον,
敏锐的眼睛,迅捷的脚踝,柔韧的身躯,
χεῖρες χερσὶ βροτῶν ἴκελαι, πόδες αὖτε πόδεσσι,
宽阔的头颅,前爪宛如凡人之手,
σμερδαλέη βρυχή, δολερὸν κέαρ, ἄγριον ἦτορ,
后足又似人类之脚,吼声可怖,心藏诡诈,
καὶ πολλὴ Κυθέρεια καὶ οὐ κατὰ κόσμον ἰοῦσα·4
性情凶残,且充斥着狂乱无序的欲念。
ἤματα γὰρ καὶ νύκτας ἐελδόμεναι φιλότητος
无论白昼黑夜,它们皆渴望交合,
αὐταὶ θηλύτεραι μάλʼ ἐπʼ ἄρσεσιν ὁρμαίνουσι,
雌熊自身极力扑向雄熊,即便腹内孕育着胎儿、
παῦρα μεθιέμεναι γαμίης παντερπέος εὐνῆς,
子宫隆起之时,亦极少离开那令人沉醉的交媾之床;
τέκνα κυϊσκόμεναι νηδὺν ὅτε κυμαίνουσι.
因为在母腹充盈时依然交尾,
οὐ γάρ τοι θήρεσσι νόμος, γαστὴρ ὅτε πλήθει,
在走兽之中本是不合天理之法,
- 3.79πρόσθʼ ἔμεναι Βάκχοιο φερεσταφύλοιο τιθήνας·
接续前一语段末句的谓语动词 ἐπικλείουσιν ἀοιδοί(“诗人们歌咏……”)的不定式结构。ἔμεναι 为 εἶναι 的史诗式现在时不定式。该不定式短语在句意上的宾格主语(即母豹们)承前省略。
- 3.101αἱ δʼ ἄρʼ ἔπειτʼ ὀπίσω πάλι νεύμεναι ἀθρήσωσιν
延续前句 τῶν δʼ ὁπότε... συλήσωσιν(“每当[猎人们]劫掠……”)的第二个虚拟语气时间从句。此处的连接词 δέ 并非引入主句的主节 δέ,而是在从句内部承接第二个从属谓语 ἀθρήσωσιν(“并且当它们归来目睹……时”)。真正的主句始于第 103 行的直陈式动词 μύρονται。
- 3.131παισὶ πέρι προβεβᾶσι
介词 περί 后置于其所支配的与格名词 παισί 之后,重音前移(anastrophe),意为“挺身护立在幼崽身前”。史诗式完成时直陈语气第三人称复数 προβεβᾶσι(源自 προβαίνω)在此表示现在状态(“挺身上前守护伫立”)。
- 3.146καὶ πολλὴ Κυθέρεια καὶ οὐ κατὰ κόσμον ἰοῦσα·
Κυθέρεια(阿佛洛狄忒的别名)在此转喻为“性欲、情爱”。短语 οὐ κατὰ κόσμον ἰοῦσα(字面意为“不按秩序前行”)充当定语修饰该欲望,指熊的发情与交配冲动过度且违背自然的常轨与时序。
