← 阿帕梅亚的奥皮安

狩猎歌

§3.228-3.301

嫉妒之威与野马、狼及鬣狗的特质

本节描绘了母野驴对其受残害幼子的哀悼,以及向宙斯抒发对嫉妒之力的痛陈;随后记述了野马、狼与鬣狗的生态特质及其奇异的魔力,并介绍了第一种狼。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
228

παῖδα τὸ μηδὲν ἔθηκας, ὅλον δέμας ἐξαλαώσας.

“你将孩子化为了虚无,毁残了他全身的躯体。

δειλὴ ἐγώ, πανάποτμος ἀωροτάτοιο λοχείης,

可怜的我,在过早的分娩中何等不幸;

230

καὶ σὺ τέκος πάνδειλον ἀλιτροτάτοιο τοκῆος.

可怜的你,我儿,竟出自极恶父亲的血胤!

δειλὴ ἐγώ, τριτάλαινα, κενὸν τόκον ὠδίνασα,

可怜的我,万分凄惨,承受阵痛却生下空虚的果实;

καὶ σὺ τέκος, τμηθεὶς οὐχὶ στονύχεσσι λεόντων,

可怜的你,我儿,不是被狮子的爪刃撕裂,

ἀλλʼ ἐχθραῖς γενύεσσι λεοντείῃσι τοκῆος.

而是丧生于生父那凶残如狮的下颌!”

τοῖά τις ἂν πανάποτμον ἑὸν περὶ νήπιον υἷα

人们定会说,这正是那极其不幸的母亲在幼小的儿子身旁所诉说的话语;

235

μυθεῖσθαι φαίη· τὸν δʼ οὐκ ἀλέγοντα δαφοινοῖς

而那雄兽却全然不顾,

δαίνυσθαι στομάτεσσιν ἀμειδέα παιδὸς ἐδητύν.1

用滴血的口吻贪婪吞食着幼子这凄惨的肉食。

Ζεῦ πάτερ, ὅσσον ἔφυ ζήλοιο πανάγριον ἦτορ.

天父宙斯啊,嫉妒之心生来是何等凶残狂野!

κεῖνον καὶ φύσιος κρατερώτερον εἰσοράασθαι

主啊,你使它望去比自然之道更为强横,

θῆκας, ἄναξ, δῶκας δὲ πυρὸς δριμεῖαν ἐρωήν,

赋予它烈火般凌厉的暴怒,

240

δεξιτερῇ δὲ φέρειν ἀδαμάντινον ὤπασας ἆορ.

并在其右手中置入了金刚石的利刃。

οὐ παῖδας τήρησε φίλους γλυκεροῖσι τοκεῦσιν,

当严酷而难以遏止的狂乱袭来时,

οὐχ ἑτάρους πηούς τε μολών, οὐκ οἶδεν ὁμαίμους,

它既不为慈爱的双亲保留亲爱的儿女,

ὁππόταν ἀργαλέος τε καὶ ἄσπετος ἀντιβολήσῃ.

亦在降临时不顾同伴、戚属与同胞手足。

κεῖνος καὶ προπάροιθεν ἑοῖσιν ἐφώπλισε παισὶναὐτοὺς ἡμιθέους καὶ ἀμύμονας ἡμιθεαίνας,

往昔,正是它使半神英雄与无瑕的神女们亲自拿起武器戕害己子:

Αἰγείδην Θησῆα καὶ Αἰολίδην Ἀθάμαντα,

埃勾斯之子忒修斯与埃俄罗斯之子阿塔玛斯,

Ἀτθίδα καὶ Πρόκνην καὶ Θρηϊκίην Φιλομήλην

阿提卡的普罗克涅与色雷斯的菲洛墨拉,

Κολχίδα τε Μήδειαν ἀρίζηλόν τε Θεμιστώ.

科尔喀斯的梅狄亚与赫赫有名的忒弥斯托。

ἀλλʼ ἔμπης μετὰ φῦλον ἐφημερίων ἀλεγεινῶν

然而,除了那受尽煎熬的蜉蝣凡类之外,

250

θηρσὶ Θυεστείην ὀλοὴν παρέθηκε τράπεζαν.

它甚至亦为野兽摆下了提厄斯特斯式的毁灭性筵席。

ἔστι δʼ ἐϋκρήμνοις ἐπὶ τέρμασιν Αἰθιοπήων

在埃塞俄比亚险峻陡峭的边界处,

ἱππάγρων πολὺ φῦλον, ἀκαχμένον ἰοφόροισι

栖息着庞大的野马(hippagros)

δοιοῖς χαυλιόδουσι· ποδῶν γε μὲν οὐ μίαν ὁπλήν,

族群,生有两根锐利且带毒的长牙;

χηλὴν δʼ αὖ φορέουσι διπλῆν, ἰκέλην ἐλάφοισι·

它们的足部并非单蹄,而是如鹿一般生有裂开的双蹄;

255

χαίτη δʼ αὐχενίη μεσάτην ῥάχιν ἀμφιβεβῶσα

颈部的鬃毛覆盖着脊背中央,

οὐρὴν ἐς νεάτην μετανίσσεται· οὐδὲ βροτείην

一直延伸到尾尖。

δουλοσύνην ἔτλη ποθʼ ὑπερφίαλον γένος αἰνόν·

这一傲岸而可怕的族类从未忍受过人类的奴役;

ἀλλʼ εἰ καί ποθʼ ἕλοιεν ἐϋστρέπτοισι βρόχοισινἵππαγρον δολίοισι λόχοις μελανόχροες Ἰνδοί,

即便肤色黝黑的印度人通过狡诈的伏击用结实的索套捕获了野马,

260

οὔτε βορὴν ἐθέλει μετὰ χείλεσιν αἶψα πάσασθαι

它亦绝不肯立刻将食物触碰唇齿,亦不肯饮水,

οὔτε πιεῖν, ὀλοὸς δὲ φέρειν ζυγὸν ἔπλετο δοῦλον.2

对其而言,承受奴役的枷锁便意味着死亡。

φράζεο καὶ δύο φῦλα δυσάντεα, καρχαρόδοντα,

你且思量那两种难以应对且生有锯齿的兽类:

μηλοφόνον τε λύκον δυσδερκέα τʼ αὖθις ὕαιναν,

屠羊的灰狼与面目阴森的鬣狗;

τὸν μὲν ποιμενίων τε καὶ αἰπολίων ὀλετῆρα,

前者是羊群与山羊群的毁灭者,

265

τὴν δʼ ἐχθρὴν σκυλάκεσσιν ἀρειοτέροις τε κύνεσσι·

后者则是幼犬与勇猛猎犬的死敌。

τὸν μὲν νυκτερινὸν διὰ γαστρὸς ἄφυκτον ἐρωὴν

灰狼因腹中无法遏止的饥火而在黑夜中潜行,

ἀρνειῶν ἐρίφων τε πολυπλόκον ἁρπακτῆρα,

成为羔羊与幼山羊狡诈的劫掠者;

τὴν δʼ αὖ νυκτιπόρον καὶ νυκτιπλανῆ τελέθουσαν

鬣狗则在黑夜中穿行游荡,

οὕνεκά οἱ διὰ νύκτα φάος, σκότος αὖτε μετʼ ἠῶ.

盖因黑夜赐予它光明,而拂晓之后对它却是黑暗。

270

εἴδεα δʼ ἀμφοτέροις ἀνομοίϊα θηρσὶ δαφοινοῖς·

这两种嗜血猛兽的体态截然不同。

τὸν μὲν γάρ τε κύνεσσι πανείκελον ὠπήσαιο

你望去灰狼全然如体型巨大的牧羊犬,

μείζοσι ποιμενικοῖς, λασίη δʼ ἐπιέσπεται οὐρή·

身后拖着一条多毛的尾巴;

ἡ δέ τε κυρτοῦται μεσάτην ῥάχιν, ἀμφὶ δὲ πάντῃ

而鬣狗的脊背中央高高隆起,

λαχνήεσσα κυρεῖ, κατὰ δʼ ἔγραπται δέμας αἰνὸν

周身布满粗毛,

275

κυανέῃς ἑκάτερθεν ἐπήτριμα ταινίῃσι·

可怕的躯体两侧密密麻麻地分布着暗黑色的斑纹;

στεινὴ τʼ ἐκτάδιός τε πέλει καὶ νῶτα καὶ οὐρήν·

其背脊与尾巴皆狭窄而修长。

ῥινὸν δʼ ἀμφοτέροισιν ἐπικλείουσιν ἀοιδοὶ

诗人们歌咏二者的毛皮具有令人战栗的神力:

ῥιγεδανόν· τῆς μέν τε διατμήξας περὶ ποσσὶν

若你割下鬣狗的皮裹在脚上,

εἰ φορέοις, φορέοις σκυλάκων μέγα δεῖμα κραταιῶν,

对于凶猛的猎犬而言你便穿戴上了巨大的恐惧,

280

καί σε κύνες κείνοισιν ἐπεμβεβαῶτα πεδίλοις

即便往昔狂吠不止的犬群,

ἀντίον οὐχ ὑλάουσι πάρος γε μὲν ὑλακόωντες.

面对穿着此等凉鞋的你亦绝不敢吠叫。

εἰ δὲ λύκον δείρας ῥινῶν ἄπο τεκτήναιο

若你剥下一张狼皮,制成声音宏亮、

τύμπανον εὐκέλαδον Διδυμήϊον, ὠλεσίκαρπον,

摧毁稼穑的狄狄玛(库柏勒)之鼓,

μοῦνόν τοι μετὰ πᾶσι βαρύβρομον ἔκλαγεν ἠχὴν

它在众鼓之中将唯独发出低沉轰鸣的声响,

285

καὶ μοῦνον παταγεῖ, τὰ δʼ ἐΰθροα πρόσθεν ἐόντα

独力隆隆作响,令此前原本清越作响的鼓声归于沉寂,

τύμπανα σιγάζει κώφησέ τε πᾶσαν ἰωήν.

压制所有的乐音。

καὶ φθίμενοι γὰρ ὄϊς φθίμενον λύκον ἐρρίγασι.3

盖因羊群即使在死后,亦会战栗于死去的灰狼。

θαῦμα δὲ καὶ τόδʼ ἄκουσα περὶ στικτῇσιν ὑαίναις,

关于斑点鬣狗,我还听闻这桩奇事:

ἄρσενα καὶ θήλειαν ἀμείβεσθαι λυκάβαντι,

它们在一岁之中轮换雄雌之躯,

290

καί ῥʼ ὁτὲ μὲν τελέθειν δυσδερκέα νυμφευτῆρα,

有时化为面目阴森、

νωλεμὲς ἱμείροντα γάμων, ποτὲ δʼ αὖθις ὁρᾶσθαι

无休止渴求婚配的新郎,

θηλυτέρην νύμφην λοχίην καὶ μητέρα κεδνήν.

有时又显为产育的新娘与慈爱的母亲。

ἀλλὰ λύκων τελέθει πολιότριχα πέντε γένεθλα,εἴδεα δʼ ἀλλήλοις ἀνομοίϊα τεκμήραντο

灰狼之中共有五种灰毛族类,

295

φῶτες ἀμορβῆες, τοῖσιν μάλα δήϊα φῦλα.

与它们势同水火的牧人们辨识出了彼此不同的形貌。

πρῶτα μὲν ὃν καλέουσι θρασύφρονα τοξευτῆρα·

首先是被人们称为勇悍“射手”

ξουθὸς μὲν πρόπαν εἶδος, ἀτὰρ περιηγέα γυῖα

(Toxeutes)的灰狼:其浑身毛色微黄,

καὶ κεφαλὴν φορέει πολὺ μείζονα καὶ θοὰ κῶλα·

但四肢圆硕,

γαστέρα δʼ ἀργαίνουσαν ἔχει πολιῇ ῥαθάμιγγι·

生有大得多的头颅与敏捷的腿脚;腹部杂着灰白斑点而泛白;

300

σμερδαλέον δʼ ἰάχει τε καὶ ὑψόθι πάμπαν ὀρούει,

它嘶吼可怖,高高腾跃,

αἰὲν ἐπισσείων κεφαλὴν πυρόεν τε δεδορκώς.

始终摇晃着脑袋,双目射出烈火般的光芒。

语法注3 条
  1. 3.235τὸν δʼ οὐκ ἀλέγοντα δαφοινοῖς / δαίνυσθαι στομάτεσσιν ἀμειδέα παιδὸς ἐδητύν

    承接前文潜在希求语气间接引语(τις ἂν ... μυθεῖσθαι φαίη)的“宾格加不定式”结构。τὸν δέ(指雄野驴)为不定式δαίνυσθαι的逻辑主语,分词ἀλέγοντα与其性数格一致。短语ἀμειδέα παιδὸς ἐδητύν充当δαίνυσθαι的直接宾语,意为“吞食幼子这凄惨无欢的筵席”。

  2. 3.261ὀλοὸς δὲ φέρειν ζυγὸν ἔπλετο δοῦλον

    不定式φέρειν充当形容词ὀλοός的说明性/结果性不定式(epexegetic infinitive),意为“承受奴役的枷锁对于它是致命的(等同于毁灭)”。亦可理解为与ἔπλετο ὀλοός连用的补充说明,表达野马宁死不屈、受役即自毁的决绝本性。

  3. 3.287καὶ φθίμενοι γὰρ ὄϊς φθίμενον λύκον ἐρρίγασι

    主语ὄϊς为第三变格史诗式主格复数(相当于古典雅典语οἶες),谓语动词ἐρρίγασι为完成时(作现在时解,“战栗于”),φθίμενον λύκον为其单数宾格宾语。该句以格言形式解释了前文所述的交感巫术现象(γάρ):狼皮鼓之所以能令羊皮鼓哑然失声,正是因为羊即便死后亦对死去的狼畏惧颤抖。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0024.tlg001.humanitext-grc2:3.228-3.301