← 阿帕梅亚的奥皮安

狩猎歌

§1.466-1.538

阿加萨伊犬的特征与其追迹训练

诗人赞美了极适于秋季狩猎的不列颠小型寻迹犬阿加萨伊犬的体格特征与敏锐嗅觉。他以初产阵痛少女的生动比喻描绘了测试其嗅觉的训导过程,并以满载收获的运粮大车设喻,展现了该犬伏击、捕获并衔回野兔的生动场景。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
466

ποῖαι καὶ βοτάναι καί τʼ ἄνθεα γηράσκουσι,

草木与繁花渐渐衰萎,

γυμνὴ δὲ σκυλάκεσσι μένει θήρειος ἀϋτμή.

猎物的气味裸露着留给猎犬。

ἔστι δέ τι σκυλάκων γένος ἄλκιμον ἰχνευτήρων,

在追迹犬中有一种勇敢的犬种,

βαιόν, ἀτὰρ μεγάλης ἀντάξιον ἔμμενʼ ἀοιδῆς·

体型虽小,却值得载入宏大的诗篇;

470

τοὺς τράφεν1 ἄγρια φῦλα Βρετανῶν αἰολονώτων·

背有彩纹的不列颠野蛮部落育成了它们;

αὐτὰρ ἐπικλήδην σφὰς Ἀγασσαίους ὀνόμηναν.

按其名称,人们称它们为阿加萨伊犬。

τῶν ἤτοι μέγεθος μὲν ὁμοίϊον οὐτιδανοῖσι

其体格确乎酷似那些卑微、

λίχνοις οἰκιδίοισι τραπεζήεσσι κύνεσσι,

贪吃、守侍餐桌的家养闲犬,

γυρόν, ἀσαρκότατον, λασιότριχον, ὄμμασι νωθές,

体曲、极清瘦、毛粗杂、目光滞钝,

475

ἀλλʼ ὀνύχεσσι πόδας κεκορυθμένον ἀργαλέοισι

但足部披挂着可畏的利爪,

καὶ θαμινοῖς κυνόδουσιν ἀκαχμένον ἰοφόροισι·

生满密集而似含剧毒的利齿;

ῥίνεσι δʼ αὖτε μάλιστα πανέξοχός ἐστιν Ἀγασσεὺς

在鼻窍方面,阿加萨伊犬尤为超群绝伦,

καὶ στιβίῃ πανάριστος· ἐπεὶ καὶ γαῖαν ἰόντων

循迹追踪堪称至上;因为寻找行于地上者的

ἴχνιον εὑρέμεναι μέγα δὴ σοφός, ἀλλὰ καὶ αὐτὴν

踪迹它固然极其娴熟,而且它更深晓

480

ἴδμων ἠερίην μάλα σημήνασθαι ἀϋτμήν.

如何辨识空中游弋的气味本身。

καί τις ἐπακτήρων πειρηθῆναι σκυλακήων

倘若某位猎人欲要试验

ἱμείρων, προπάροιθε πυλάων αἰπεινάων

这些幼犬,便在高耸的城门前

ἢ νέκυν ἢ ζώοντα φέρει παλάμῃσι λαγωόν·

用手托着一只死野兔或活野兔;

ἑρπύζει δὲ πάροιθε παραιβαδὸν ἀτραπιτοῖο,

他离开大路而蜿蜒前行,

485

πρῶτα μὲν ἰθεῖαν, μετέπειτα δὲ δοχμὸν ἐλαύνων,2

先走直路,随后又转为横向,

λαιῇ, δεξιτερῇ, σκολιὴν ὁδὸν ἀμφὶς ἑλίσσων·

向左、向右,盘旋回绕出一条曲折之路;

ἀλλʼ ὅτε δὴ μάλα πολλὸν ἀπʼ ἄστεος ἠδὲ πυλάων

然而当他离城镇与城门极远之时,

ἔλθῃ, δὴ τότε βόθρον ὀρυξάμενος κατέθαψε·

便掘一坑穴,将野兔埋藏其中;

νοστήσας δʼ ἐπὶ ἄστυ παλίσσυτος αὐτίκʼ ἀγινεῖ

他疾步折返城中,随即把那只

490

ἀτραπιτοῖο πέλας κύνα μέρμερον· αὐτὰρ ὅγʼ αἶψα

神奇的猎犬引至小径附近;猎犬立刻

ὠρίνθη, φριμάᾳ τε λαγωείης ὑπʼ ἀϋτμῆς·

狂奋不已,在野兔的气味下喷鼻躁动;

ἴχνια μαστεύει δὲ κατὰ χθονός, οὐδὲ μάλʼ εὑρεῖν

它在地上搜寻足迹,虽极切盼寻获,

ἱμείρων δύναται· μάλα δʼ ἀσχαλόων ἀλάληται.

却不可得;它满怀焦虑地四处徘徊。

ὡς δʼ ὅτε τις κούρη δέκατον περὶ μῆνα σελήνης

宛如一个初产的少女在第十个满月之时,

495

πρωτοτόκος λοχίῃσιν ὑπʼ ὠδίνεσσι τυπεῖσα

被分娩的剧痛所击倒,

λύσατο μὲν πλοκάμους, λῦσεν δʼ ἀπὸ δαίδαλα μαζῶν,

散开长发,解去覆胸的织锦饰带,

ἠδʼ ἀχίτων δειλή τε καὶ ἀκρήδεμνος ἐοῦσα

未着贴身长衫,凄惨而未披面纱,

στρωφᾶται πάντῃ κατὰ δώματα καὶ μογέουσα

痛苦地在整座宅邸中四处走动,

ἄλλοτε μὲν πρόδομον μετανίσσεται, ἄλλοτε δʼ αὖτε

时而走向门厅,时而

500

ἐς λέχος ἰθύει, ποτὲ δʼ ἐν κονίῃσι ῥιφεῖσα

直奔床榻,有时又扑倒在尘土中,

κωκύει ῥοδαλῇσιν ἐπισμήχουσα παρειαῖς·

以红润的双颊摩蹭尘埃而悲啼号哭;

ὣς ὅ γε, θυμοβόροισιν ἀνιάζων ὀδύνῃσι,

那猎犬亦是如此,为噬心的焦渴所折磨,

τῇ καὶ τῇ θύει τε καὶ ἑξείης ἐρεείνει

在这边与那边狂奔,依次勘查

πάντα λίθον καὶ πάντα λόφον καὶ πᾶσαν ἀταρπὸν

每一块石头、每一座山岗、每一条小径、

505

δένδρεά θʼ ἡμερίδας τε καὶ αἱμασιὰς καὶ ἀλωάς.

树木、园中葡萄藤、石墙与打谷场。

ἀλλʼ ὁπότʼ ἴχνεος ὀψὲ διηερίοιο τυχήσῃ,

然而当它终于遇上了空中游弋的踪迹时,

καγχαλάᾳ κνυζεῖ τε κεχαρμένος, οἷά τε τυτθαὶ

便欢悦吠叫,低声轻吠,宛如幼小的

σκιρτεῦσιν δαμάλαι περὶ πόρτιας οὐθατοέσσας·

小母牛在乳房丰满的母牛身旁欢跳跃动;

ὣς καὶ τῷ μάλα θυμὸς ἐχήρατο, σευόμενος δὲ

那猎犬的心中亦充满莫大欢欣,奔突向前,

510

εἱλεῖται σκολιοῖσιν ἐπεμβεβαὼς πεδίοισιν·

踏着曲折的原野蜿蜒追踪;

οὐδʼ ἀπό μιν πλάγξαις,3 οὐδʼ εἰ μάλα τηλόθʼ ἐλαύνοις,

纵使你将它驱赶至极远之处,亦无法使其迷失,

ἰθύει δʼ ἀπρὶξ γλυκερῆς δεδραγμένος ὀδμῆς,

它牢牢捕捉住那甜美的气味径直前行,

εἰσόκε τέρμα πόνοιο καὶ εἰς βαλβῖδα περήσῃ.

直至穿越辛劳的终点、奔入终点的白线。

εἰ δέ μιν ὁπλίσσειας ἀθηρήτοισι λαγωοῖς,

若你整备它去追猎未经捕获的野兔,

515

λάθρη μὲν πελάει, κατὰ δʼ ἴχνιον ἴχνος ἐρείδει,

它暗中逼近,脚印紧叠着脚印,

βαιὸς ὑφʼ ἡμερίσιν κεκαλυμμένος ἢ καλάμῃσιν,

小巧的身躯隐蔽在葡萄树或麦秸之下,

οἷά τε ληϊστὴρ ἐρίφων κλόπος, ὅστε νομῆα

正如一个盗羊羔的小贼,窥伺着

ὑπνώοντα πέλας δεδοκημένος ἤρεμος ἕρπει.

睡在近旁的牧人而悄然潜行。

ἀλλʼ ὅτε δὴ λόχμῃσι λαγωείῃσι πελάσσῃ,

然而一旦它逼近野兔潜藏的灌木丛,

520

ῥίμφʼ ἔθορεν, τόξῳ ἐναλίγκιος ἠὲ δράκοντι

便如利箭或嘶嘶作响的毒蛇般

συρικτῇ, τὸν ὄρινεν ἑῆς πάρος ἀτρεμέοντα

迅疾跃出——那蛇原本在盛毒的洞穴前静卧,

ἰοδόκου χειῆς ἀμαλητόμος ἤ τις ἀροτρεύς.

却被割麦者或耕夫所惊扰。

ὣς ὅ γε καγχαλόων ὠκὺς θόρεν· ἢν δὲ τυχήσῃ,

那猎犬亦如是欢腾而迅猛跃出;若能得手,

ῥεῖά μιν ὀξυτέροισι δαμασσάμενος ὀνύχεσσι

它便轻易以利爪将其降服,

525

καὶ γενύεσσιν ἑλὼν φόρτον μέγαν ἀντιάσειεν·4

用下颌衔起这沉重的负荷,迎向〔猎人〕而来;

ὦκα φέρει μογέων τε βαρυνόμενός τε πελάζει.

它快捷地衔送着,虽吃力负重却不断靠近。

οἵη δʼ ἐκ ληΐοιο φέρει θέρος ἀμητοῖο

宛如一辆从收割后的麦田中运载收获、

βριθομένη πυρῷ τε μετʼ αὔλιον εἶσιν ἀπήνη,

满载着小麦驶向农庄的大车,

τὴν δʼ ἐσιδόντες ὄρουσαν ἀολλέες ἀγροιῶται,

农人们一见便成群结队蜂拥而至,

530

πρόπροθι δʼ ἀντήσαντες ὁ μὲν κύκλοισιν ἐρείδει,

迎面接应,有的顶住车轮,

ἄλλος ὑπερτερίην, ὁ δʼ ἄρʼ ἄξονα βουσὶν ἀρήγων·

有的扶住车厢,有的扶持着车轴协助牛群;

εἰς αὖλιν δὲ μολόντες ἐλύσανθʼ ἱστοβοῆα,

行至农舍,他们解开辕木,

ταῦροι δʼ ἱδρώοντες ἀνέπνευσαν καμάτοιο,

汗流浃背的公牛得以从辛劳中喘息,

θυμὸς δʼ ἠπεδανοῦ μέγʼ ἐχήρατο βουπελάταο·

精疲力竭的驭牛农人心怀无限欢畅;

535

ὣς ὁ μὲν ἱκνεῖται φόρτον γενύεσσιν ἀγινῶν.

那猎犬亦是如此衔着重荷来到跟前。

αὐτὰρ ὅ γʼ ἀντιάᾳ κεχαρημένος ὠκὺς ἐπακτήρ,

敏捷的猎人格外欣喜地迎上前去,

ἄμφω δʼ ἀείρας ἀπὸ μητέρος ὑψόθι γαίης,

将二者双双从大地母亲怀中高高抱起,

κόλποισιν θέτο θῆρα καὶ αὐτὸν θηροφονῆα.

把猎物与那弑兽者自身一同拥入怀中。

语法注4 条
  1. 1.468γένος ... τοὺς τράφεν

    先行词为中性单数名词 γένος(犬种),而代词/关系词 τούς 却采用了阳性复数形式。此处采用了依义构文(constructio ad sensum / κατὰ σύνεσιν),并非依循形式上的语法性与数,而是意指该集合名词所蕴含的各只猎犬(κύνες)。

  2. 1.485πρῶτα μὲν ἰθεῖαν, μετέπειτα δὲ δοχμὸν ἐλαύνων

    阴性宾格 ἰθεῖαν 省略了阴性名词 ὁδόν 或 κέλευθον('直路'),起副词性作用表示'径直地'。其后的 δοχμόν 则充当副词性内动宾格('倾斜地'),描绘了猎人交替走直线与斜线以扰乱痕迹的前进方式。

  3. 1.511οὐδʼ ἀπό μιν πλάγξαις

    不定过去时祈愿语气 πλάγξαις 未带小词 ἄν,用以表达潜在/可能性(potential optative)。它与后文的让步条件从句 οὐδʼ εἰ μάλα τηλόθʼ ἐλαύνοις(带祈愿语气)相呼应,以史诗语法从容地表达强烈肯定:'纵使你将它驱赶至极远之处,亦无法使其迷失。'

  4. 1.523ἢν δὲ τυχήσῃ, ... ἀντιάσειεν

    这是一个混合条件句:条件从句使用 ἢν 搭配虚拟语气(τυχήσῃ),而主句则使用不带 ἄν 的祈愿语气 ἀντιάσειεν(不定过去时主动祈愿语气)。对于捕获野兔这一高确定性的前提交待,其后的搏击与负载运送被赋予了可能性/潜在性的叙述色彩。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0024.tlg001.humanitext-grc2:1.466-1.538