← 奥皮安

捕鱼歌

§5.608-5.680

采海绵潜水员的艰险与致皇帝祝辞

本节描绘了骨螺长舌受困后被捕获的结局,详尽叙述了采海绵潜水员极其严苛的养生准备、潜水作业技术以及面临窒息与海兽噬咬的死亡险境,并以向皇帝祈祝航行平安与帝国繁荣的祝辞为全诗作结。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
608

οἰδάνεται, στείνει δὲ λύγων βρόχος, οὐδʼ ἔτʼ ὀπίσσω

骨螺的舌肿胀起来,柳条的套圈将它紧紧勒住,

ἀνδύνει μεμαυῖα, μένει δʼ ὀδύνῃσι ταθεῖσα,

纵然极力挣扎也无法再缩回,

610

εἰσόκεν αὖ ἐρύσωσι περὶ γλώσσῃ μεμαυίας,1

只能在痛苦中被拉直受困,直至渔人们将这些因舌而受制的骨螺拉起,

πορφυρέοις κάλλιστον ὑφάσμασιν ἄνθος ἄγοντες.

收获用于紫袍的最美华彩。

Σπογγοτόμων δʼ οὔ φημι κακώτερον ἄλλον ἄεθλον

我敢断言,在所有的渔业劳作中,没有比采海绵者更为残酷的考验,

ἔμμεναι, οὐδʼ ἄνδρεσσιν ὀϊζυρώτερον ἔργον.

也没有对人类而言更为悲惨的劳役。

οἱ δʼ ἤτοι πρῶτον μέν, ὅτʼ ἐς πόνον ὁπλίζωνται,

当他们起初为这一辛劳作准备时,

615

βρώμῃ τʼ ἠδὲ ποτοῖσιν ἀφαυροτέροισι μέλονται,

便极力克制饮食,

ὕπνῳ τʼ οὐχ ἁλιεῦσιν ἐοικότι μαλθάσσονται.2

以绝非寻常渔夫所享有的节制睡眠来保养身体。

ὡς δʼ ὅτʼ ἀνὴρ εὔγηρυν ἐφοπλίζητʼ ἐς ἀγῶνα,

正如一个人为清亮歌喉的竞赛作准备时,

μολπῆς εὐφόρμιγγος ἔχων Φοιβήϊον εὖχος,

怀抱福玻斯赐予的优美琴歌荣耀,

πᾶσα δέ οἱ μέλεται κομιδή, πάντῃ δὲ φυλάσσει,

在各方面细心调理、处处留神,

620

πιαίνων ἐς ἄεθλα λιγυφθόγγου μέλος αὐδῆς,

为了赛会而滋养其清脆嗓音的韵律;

ὣς οἵ γʼ ἐνδυκέως κομιδὴν εὔφρουρον ἔχουσι,

他们亦是这般恪守审慎的养生之法,

ὄφρα σφι πνοιή τε μένῃ ποτὶ βυσσὸν ἰοῦσιν

以便在潜入深渊之时气息能持久不竭,

ἀσκηθής, προτέροιο δʼ ἀναψύξωσι πόνοιο.

并从先前的劳顿中恢复元气。

ἀλλʼ ὅτʼ ἀεθλεύωσι μέγαν πόνον ἐξανύοντες,

然而当他们投身于这巨大的辛劳搏斗时,

625

εὐχόμενοι μακάρεσσιν ἁλὸς μεδέουσι βαθείης

便向统御深海的诸位福乐神明祈祷,

ἀρῶνται κήτειον ἀλεξῆσαί σφισι πῆμα,

求他们为自己驱退巨兽的灾厄,

μήτε τινʼ ἀντιάσαι λώβην ἁλός· ἢν δʼ ἐσίδωνται

莫在咸海中遭遇任何残害。倘若他们望见了嘉鱼,

κάλλιχθυν, τότε δή σφι νόον μέγα θάρσος ἱκάνει·

那时心中便会涌起巨大的勇气;

οὐ γάρ πω κείνῃσι νομαῖς ἔνι κῆτος ἄαπτον,

盖因在嘉鱼游弋的水域中,

630

οὐ δάκος, οὐδέ τι πῆμα θαλάσσιον ἄλλο φαάνθη,

从未出现过无可匹敌的海中巨兽,亦无任何噬人之怪或海中凶害,

ἀλλʼ αἰεὶ καθαροῖσιν ἀπημάντοις τε πόροισι

它们始终漫游于澄澈无害的水流中;

τέρπονται· τῷ καί μιν ἐφήμισαν ἱερὸν ἰχθύν.

因此人们亦称其为神圣之鱼。

τῷ δʼ ἐπιγηθήσαντες ἐπισπεύδουσι πόνοισι.

他们为此欣喜,愈发加紧劳作。

πείσματι μηκεδανῷ μεσάτης ὑπὲρ ἰξύος ἀνὴρ

采海绵者腰间系着长绳,

635

ἔζωσται, παλάμῃσι δʼ ἐν ἀμφοτέρῃσιν ἀείρει

双手各持器具:

τῇ μὲν ἐριβριθῆ μολίβου χύσιν ἀμφιμεμαρπώς,

一边紧紧握住沉重的铅块,

δεξιτερῇ δʼ ἅρπην εὐήκεα χειρὶ τιταίνει·

右手则持握一把锐利的弯刀;

φρουρεῖ δʼ ἐν γενύεσσιν ὑπὸ στόμα λευκὸν ἄλειφαρ·

口颊之内则含藏着白色的清油。

στὰς δʼ ἄρʼ ὑπὲρ πρώρης ἐσκέψατο πόντιον οἶδμα

他伫立在船头,凝视着汹涌的海涛,

640

ὁρμαίνων βριθύν τε πόνον καὶ ἀθέσφατον ὕδωρ.

思忖着沉重的劳役与深不可测的海水。

οἱ δέ μιν ὀτρύνουσιν ἐπισπέρχουσί τε μύθοιςθαρσαλέοις ἐπὶ μόχθον, ἅτʼ ἐν νύσσῃ βεβαῶτα

同伴们用鼓励的话语催促并激励他奔向苦难,

ἄνδρα ποδωκείης δεδαημένον· ἀλλʼ ὅτε θυμῷ

恰如对待站在起跑线上精于奔跑的健儿。当他心中鼓起勇气,

θαρσήσῃ, δίναις μὲν ἐνήλατο, τὸν δὲ καθέλκει

便跃入翻卷的漩涡,

645

ἱέμενον πολιοῦ μολίβου βεβριθότος ὁρμή.

沉重灰铅的冲势随即将奋勇投下的他拽入深底。

αὐτὰρ ὅ γʼ ἐς βυσσὸν προμολὼν ἐξέπτυσʼ ἀλοιφήν·

当他抵达深渊,便吐出口中的油;

ἡ δὲ μέγα στίλβει τε καὶ ὕδατι μίσγεται αὐγή,

那油光辉大作,光芒与海水交融,

ὄρφνης ἠΰτε πυρσὸς ἀνὰ κνέφας ὄμμα φαείνων·

宛若夜幕昏暗中照亮眼目的火炬。

πέτραις δʼ ἐμπελάσας σπόγγους ἴδεν· οἱ δὲ φύονται

逼近岩壁时,他看见了海绵;

650

ἐν νεάτοις πλαταμῶσιν, ἀρηρότες ἐν σπιλάδεσσι·

它们生长在最底层的平坦岩面上,牢牢附着于礁石之间。

καί σφισι καὶ πνοιὴν φάτις ἔμμεναι, οἷα καὶ ἄλλοις,

相传它们亦如生长在波涛汹涌的礁石上的其他生灵一样,

ὅσσα πολυρραθάγοισιν ἐνὶ σπιλάδεσσι φύονται.

内蕴呼吸之生机。

αἶψα δʼ ἐπαΐξας δρεπάνῃ τάμε χειρὶ παχείῃ

他以粗壮的手臂迅速冲上前去,

ὥστε τις ἀμητὴρ σπόγγων δέμας, οὐδέ τι μέλλει

如同收割者一般用弯刀割下海绵的躯体,

655

δηθύνων, σχοῖνον δὲ θοῶς κίνησεν, ἑταίροις

丝毫不作片刻耽搁,随即便迅速抖动绳索,

σημαίνων κραιπνῶς μιν ἀνελκέμεν· αἷμα γὰρ ἐχθρὸν

向同伴示意急速将自己拉起;

αὐτίκʼ ἀπὸ σπόγγων ῥαθαμίζεται, ἀμφὶ δʼ ἄρʼ ἀνδρὶ

盖因一股可憎的液体登时从海绵中喷溅而出,

εἱλεῖται, πνοιῇ δὲ δυσαέϊ πολλάκι φῶτα

环绕在人身周围,其沉重的浆液侵入鼻孔,

ἔσβεσε μυκτήρεσσιν ἐνισχόμενος βαρὺς ἰχώρ.

常以难闻的恶气使人窒息丧命。

660

τοὔνεκα λαιψηρῶς ἀναδύεται ὥστε νόημα

因此他被拽回时快如闪念,

ἑλκόμενος· τὸν μέν τις ἰδὼν προφυγόντα θαλάσσης

急速浮出水面;目睹他脱离大海之人,

ἄμφω γηθήσειε καὶ οἰκτείρων ἀκάχοιτο·

既会感到欣喜,又会由怜生悲;

ὧδε γὰρ ἠπεδανοῖσι παριεμένου μελέεσσι

盖因由于恐惧与痛彻心扉的疲惫,

δείματι καὶ καμάτῳ θυμαλγέϊ γυῖα λέλυνται.

他的肢体松软无力,已然瘫软不堪。

665

πολλάκι δʼ ἐχθίστης τε τυχὼν καὶ ἀπηνέος ἄγρης

然而很多时候,那不幸的人跳入深邃的海峡,

ἅλμενος ἐς πόντοιο βαθὺν πόρον οὐκέτʼ ἀνέσχε,

遭遇了极可憎且残暴的猎物,

δύσμορος, ἀντιάσας δυσδερκέϊ θηρὶ πελώρῳ·

便再也无法浮起,盖因撞见了面目狰狞的巨兽;

καί ῥʼ ὁ μὲν οἷς ἑτάροισιν ἐπισείων θαμὰ δεσμὸνκέκλεται αὖ ἐρύειν, τὸ δέ οἱ δέμας ἡμιδάϊκτον

他虽频频向同伴摇晃绳索,催促将他拉回,

670

κητείη τε βίη καὶ ὁμόστολοι ἔσπασαν ἄνδρες,3

但他那被撕咬过半的躯体却被海兽的巨力与同船的伙伴向两端拉扯——那是何等凄惨的景象,

οἰκτρὸν ἰδεῖν, ἔτι νηὸς ἐφιέμενον καὶ ἑταίρων·

他尚且向着船只与伙伴伸展渴望;

οἱ δὲ θοῶς κεῖνόν τε πόρον καὶ λυγρὸν ἄεθλον

众人悲痛欲绝,

ἀχνύμενοι λείπουσι καὶ ἐς χέρσον κατάγονται

迅速离开了那片水流与惨烈的试炼场,

λείψανα δυστήνοιο περικλαίοντες ἑταίρου.

靠向陆地,围着不幸同伴的残躯痛哭不已。

675

Τόσσʼ ἐδάην, σκηπτοῦχε διοτρεφές, ἔργα θαλάσσης.

蒙宙斯养育的执杖之王啊,我所了悟的大海之业便是如此之多。

σοὶ δʼ αἰεὶ νῆες μὲν ἀπήμονες ἰθύνοιντο,4

愿为你行驶的船只永远平安受引,

πεμπόμεναι λιαροῖσι καὶ ἰθυπόροισιν ἀήταις,

在温和顺畅的微风护送下前行;

αἰεὶ δʼ ἰχθυόεσσα περιπλήθοιτο θάλασσα,

愿富含游鱼的大海永远充盈丰饶;

γαίης δʼ ἀστυφέλικτα Ποσειδάων ἐρύοιτο

愿稳固庇佑之神波塞冬在下方守护大地深扎的根基,

680

Ἀσφάλιος ῥιζοῦχα θεμείλια νέρθε φυλάσσων.

使陆地永不动摇。

语法注4 条
  1. 5.610εἰσόκεν αὖ ἐρύσωσι περὶ γλώσσῃ μεμαυίας

    连词 εἰσόκεν(相当于 εἰσόκε 或 ἕως)后接虚拟式 ἐρύσωσι,引导表示时间终点的状语从句(“直至他们拉起……”)。前一行使用单数主格分词 μεμαυῖα 指代奋力缩回长舌的单只骨螺,此处则转为复数阴性宾格 μεμαυίας,作 ἐρύσωσι 的直接宾语,指代所有因舌被套住而受制的骨螺群。περὶ γλώσσῃ 为介词短语,表示“因舌而受困/就舌部而言”的受拘状态。

  2. 5.616ὕπνῳ τʼ οὐχ ἁλιεῦσιν ἐοικότι μαλθάσσονται

    与格 ὕπνῳ 表示手段或方式,受带有否定词的分词短语 οὐχ ἁλιεῦσιν ἐοικότι(“与普通渔夫迥异的”)修饰。中动态动词 μαλθάσσονται 字面意为“使自身柔软/放松”,在此语境下指通过高度自律的睡眠调养身体,与下文歌手为比赛调养喉咙与气息的明喻形成对应。

  3. 5.669τὸ δέ οἱ δέμας ἡμιδάϊκτον κητείη τε βίη καὶ ὁμόστολοι ἔσπασαν ἄνδρες

    此句包含显著的语序倒装与隔置(hyperbaton)。句首的宾格短语 τὸ δέ οἱ δέμας ἡμιδάϊκτον(“他那被撕咬过半的躯体”)作为直接宾语被大幅前置于主谓动词 ἔσπασαν 之前;随后并列出现两个主语 κητείη τε βίη(“海兽的巨力”)与 ὁμόστολοι ... ἄνδρες(“同船的水手们”),生动勾勒出海兽与同伴各执一端拉扯受难者躯体的惨烈图景。

  4. 5.676σοὶ δʼ αἰεὶ νῆες μὲν ἀπήμονες ἰθύνοιντο

    此句开启了全诗结语处连续的愿望希求法结构(ἰθύνοιντο、περιπλήθοιτο、ἐρύοιτο)。与格代词 σοί 为表关涉或利益的与格(dativus commodi),指代受题献的皇帝。形容词 ἀπήμονες 作状语性表语(predicative),与被动希求法动词 ἰθύνοιντο 连用,意为“愿船只在平安无损中受引导”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0023.tlg001.humanitext-grc2:5.608-5.680