- 底本
- Oppian. Halieutica. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0023.tlg001.humanitext-grc2:5.383-5.458
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在记述了入网海豹与海龟的习性及捕获之法后,诗人阐明海豚因具备类人智慧而被严禁捕杀,并详述了海豚在优卑亚岛与渔民协作捕鱼的经过及其与人类亲近的传说。
οὐκ ἂν ἐρητύσειε καὶ εἰ μάλα πολλὰ παρείη
因为即便有极多的渔网在前,
δίκτυα,1 ῥηϊδίως δὲ βίῃ τʼ ὀνύχων θʼ ὑπʼ ἀκωκαῖς
也绝不能将狂暴的海豹阻挡,它将凭借自身的力量与利爪的尖端轻易撕裂网罗、
ῥήξει τʼ ἀΐξει τε καὶ ἔσσεται ἰχθύσιν ἄλκαρ
夺路而出,
εἰλομένοις, μέγα δʼ ἄλγος ἐνὶ φρεσὶν ἀσπαλιήων.
对被困的鱼群而言乃是救星,但在渔人的心头却是巨大的痛楚。
ἀλλʼ ἤν μιν καθέλωσιν ὑποφθαδὸν ἐγγύθι γαίης,
然而,倘若人们在靠近陆地之处乘其不备将其擒获,
ἔνθα δὲ καὶ τριόδοντι καὶ ἰφθίμοις ῥοπάλοισι
便会以三叉矛、
δούρασί τε στιβαροῖσι καταΐγδην ἐλόωντες
坚硬的木棒和粗重的标枪自上而下猛扑痛击,
ἐς κροτάφους πέφνουσιν·2 ἐπεὶ φώκῃσιν ὄλεθρος
直取太阳穴将其毙命;
ὀξύτατος κεφαλῆφιν ἱκάνεται οὐταμένῃσι.
因为头部受创会给海豹带来最为迅疾的死亡。
ναὶ μὴν καὶ χέλυες μάλα πολλάκις ἀντιόωσαι
更有甚者,海龟亦屡屡遭遇渔人而败坏渔事,
θήρην λωβήσαντο καὶ ἀνδράσι πῆμα γένοντο.
成为人们的祸患。
τάων δʼ ἔπλετο μόχθος ἑλεῖν ῥήϊστος ἁπάντων
然而对于一位胆略过人、心无畏惧的勇士而言,
ἀνέρι θαρσαλέῳ καὶ ἀταρβέα θυμὸν ἔχοντι·
捕获它们的辛劳却是所有猎捕中最易之事。
εἰ γάρ τις καταδὺς κραναὴν χέλυν ἐν ῥοθίοισιν
盖因若有人潜入汹涌的海涛中,
ὕπτιον ἀνστρέψειεν ἐπʼ ὄστρακον, οὐκέτι κείνη
将坚硬的海龟在其甲壳上仰面翻转过来,它便无论怎样挣扎渴望,
πολλὰ καὶ ἱεμένη δύναται μόρον ἐξαλεείνειν·
也再无法逃脱灭亡的厄运;
ὕψι δʼ ἀναπλώει κοῦφον πλόον ἀσπαίρουσα
它在水面浮行,以足蹼挣扎着轻缓飘动,
ποσσίν, ἁλὸς μεμαυῖα· γέλως δʼ ἔχει ἀγρευτῆρας.
渴慕着重归深渊,而欢笑则充溢在捕猎者心头。
τὴν δʼ ὁτὲ μὲν θείνουσι σιδηρείῃσι βολῇσιν,
他们有时以铁刃投击将其刺死,
ἄλλοτε δʼ ἐν βροχίδεσσιν ἀναψάμενοι μεθέπουσιν.ὡς δʼ ὅτε νηπίαχα φρονέων πάϊς οὐρεσίφοιτον
有时则以绳套系缚将其拖走。
ἀνστρέψῃ τρηχεῖαν ἑλὼν χέλυν, ἡ δʼ ἐπὶ νῶτα
正如同一个天真幼弱的孩童捉住一只在山林漫游的粗糙陆龟并将其翻转过来,
κεκλιμένη μάλα πολλὰ λιλαίεται οὖδας ἱκέσθαι,
那陆龟仰卧着,颤动着干瘪的足与弯曲的双膝,
ῥικνὰ ποδῶν σείουσα καὶ ἀγκύλα γούνατα, μόχθῳ
因劳瘁而频频挣扎,
πυκνὸν ἐπασπαίρουσα, γέλως δʼ ἔχει ὅς κεν ἴδηται,3
极力渴望落向地面,任何目睹之人无不哄堂大笑;
ὣς κείνης ὁμόφυλον ἁλὸς δάκος ὕπτιον ἅλμῃ
同样,它的同族——这头海兽,
ἐμφέρεται λωβητὸν ὑπʼ ἀνδράσιν ἰχθυβόλοισι.
亦被渔人们仰面翻置在咸水上漂浮受辱。
πολλάκι δʼ ἐς τραφερὴν ἀνανίσσεται, ἐκ δὲ βολάων
海龟亦常常爬上陆地,烈日的光芒将它的鳞甲烤焦,
ἠελίου φολίδας περιδαίεται, αὖα δὲ γυῖα
它拖着干枯的肢体步入大海;
ἐς πόντον φορέει, τὴν δʼ οὐκέτι καὶ μεμαυῖαν
然而无论它如何极力渴望,
κῦμα μέλαν δέχεται, φορέει δέ μιν ἠδὲ κυλίνδει
漆黑的波涛亦不再接纳它沉入,
ὕψι μάλʼ ἱεμένην νεάτης ἁλός· οἱ δʼ ἐσιδόντες
而是将渴望潜入海底的它高高托起翻滚。渔人们望见这一幕,
ἰχθυβόλοι μάλα ῥεῖα καὶ ἀσπασίως ἐδάμασσαν.
便极为轻松且欣然地将其制服。
δελφίνων δʼ ἄγρη μὲν ἀπότροπος, οὐδὲ θεοῖσι
然而,捕猎海豚乃是悖逆神明之事,
κεῖνος ἔτʼ ἐμπελάσειε θυτὴρ φίλος οὐδέ κε βωμῶν
凡蓄意谋害海豚之人,绝不能再作为受神喜爱的祭牲者接近诸神,
εὐαγέως ψαύσειεν, ὁμωροφίους δὲ μιαίνει,
亦不得以纯洁之手触碰祭坛,
ὅς κεν ἑκὼν δελφῖσιν ἐπιφράσσηται ὄλεθρον.4
更会玷污与他同居一室的家人。
ἶσα γὰρ ἀνδρομέοισιν ἀπεχθαίρουσι φόνοισι
因为神灵厌恶这些海中首领的惨死,
δαίμονες εἰναλίων ὀλοὸν μόρον ἡγητήρων·
恰如厌恶残害凡人一般;
ἶσα γὰρ ἀνθρώποισι νοήματα καὶ προπόλοισι
盖因作为雷鸣波涛之主宙斯的侍从,
Ζηνὸς ἁλιγδούποιο· τὸ καὶ φιλότητι γενέθλης
它们拥有与人类同等的智慧与心念;
κέχρηνται, μέγα δʼ εἰσὶ συνάρθμιοι ἀλλήλοισιν.
故而它们怀有族类之爱,彼此深厚相亲。
ἤδη γὰρ δελφῖνες ἐνηέες ἀνδράσιν οἵηνἄγρην εὐθήρητον ἐπʼ ἰχθύσιν ὡπλίσσαντο
昔日在爱琴海波涛围绕的优卑亚岛,
νήσῳ ἐν Εὐβοίῃ μετὰ κύμασιν Αἰγαίοισιν·
温顺的海豚曾为人类组织了何等易捕的鱼获!
εὖτε γὰρ ἑσπερίης θήρης πόνον ἐγκονέωσιν
每当渔人急切从事傍晚捕鱼的劳作,
ἰχθυβόλοι, νεπόδεσσι πυρὸς φορέοντες ὁμοκλήν,
以青铜火炉的迅捷闪光将烈火的恐吓逼向游鱼,
ἴπνου χαλκείοιο θοὸν σέλας, οἱ δʼ ἐφέπονται
海豚们便紧随其后,
δελφῖνες, σύνθηρον ἐπισπεύδοντες ὄλεθρον.
共同促成猎物的覆亡。
ἔνθʼ οἱ μὲν τρομέοντες ἀποτροπάδην ἀλέονται
彼时游鱼战栗着倒退奔逃,
ἰχθύες, οἱ δʼ ἔκτοσθεν ἐπαΐσσοντες ὁμαρτῆ
而海豚则从外围一齐突进,
δελφῖνες φοβέουσι καὶ ἱεμένους ἐπὶ βύσσαν
恐吓并驱赶妄图逃往深渊的鱼群,
τρωπᾶσθαι ποτὶ χέρσον ἀνάρσιον ἐξελόωσι,πυκνὸν ἐπιθρώσκοντες, ἅτʼ ἀνδράσι θηρητῆρσι
逼迫它们转向凶险的陆地,
θῆρα κύνες σεύοντες ἀμοιβαίῃς ὑλακῇσι.
如猎犬以交替的狂吠为猎人追逐野兽一般频频腾跃。
τοὺς δʼ ἀγχοῦ ποτὶ χέρσον ἀτυζομένους ἁλιῆες
于是,渔人们便用利齿的三叉戟,
ῥηϊδίως βάλλουσιν ἐϋγλώχινι τριαίνῃ.
轻而易举地刺中在陆地近旁仓皇失措的游鱼。
τοῖσι δʼ ἄφυκτα κέλευθα, διορχεῦνται δʼ ἐνὶ πόντῳ,
鱼群逃路已绝,
καὶ πυρὶ καὶ δελφῖσιν ἐλαυνόμενοι βασιλεῦσιν.
在烈火与身为王者的海豚驱赶下于海中乱窜。
ἀλλʼ ὁπόταν θήρης εὐαγρέος ἔργον ἄνηται,
然而,当大获全胜的渔猎告竣之时,
δὴ τότʼ ἀπαιτίζουσι παρασχεδὸν ἐμπελάσαντες
海豚便贴近身前,
μισθὸν ὁμοφροσύνης, θήρης ἀποδάσμιον αἶσαν·
索取同心协力的报酬——渔获中应得的份额;
οἱ δʼ οὐκ ἠνήναντο, πόρον δʼ εὐαγρέα μοῖραν
渔人们亦不拒绝,欣然奉上丰厚的供奉;
ἀσπασίως· ἤν γάρ τις ὑπερφιάλως ἀλίτηται,
盖因若有人傲慢地犯下罪过,
οὐκέτι οἱ δελφῖνες ἀρηγόνες εἰσὶν ἐπʼ ἄγρην.
海豚便再也不会在捕猎中成为他的助臂。
καὶ μέν τις Λέσβοιο παλαίφατον ἔργον ἀοιδοῦἔκλυεν, ὡς δελφῖνος ὀχησάμενος περὶ νώτῳ
世人想必都曾听闻关于莱斯博斯的歌者的古老传闻,
κῦμα μέλαν περάασκε καθήμενος, ἄτρομος ἦτορ,
他如何跨坐在海豚之背,无所畏惧地弹唱并渡过漆黑的波浪,
ἀείδων, καὶ πότμον ὑπέκφυγε ληϊστήρων
逃脱了海盗的厄运,
Ταιναρίῃ τʼ ἐπέλασσεν ἐπὶ προβολῇσι Λακώνων.
抵达拉科尼亚的泰纳隆海角。
καί πού τις Λίβυος κούρου πόθον οἶδεν ἀκούων,
亦有人想必听闻过海豚对利比亚少年的热恋,
τοῦ ποτε ποιμαίνοντος ἐράσσατο θερμὸν ἔρωτα
当少年牧羊之时,
δελφίς, σὺν δʼ ἤθυρε παρʼ ᾐόσι, καὶ κελαδεινῇ
一只海豚曾对他倾注了炽热的爱慕,在岸边与他嬉戏,
τερπόμενος σύριγγι λιλαίετο πώεσιν αὐτοῖς
沉醉于他清脆的芦笛声中,
μίσγεσθαι πόντον τε λιπεῖν ξυλόχους τʼ ἀφικέσθαι.
甚至渴望融入羊群本身,离弃大海而步入丛林。
ἀλλʼ οὐδʼ ἠϊθέοιο πόθους ἐπὶ πᾶσα λέλησται
然而对于少年的爱恋,她亦未曾完全忘却……
- 5.383οὐκ ἂν ἐρητύσειε καὶ εἰ μάλα πολλὰ παρείη δίκτυα
潜在希求法动词 οὐκ ἂν ἐρητύσειε 以承接前一段落末尾的宾语短语 φώκην μεμαυῖαν(狂暴的海豹)为直接宾语。主语可理解为不定代词“无人”(即“无论有多少网,无人能挡”),亦可视为承接让步从句(καὶ εἰ μάλα πολλὰ παρείη δίκτυα,“即使有极多的渔网在前”)中的中性复数名词 δίκτυα 作为意义上的主语。两种解读在句意表达上完全一致。
- 5.387ἀλλʼ ἤν μιν καθέλωσιν... ἔνθα δὲ καὶ τριόδοντι... πέφνουσιν
在条件从句(ἀλλʼ ἤν μιν καθέλωσιν...“然而倘若人们擒获它……”)之后,主句开头的 ἔνθα δὲ 中的 δὲ 是典型的“归结从句之δέ”(apodotic δὲ),用于史诗语体中明确标示条件节之后主句动作的开启。
- 5.407γέλως δʼ ἔχει ὅς κεν ἴδηται
泛指关系从句 ὅς κεν ἴδηται(κεν 搭配虚拟式,“凡目睹之人”)在没有先行代词的情况下,直接充当主要动词 ἔχει 的宾语(或受动者),字面义为“笑意充溢于凡目睹者心头”,为紧缩的史诗惯用结构。
- 5.416δελφίνων δʼ ἄγρη μὲν ἀπότροπος... ὅς κεν ἑκὼν δελφῖσιν ἐπιφράσσηται ὄλεθρον
置于句末的关系从句 ὅς κεν... ἐπιφράσσηται(“凡蓄意谋害海豚之人”)在句法上倒装后置,作为统领前文 κεῖνος... θυτήρ(“那个人作为祭献者……”)以及动词 μιαίνει(“玷污同室之人”)的实际主语,构成了典型的句法后置与离隔结构。
