← 奥皮安

捕鱼歌

§4.79-4.158

以雌鱼为诱饵捕获发情雄鱼的渔法

诗人描述了利用雌性鹦嘴鱼、鲻鱼和乌贼作为诱饵的精巧捕鱼术,雄鱼因疯狂的求偶本能与盲目救援而纷纷自投鱼篓、罗网与致命的拥抱之中。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
79

χείλεος ἐν δίνῃσι λινοζεύκτῳ ὑπὸ δεσμῷ·

以麻绳系结的束缚从唇尖将其扣住,在涡流中拖曳。

80

ζωὴν μὲν κέρδιστον ἀνελκέμεν· ἢν δὲ θάνῃσι,

将其活着拖曳最为得利;但假若它死去,

δελφῖνος μολίβοιο μετὰ στόμα δέξατο τέχνην.

它口中便装入铅制重物的巧械。

μηρίνθου δʼ ἑτέρωθεν ἐλήλαται ἄλλος ὄπισθεν

从钓线的另一端、绳结之末的后方,

δινωτὸς μολίβοιο βαρὺς κύβος ἅμματος ἄκρου·

又打入另一枚浑圆沉重的铅块;

καί ῥʼ ἡ μὲν ζωῇ ἐναλίγκιος ἐν ῥοθίοισιν

于是这尾雌鱼如活物一般,

85

ἑλκομένη θήλεια τιταίνεται ἐξ ἁλιῆος.

在波浪中受拖曳,被渔夫牵拉向前。

τέτρατος αὖ κύρτοιο βαθὺν δόλον ἀντίον ἕλκει

第四个人则在近旁相对处拉着深邃的鱼篓圈套;

ἐγγύθεν· οἱ δʼ ὁρόωντες ἀολλέες ἰθὺς ἴενται

斑斓的鹦嘴鱼一见此景,

κραιπνὸν ἐπειγόμενοι βαλιοὶ σκάροι, ὄφρα ῥύωνται

便成群结队径直扑来,迅疾赶赴以救援那受拖曳的同伴,

ἑλκομένην, ἀπάτην δὲ περιπροθέουσιν ἁπάντῃ,

并在雌性引发的疯狂欲火驱使下,

90

οἴστρῳ θηλυμανεῖ βεβιημένοι· οἱ δʼ ἐλάτῃσι

绕着那骗局四处奔走。

νῆα κατασπέρχουσιν ὅσον σθένος· οἱ δʼ ἐφέπονται

船员竭尽全力以木桨催动船只,鱼群亦奋力尾随;

ἐσσυμένως· τάχα δέ σφι πανύστατος ἔπλετʼ ἀρωγή.

然而这救援很快便成了它们最后的救助。

εὖτε γὰρ ἀγρομένους τε καὶ ἄσχετα μαιμώοντας

因为当垂钓者的心智窥见它们为了那雌鱼的狂乱而聚集、

θηλείης ἐπὶ λύσσαν ἴδῃ νόος ἀσπαλιῆος,

不可遏制地渴望时,

95

ἐν κύρτῳ κατέθηκεν ὁμοῦ λίνον ἠδὲ μόλιβδον,

他便将麻线与铅块一同投入鱼篓之内,

ὃς σκάρον ἐμβαρύθων εἴσω σπάσεν· οἱ δʼ ἄρʼ ὁμαρτῆ,

铅块加重了鹦嘴鱼的分量,

ὡς ἴδον, ὡς ἐκέχυντο1 παραφθαδόν, Ἄϊδος ἕρκος

将其拖入其中;而它们一见此景,

πλεκτὸν ἐπισπεύδοντες, ἐπειγομένοις δὲ λόχοισι

便争先恐后蜂拥而入,争相奔赴哈得斯编织的罗网。

στείνονται προβολαί τε λύγων καὶ χάσμα πυλάων

因着紧逼的鱼群,柳条的突起与门户险恶的裂口被挤得水泄不通;

100

ἀργαλέον· τοῖοι γὰρ ἐπισπέρχουσι μύωπες.

只因如此强烈的牛虻之刺催促着它们。

ὡς δὲ ποδωκείης μεμελημένοι ἄνδρες ἀέθλων,

正如专注于赛跑角逐的健儿,

στάθμης ὁρμηθέντες ἀπόσσυτοι, ὠκέα γυῖα

自起跑线飞奔而出,奋力向前伸展矫捷的四肢,

προπροτιταινόμενοι, δολιχὸν τέλος ἐγκονέουσιν

急切欲跑完全程终点;

ἐξανύσαι· πᾶσιν δὲ πόθος νύσσῃ τε πελάσσαινίκης τε γλυκύδωρον ἑλεῖν κράτος ἔς τε θύρετραἀΐξαι καὶ κάρτος ἀέθλιον ἀμφιβαλέσθαι·

所有人都渴望靠近折返柱、夺取甘美赐予的胜利威能、冲向门栏并披戴竞技的力量:

τόσσος ἔρως καὶ τοῖσιν ἐς Ἄϊδος ἡγεμονεύει

正是如此巨大的爱欲引导着这些鱼跃入哈得斯的藏身之所,

ἐσθορέειν κευθμῶνας ἀνοστήτοιο λόχοιο.

跃入有去无回的圈套。

κύντατα δʼ ἐς φιλότητα καὶ ὕστατον οἶστρον ἔχοντες

它们怀着对爱欲最无耻的渴望与终极的狂热,

110

αὐτόμολοι πιμπλᾶσιν ἐφίμερον ἀνδράσιν ἄγρην.

自愿充塞了男人们合意的捕获。

ἄλλοι δʼ αὖ θήλειαν ἔσω κύρτοιο κελαινοῦζωὴν ἐγκαθιέντες ὑπὸ σπιλάδεσσι τίθενται

另有一些人将活的雌鱼放入昏暗的鱼篓内,

κείναις, ᾗσι μέλει γλαγόεις σκάρος· οἱ δʼ ὑπʼ ἔρωτος

置于乳白鹦嘴鱼所眷顾的暗礁之下;

αὔρῃ θελγόμενοι φιλοτησίῃ ἀμφαγέρονται,

它们受爱慕之欲的和风诱惑,聚集在四周,

115

ἀμφί τε λιχμάζουσι καὶ ἐξερέουσιν ἁπάντῃ

四处舔舐并到处探索,

μαιόμενοι κύρτοιο κατήλυσιν· αἶψα δʼ ἵκοντο

寻觅进入鱼篓的通道。

εἰσίθμην εὐρεῖαν ἀνέκβατον ἕρκος ἔχουσαν,

它们很快来到了那带有不可脱身之栅栏的宽阔入口,

ἐς δʼ ἔπεσον ἅμα πάντες ὁμιλαδόν, οὐδέ τι μῆχος

齐齐成群坠入其中,毫无脱逃之计,

ἐκδῦναι, στυγερὴν δὲ πόθων εὕροντο τελευτήν.

为自己的欲望寻得了可憎的结局。

120

ὡς δέ τις οἰωνοῖσι μόρον δολόεντα φυτεύων

宛如有人为鸟类设下诡诈的死局,

θήλειαν θάμνοισι κατακρύπτει λασίοισιν

将一雌鸟藏于密丛之中,

ὄρνιν, ὁμογλώσσοιο συνέμπορον ἠθάδα θήρης·

作为猎捕同类的驯熟助手;

ἡ δὲ λίγα κλάζει ξουθὸν μέλος, οἱ δʼ ἀΐοντες

雌鸟清脆地啼鸣出悦耳的曲调,

πάντες ἐπισπέρχουσι, καὶ ἐς βρόχον αὐτοὶ ἵενται,θηλυτέρης ἐνοπῇσι παραπλαγχθέντες ἰωῆς·

其余鸟雀闻声尽皆疾驰而来,被雌鸟叫声的呼喊所迷惑,自投罗网:

τοῖς κεῖνοι κύρτοιο πέσον λαγόνεσσιν ὁμοῖοι.

它们亦如那些鸟儿一般坠入了鱼篓的腹腔。

τοίην δʼ αὖ κεφάλοισιν ἔρως περιβάλλεται ἄτην·καὶ γὰρ τοὺς θήλεια παρήπαφεν ἐν ῥοθίοισιν

爱欲复又将这般的灾难笼罩在鲻鱼身上;

ἑλκομένη· θαλερὴ δὲ πέλοι λιπόωσά τε γυῖα·2

因在波涛中受拖曳的雌鱼亦将它们蒙骗。这雌鱼当是丰腴且肢体光润的;

130

ὧδε γὰρ εἰσορόωντες ἀπείρονες ἀμφαγέρονται·

因它们目睹此景便无数地聚集在四周,

κάλλεϊ δʼ ἐκπάγλως βεβιημένοι οὐκ ἐθέλουσι

被美色酷烈地征服而不愿落后,

λείπεσθαι, πάντῃ δὲ πόθων ἴϋγγες ἄγουσι

四面八方相思的符咒引领着欲火中烧的它们,

θαλπομένους, εἰ καί σφιν ἀνάρσιον ἡγεμονεύοις3

即便有人将作为诱饵的雌鱼拖拽出来、

χέρσον ὑπεξερύων θῆλυν δόλον· οἱ δʼ ἐφέπονται

引向凶险的旱地亦然;它们结队尾随,

135

ἀθρόοι, οὔτε δόλων μεμνημένοι οὔθʼ ἁλιήων·

既不顾及诡计,亦不顾及渔夫。

ἀλλʼ ὥστʼ ἠΐθεοι περικαλλέος ὄμμα γυναικὸς

正如青年男子瞥见绝色佳人的面容,

φρασσάμενοι πρῶτον μὲν ἀποσταδὸν αὐγάζονται,

起初远远观望,赞赏那极为可爱的风姿,

εἶδος ἀγαιόμενοι πολυήρατον, ἄγχι δʼ ἔπειταἤλυθον, ἐκ δʼ ἐλάθοντο καὶ οὐκέτι κεῖνα κέλευθαἔρχονται τὰ πάροιθεν, ἐφεσπόμενοι δὲ γάνυνταιθελγόμενοι λιαρῇσιν ὑπὸ ῥιπῇς Ἀφροδίτης·

继而走近,忘乎所以,不再走那先前的旧径,而是追随其后,在阿佛洛狄忒温和的微风吹拂下欢欣沉醉:

ὣς κείνων οἰστρηδὸν ἐπόψεαι ὑγρὸν ὅμιλον

你亦将目睹那群水生生灵如狂热般聚集拥挤;

εἰλομένων· τάχα δέ σφιν ἀπεχθέες ἦλθον ἔρωτες·

然而可憎的爱欲旋即降临于它们;

αἶψα γὰρ ἀμφίβληστρον ἀνὴρ εὐεργὲς ἀείρας

因那男子迅疾举起精巧的抛网,

145

κόλπον ἐπιπροέηκε καὶ ἄσπετον ἔσπασε θήρην,

掷出网袋,轻易以网眼周匝围罩,

ῥηϊδίως ἁψῖσι περίσχετον ἀμφικαλύψας.

捞起了难以计数的猎物。

σηπίαι αὖ δυσέρωτες ἐπὶ πλέον ἔδραμον ἄτης·οὐ γὰρ τοῖς οὐ κύρτον ὀλέθριον οὔτε λίνοιοἀμφιβολὰς ἐφέηκαν ἁλίστονοι ἀγρευτῆρες,ἀλλʼ αὔτως ἐρύουσιν ἀναψάμενοι μίαν οἴην

再者,

ἐν ῥοθίοις· αἱ δʼ εὖτʼ ἂν ἀπόπροθεν ἀθρήσωσιν,

饱受相思折磨的乌贼奔向了更大的毁灭。因在海涛轰鸣处的猎手们既未对它们投下致命的鱼篓,

αἶψα μάλʼ ἀντιόωσι, περιπλέγδην δʼ ἐνέχονται

亦未撒开麻网的围裹,

ἐμφύμεναι σπείρῃσιν, ἅτε ξείνηθεν ἰδοῦσαι

而仅仅绑住独独一尾雌乌贼,在波浪中拖曳;它们自远方一窥见,

παρθενικαὶ δηναιὸν ἀδελφεὸν ἢ γενετῆραἤπιον ἐν μεγάροισιν ἀπήμονα νοστήσαντα·

便飞速迎上,以盘旋的触手紧紧缠绕相抱,宛如少女们望见远涉异乡的兄长或慈父安然无恙地重返殿堂;

ἠὲ νέον ζεύγλῃσιν ὑπʼ εὐναίης Ἀφροδίτης

抑或新近在合欢阿佛洛狄忒的轭木之下、

κούρη ληϊσθεῖσα γάμων εὐαγρέϊ δεσμῷ

受婚姻易获的束缚所俘获的少女,

νυμφίον ἀμφέπλεξεν, ἐπʼ αὐχένι πάννυχα δεσμὰ

拥抱着新郎,通宵达旦地将束缚施于其颈项……

语法注3 条
  1. 4.97ὡς ἴδον, ὡς ἐκέχυντο

    荷马史诗特有的相关结构(ὡς... ὥς...),表示紧接着发生的动作:“它们一看见,就立刻蜂拥而入”。后一个 ὡς 在主句中作副词(即 ὥς,“便”、“立刻”)。

  2. 4.129θαλερὴ δὲ πέλοι λιπόωσά τε γυῖα

    希求法 πέλοι 用于教谕诗中表示规范与建议(“宜为……”、“当是……”)。后面的 λιπόωσα 为动词 λιπάω 的史诗分词形式(“肥润的”),支配限制宾格(关系宾格)γυῖα(“在肢体上油润”)。

  3. 4.133εἰ καί σφιν ἀνάρσιον ἡγεμονεύοις

    让步条件从句(εἰ καί 带希求法),表达假想的情况(“即便有人将它们引向险恶的旱地”)。第二人称单数 ἡγεμονεύοις 用作泛指人称(“人们/你”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0023.tlg001.humanitext-grc2:4.79-4.158