← 奥皮安

捕鱼歌

§4.235-4.309

相救共难的鲛鱼与痴迷橄榄枝的章鱼

垂钓者嘲弄死去的岩黑鲈,其雌鱼亦追随死难;随后诗人叙述了鲛鱼因相救同伴而共赴死难的习性,以及章鱼因痴迷陆上的油橄榄枝条而登陆并最终落入渔网的奇异爱欲。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
235

οὐ γάρ τοι μία Κύπρις ἐφήνδανεν οὐδὲ μίʼ εὐνή,

“因为无论一位塞浦路斯女神还是一张卧榻都未曾令你满意,

ἀλλὰ μάλʼ ἐν τόσσῃσιν ἀγάλλεο μοῦνος ἀκοίτης

你却在如此众多的床榻间作为唯一的夫君自夸;

εὐναῖς· ἀλλʼ ἴθι δεῦρο, γάμος δέ τοί ἐστιν ἑτοῖμος,

那么来这里吧,新郎,

νυμφίε, χερσαίοιο πυρὸς λευκάμπυκος αὐγή.1

婚礼已为你备妥——陆地上白光闪烁的炉火便是你的归宿!”

τοιάδε που νείκεσσε καὶ οὐκ ἀΐοντι πιφαύσκων.

他对着浑然不知的鱼儿这般讥讽斥责。

240

κίχλαι δʼ, εὖτε θάνῃ φρουρὸς πόσις, ἐκτὸς ἰοῦσαι

当守卫的夫君死去,雌黑鲈们便走出了居室,

πλάζονται θαλάμων, ξυνὸν δʼ ἕλον ἀνέρι πότμον.

在外面流离漂泊,与伴侣迎来了共同的死期。

καὶ μὴν δὴ φιλότητι καὶ ἀλλήλων ἐπαρωγῇὄλλυνται γαλεοί τε κύνες καὶ φῦλα κελαινῶν

再者,由于相亲相爱与彼此相助,

κεντροφόρων· λευκὸς μὲν ἐπʼ ἀγκίστρῳ πεπέδηται

鲛鱼与带刺的黑狗鲛部族亦步入灭亡。白色的鱼被系在鱼钩上,

245

ἰχθύς, ἀσπαλιεὺς δὲ κιών, ὅθι πηλὸς ἀϊδνὴς

垂钓者前往幽暗幽深的深海淤泥沉降于许多寻深之处,

ἐμβύθιος δολιχῇσιν ὑφίζεται ὀργυιῇσιν,

垂下鱼钩;

ἄγκιστρον καθέηκε, θοῶς δέ τις ἔσπασεν ἄτην

很快有一条鱼迎上前去,

ἀντιάσας· ὁ μὲν αὐτίκʼ ἀνέλκεται, οἱ δέ μιν ἄλλοι

猛咬这致命的诱饵。它立即被拖拽上去,

φρασσάμενοι μάλα πάντες ἀολλέες ἐγγὺς ἕπονται,

而其余的鱼察觉后,全都密密麻麻地群集紧随,

250

ὄφρʼ αὐτὴν ἐπὶ νῆα καὶ ἀγρευτῆρας ἵκωνται.

直到抵达船边和猎手们跟前。

δὴ τότε τοὺς μὲν ἕλοις ὑποχῆς περιηγέϊ κύκλῳ,

那时你便可用圆形的抄网捕获一部分,

τοὺς δὲ σιδηρείοισι καταΐγδην στυφελίζων

用三叉铁矛直刺击倒另一部分,

αἰχμαῖς τριγλώχισι καὶ ἀλλοίοισι δόλοισιν·

或以各色圈套擒获它们;

οὐ γὰρ πρὶν φεύγουσιν ἀπότροποι, εἰσόχʼ ἑταῖρον

因为只要看见同伴被拽起,

255

ἑλκόμενον λεύσσωσιν,2 ὁμοῦ δʼ ἐθέλουσιν ὀλέσθαι.

它们便决不转身逃遁,宁愿一同丧命。

οἷον δʼ ἀρτιφάτου παιδὸς νέκυν ἐκ μεγάροιοτύμβον ἐς ἀμφίκλαυτον ἑοὶ στέλλουσι τοκῆες

犹如父母将初遭夭折的娇生独子的遗骸从宫室送往满是哀声的坟冢,

τηλυγέτου, τῷ πολλὰ μάτην περιμοχθήσωσι·

为了这孩子他们曾徒然付出诸多辛劳;

δρυπτόμενοι δʼ ὀδύνῃσι τέκος περικωκύοντες

他们在痛苦中抓挠己身,

260

ἠρίῳ ἐμπεφύασι καὶ οὐκ ἐθέλουσι μέλαθρα

环绕孩子号啕大哭,依附在坟墓前不愿重返家园,

νοστῆσαι, ξυνῇ δὲ θανεῖν δυσπενθέϊ νεκρῷ·

宁愿与深遭哀悼的亡儿一同赴死:

ὣς οἵ γʼ οὐκ ἐθέλουσιν ἀνελκομένοιο λιπέσθαι,

正如它们不愿离开被拉拽上去的同伴,

εἰσόκεν αὐτὸν ὄλεθρον ὑπʼ ἀγρευτῆρσιν ὄλωνται.

直到在猎手手下同遭毁灭。

ἄλλους δὲ ξεῖνός τε καὶ οὐκ ἐνδήμιος ἅλμης

另有一些鱼则被奇异而非咸海本土的爱欲所俘获,

265

εἷλεν ἔρως, χερσαῖον ἐπʼ ἰχθύσιν οἶστρον ἐγείρωνἔξαλον· ἀλλοδαπῆς φιλίης βέλος οἷον ἱκάνει

激发起鱼群离水登陆的狂热:

πουλύποδας σαργῶν τε γένος πέτρῃσιν ἑταῖρον.

这般异类的相思之箭射中了章鱼以及岩石的伴侣白条双带鲷。

ἤτοι πουλύποδες μὲν Ἀθηναίης φιλέουσιν

诚然章鱼钟爱雅典娜的嫩枝,

ἔρνεα καὶ θαλλοῖσιν ἐπὶ γλαυκοῖσιν ἔρωτα

对灰绿色的枝条汲取了爱欲;

270

ἔσπασαν· ἦ μέγα θαῦμα πόθῳ φρένα δενδρήεντι

心灵被对树木的渴望所吸引,

ἕλκεσθαι3 λιπαροῦ τε φυτοῦ πτόρθοισι γάνυσθαι.

因油润作物的幼枝而欢悦,实乃极大的奇迹!

ἔνθα γὰρ ἀγλαόκαρπος ἁλὸς σχεδόν ἐστιν ἐλαίη,

因为凡是在秀美果实的油橄榄临近大海、

γείτοσιν ἐν γουνοῖσιν ἐπακταίη τεθαλυῖα,

在岸边邻近的丘陵上繁茂生长之处,

κεῖθι δὲ πουλύποδος νόος ἕλκεται, ἠΰτʼ ἐπʼ ἴχνος

章鱼的心思便被吸引过去:

275

Κνωσίου εὐρίνοιο κυνὸς μένος, ὅστʼ ἐν ὄρεσσιθηρὸς ἀνιχνεύει σκολιὴν βάσιν ἐξερεείνων

宛如嗅觉灵敏的克诺索斯猎犬循着踪迹所发出的锐气,

ῥινὸς ὑπʼ ἀγγελίῃ νημερτέϊ καί τέ μιν ὦκα

它在山中凭借鼻端准确的信报探寻野兽迂回的步履,

μάρψε καὶ οὐκ ἐμάτησεν ἑὸν δʼ ἐπέλασσεν ἄνακτα·

疾速将其捕获而不致落空,并引其主人前来:

ὥς καὶ τηλεθόωσαν ἄφαρ μάθεν ἐγγὺς ἐλαίην

章鱼亦是这般立即察觉近处繁茂的油橄榄,

280

πούλυπος, ἐκδύνει δὲ βυθῶν καὶ γαῖαν ἀνέρπει

摆脱深海,

καγχαλόων, πρέμνοισι δʼ Ἀθηναίης ἐπέλασσεν·

满怀欢喜地爬上陆地,靠近雅典娜的树干。

ἔνθʼ ἤτοι πρῶτον μὲν ἀγαλλόμενος περὶ ῥίζης

在那儿它起初欢欣地围绕根基盘旋缠绕,

πυθμένας εἰλεῖται στρωφώμενος, ἠΰτε κοῦρος,

犹如一位少年,

ὅστε νέον προμολοῦσαν ἑὴν τροφὸν ἀμφαγαπάζει,

拥抱着刚刚前来的乳母,依偎在她身旁,

285

ἀμφὶ δέ οἱ πλέκεται, κόλποις δʼ ἐπὶ χεῖρας ἀείρει,

将双手抬向她的胸怀,

ἱμείρων δειρήν τε καὶ αὐχένα πηχύνασθαι·

渴望用双臂环抱她的颈项;

ὣς ὁ περὶ πρέμνοισιν ἑλίσσεται ἔρνεϊ χαίρων.

它便是这般缠绕在树干上,为枝条而欣喜。

ἔνθεν ἔπειτʼ ἄκρῃσιν ἐρειδόμενος κοτύλῃσιν

继而它依靠吸盘的顶端奋力向上攀爬,

ὑψόσʼ ἀνερπύζει λελιημένος, ἀμφὶ δὲ χαίτας

环绕着枝叶舒卷,

290

πτύσσεται, ἄλλοτε ἄλλον ἔχων κλάδον, οἷά τις ἀνὴρ

时而抱住这一根枝条,时而抱住另一根,

νοστήσας ξείνηθεν ἑοὺς ἀσπάζεθʼ ἑταίρους

犹如自异乡归来之人拥抱迎面赶来的众友人,

ἀθρόον ἀντιόωντας ἑλισσόμενος περὶ δειρήν·

环抱着他们的脖颈;

ἢ ὥστε βλωθρῇσιν ἑλίσσεται ἀμφʼ ἐλάτῃσιν

又如常春藤湿润的卷须盘绕在高耸的冷杉树上,

ὑγρὸς ἕλιξ κισσοῖο, τιταινόμενος δʼ ἀπὸ ῥίζης

自根部延展攀爬,

295

ἑρπύζει, πάντῃ δὲ περιρρέει ἀκρεμόνεσσιν·

四处漫过细枝:

ὣς ὅ γε γηθόσυνος λιπαροὺς περιβάλλετʼ ἐλαίης

它亦这般欣喜地环抱着油橄榄油亮的嫩枝,

ὄρπηκας, κυνέοντι πανείκελος· ἀλλʼ ὅτʼ ἔρωτος

宛如亲吻一般;但当它从情欲中歇息下来,

λωφήσῃ, πάλιν αὖτις ἁλὸς μετὰ κόλπον ἀφέρπει,

饱享了爱意与对油橄榄的渴望,

πλησάμενος φιλότητος ἐλαιηροῦ τε πόθοιο.

便再次爬回咸海的怀抱。

300

τοῦ δή μιν καὶ ἔρωτος ἕλεν δόλος, ὡς ἐδάησαν

垂钓者们一旦知晓此事,

ἰχθυβόλοι· θαλλοὺς γὰρ ὁμοῦ δήσαντες ἐλαίης

章鱼正因这爱欲而落入圈套。他们将极为繁茂的油橄榄枝条扎在一起,

ὅττι μάλʼ εὐφυέας μόλιβον μέσον ἐγκατέθηκαν,

在中间放入铅块,

ἐκ δʼ ἀκάτου σύρουσιν· ὁ δʼ οὐκ ἀμέλησε νοήσας

自小舟上拖曳而过;章鱼见状决不忽视,

πούλυπος ἀλλʼ ἤϊξε καὶ ἀμφέπλεξεν ἑταίρους

立即扑上前去缠住相亲的枝条;

305

πτόρθους· οὐδʼ ἔτʼ ἔπειτα καὶ ἑλκόμενός περ ἐς ἄγρην

此后即便作为猎物被拉起,

δεσμὰ πόθων ἀνίησιν,4 ἕως ἔντοσθε γένηται

它也未曾松开欲望的羁绊,直到落入舟内;

νηός· ὁ δʼ οὐκ ἤχθηρε καὶ ὀλλύμενός περ ἐλαίην.

即便面临灭亡,它亦未曾怨恨油橄榄。

σαργοὶ δʼ αἰγείοισι πόθοις ἐπὶ θυμὸν ἔχουσιν,

而白条双带鲷的心绪则倾注在对山羊的渴慕上,

αἰγῶν δʼ ἱμείρουσιν, ὀρειαύλοις δὲ βοτοῖσιν

它们思慕山羊,对栖息在山间的牲畜……

语法注4 条
  1. 4.238χερσαίοιο πυρὸς λευκάμπυκος αὐγή

    名词短语在省略系动词 ἐστίν 的情况下,充当前文 γάμος 的表语。这是垂钓者的讽刺之辞,意指新郎所迎来的合欢烛火,实则是陆地上用来烹炙它的炉火光芒。

  2. 4.254οὐ γὰρ πρὶν φεύγουσιν ἀπότροποι, εἰσόχʼ ἑταῖρον ἑλκόμενον λεύσσωσιν

    在带有否定词 οὐ 的主句动词 φεύγουσιν 之后,πρίν 作为相关词出现,接续原本常由 ἕως 或 πρίν 引导的时间从句,此处由连词 εἰσόκε 搭配虚拟式 λεύσσωσιν 构成,表示时间限度与持续:“只要他们看见同伴被拉上去,便绝不转身逃遁”。

  3. 4.270ἦ μέγα θαῦμα πόθῳ φρένα δενδρήεντι ἕλκεσθαι

    感叹词 ἦ 引导的无人称评价表达(省略 ἐστί)统领一个“对格加不定式”结构:φρένα 为不定式的逻辑主语(宾格),ἕλκεσθαι 与 γάνυσθαι 为不定式,意指章鱼的心思被对树木的渴望所牵引。

  4. 4.305οὐδʼ ἔτʼ ἔπειτα καὶ ἑλκόμενός περ ἐς ἄγρην δεσμὰ πόθων ἀνίησιν

    让步分词结构(καί ... περ 搭配现在分词 ἑλκόμενος)嵌入主句之中,意为“此后哪怕作为猎物被拉拽上去,它也未曾放松欲望的纽带”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0023.tlg001.humanitext-grc2:4.235-4.309