← 奥皮安

捕鱼歌

§3.164-3.246

诱引鱼类食欲的钓法与奇里乞亚捕花鲈法

紧接着乌贼吐墨遁逃之法,文中叙述了渔夫如何利用鱼类对肚腹食物的贪求施行活饵垂钓,并详述了奇里乞亚渔民以敲船声与连续投饵驯引花鲈的奇特渔法。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
164

αἱ δὲ διὰ θολόεντος ἄφαρ φεύγουσι πόροιο

它们通过昏暗的水路立即逃窜,轻易避开人类,

165

ῥηϊδίως καὶ φῶτα καὶ εἴ ποθι φέρτερον ἰχθύν.

以及倘若存在的任何更强大的鱼类。

ταῖς δʼ ἴσα τεχνάζουσι καὶ ἠερόφοιτα γένεθλα

凌空掠飞的乌贼种族亦施展同样的巧计;

τευθίδος· οὐ δʼ ἄρα τῇσι μέλας θολὸς ἀλλʼ ὑπερευθὴς

不过在它们体内孕育的并非黑色墨汁,

ἐντρέφεται, μῆτιν δὲ πανείκελον ἐντύνονται.

而是鲜红的体液,它们备有完全相同的智谋。

Τοίοις μὲν φρονέουσι νοήμασιν· ἀλλὰ καὶ ἔμπης

鱼类便怀着这般思虑;

170

ὄλλυνται πυκινῇσιν ἐπιφροσύναις ἁλιήων.

然而它们终究因渔夫周密的智谋而覆灭。

τοὺς μὲν δὴ πελάγεσσιν ἐν ἠλιβάτοισι θέοντας

对于在浩瀚深渊中游弋的鱼类,

ῥηϊδίως ἐρύουσιν· ἐπεὶ σφίσιν οὔτι νόημα

渔夫能轻易将其拉出,

ποικίλον· ἤδη γάρ τις ἐπέσπασε καὶ κρομύοισι

因为它们绝无繁复的心思;

γυμνοῖς τʼ ἀγκίστροισιν ἑλὼν πελαγοστρόφον ἰχθύν.

世人甚至曾仅用洋葱和光秃的空钩便捕获过巡弋远海之鱼。

175

ὅσσοι δʼ αὖ γαίης ἁλιερκέος ἄγχι νέμονται,

至于那些在环海之陆近旁游动的鱼,

τοῖσι μὲν ὀξύτερος πέλεται νόος, ἀλλὰ καὶ αὐτῶν

心智更为敏锐;但即便它们自身,

βαιοὶ μὲν καρῖσιν ἀφαυροτέραις ἐρύονται,

较小者也会因微弱的虾类,

πουλυπόδων θυσάνοις ἢ καρκίνῳ ἀμφιχανόντες

以及吞咬章鱼腕足或螃蟹、小寄居蟹而被钓获,

καρκινάσιν τʼ ὀλίγῃσι καὶ εἰ κρέας ἁλμυρὸν ἅπτοις

若你穿上腌肉、

180

πετραίαις θʼ ἑλμῖσι καὶ ὅττι τοι ἄγχι παρείη

岩虫以及手边所能备有的任何带鱼腥之饵,

ἰχθυόεν·1 βαιοὺς δʼ ἐπὶ μείζοσιν ὁπλίζοιο·

亦能将其钓起。当以较小的鱼装备起来,去对付较大的鱼!

δείπνοις γὰρ γελόωντες ἐπισπεύδουσιν ὄλεθρον·

因为它们在盛宴中欢欣,却加速了自己的覆灭:

ἦ γὰρ ἀεὶ πλωτῶν σιφλὸν γένος θεόντων.

游动的鳞族向来最为贪食。

θύννον μὲν κορακῖνος ἄγει, λάβρακα δὲ καρὶς

黑石首鱼引来金枪鱼,肥虾引来海鲈,

185

πιαλέη, χάννος δὲ φίλον φάγροισι δέλετρον

赤鮨是红鲷喜爱的诱饵,

καὶ βῶκες συνόδοντι καὶ ἱππούροισιν ἴουλοι·

九棘鲈适于海鲂,海猪鱼适于鲯鳅;

τρίγλη δʼ ὀρφὸν ἔπεφνε καὶ ἔσπασε κιρρίδα πέρκη,

红线鱼诛灭了石斑鱼,河鲈拉出了黄姑鱼,

μαινίδι δὲ χρύσοφρυς ἀνέλκεται· αὐτὰρ ἀνιγραὶ

白姑鱼则被小青鳞鱼钓出。

μύραιναι μετὰ σάρκας ἐπειγόμεναι φορέονται

而凶暴的海鳝急于追逐章鱼的肉,

190

πουλυπόδων· ὅσσοι δὲ δέμας περίμετρον ἔχουσι,

遂被捕走。至于那些身躯极为庞大者:

θύννῳ μὲν κὲν κάλλιχθυς ἰαίνεται, αὐτὰρ ὀνίσκοις

海雀鱼喜食金枪鱼,巨金枪鱼喜食大西洋鳕;

ὄρκυνος, λάβρακα δʼ ἐπʼ ἀνθίῃ ὁπλίζοιο,

你当以海鲈为饵去捕花鲈,

ἵππουρον ξιφίῃ, γλαύκῳ δʼ ἔπι κεστρέα πείροις·

以鲯鳅捕剑鱼,对付青鱼则刺穿鲻鱼。

ἄλλῳ δʼ ἀλλοίην γενεὴν ἐπιτεχνάζοιο,

当针对一种鱼以另一种类巧设诱饵,

195

κρέσσονι χειροτέρην·2 ἐπεὶ ἦ μάλα πάντες ἔασιν

以劣胜强;因为对于彼此而言,

ἀλλήλοις φορβή τε φίλη καὶ λίχνος ὄλεθρος.

万鱼确实皆是心爱的食粮与贪婪的死劫。

ὣς οὐδὲν λιμοῖο κακώτερον οὐδὲ βαρείης

因此,世间无物比饥饿更为险恶,亦无物比沉重的肚腹更为残忍。

γαστέρος, ἣ κρατέει μὲν ἐν ἀνθρώποισιν ἀπηνὴς

这肚腹在凡人中间如同一位严酷苛虐的同灶女主人般施威,

καὶ χαλεπὴ δέσποινα συνέστιος, οὔποτε δασμῶν

从未忘却索取贡赋,

200

ληθομένη, πολλοὺς δὲ παρασφήλασα νόοιο

它令许多人偏离理智,

εἰς ἄτην ἐνέηκε καὶ αἴσχεσιν ἐγκατέδησε·

陷入毁灭,并将他们捆缚于羞辱之中。

γαστὴρ δὲ θήρεσσι καὶ ἑρπυστῆρσιν ἀνάσσει

肚腹统治着野兽、爬虫与天空的鸟群,

ἠερίῃς τʼ ἀγέλῃσι, τὸ δὲ πλέον ἐν νεπόδεσσι

而在游鱼之中更显其威势:

κάρτος ἔχει· κείνοις γὰρ ἀεὶ μόρος ἔπλετο γαστήρ.

因为对于它们而言,肚腹始终就是死命本身。

205

Ἀνθιέων δὲ πρῶτα περίφρονα πεύθεο θήρην,

且先倾听捕获花鲈的精妙渔法,

οἵην ἡμετέρης ἐρικυδέος ἐντύνονται

我们声名显赫的故土居民,在萨耳珀冬海岬之畔,

πάτρης ἐνναετῆρες ὑπὲρ Σαρπηδόνος ἀκτῆς

以及居住在赫耳墨斯之城、

ὅσσοι θʼ Ἑρμείαο πόλιν, ναυσίκλυτον ἄστυ

因舟楫著称的科律科斯城和四面环海的埃莱乌萨的人们,

Κωρύκιον, ναίουσι καὶ ἀμφιρύτην Ἐλεοῦσαν.πέτρας μὲν κείνας τεκμαίρεται ἐγγύθι γαίης

正是如此施展巧计。

ἴδρις ἀνήρ, οἵῃσιν ὑπʼ ἀνθίαι αὐλίζονται,

精明的渔人先探明陆地附近花鲈潜伏的岩石——那是由洞穴天然生成、

ἀντροφυεῖς, κευθμῶσι διαρρῶγας θαμέεσσι·

遍布密集裂隙之处。

δουρὶ δʼ ἀναπλώσας πινάκων ἐριηχέα τεύχει

他乘船前往,敲击船板发出隆隆的巨响;

δοῦπον ἐπικροτέων· πατάγῳ θʼ ἐπιτέρπεται ἦτορ

花鲈的内心便因这声响而欣喜。

215

ἀνθιέων· καί πού τις ἀνέδραμεν αὐτίκα λίμνης,

随后便有鱼立刻从水中疾游而上,

παπταίνων ἄκατόν τε καὶ ἀνέρα· τῷ δʼ ἄρʼ ἑτοίμας

注视着小舟与渔人;

πέρκας εὐθὺς ἵησιν ἐν οἴδμασιν ἢ κορακίνους

渔夫便随即向波涛中投下备好的河鲈或黑石首鱼,

ἀσπαλιεύς, πρώτης ὀρέγων ξεινήϊα φορβῆς.

奉上作为初次款待的食粮。

αὐτὰρ ὅ γʼ ἁρπάγδην κεχαρημένος εἰλαπινάζει

那鱼便欢欣喜悦地猛吞这诱人的筵席,

220

δαῖτα φίλην σαίνει τε δολόφρονα θηρητῆρα.

向心怀诡计的猎人摇尾献媚。

ὡς δὲ φιλοξείνοιο μετʼ ἀνέρος οἰκία κέλσῃ

正如一位不论在手艺抑或心智上皆赫赫有名的男子,

κλεινὸς ἀνὴρ ἢ χειρὸς ἐν ἔργμασιν ἠὲ νόοιο,

来到乐善好客之人的居所,

ἀσπασίως δʼ ὅ μιν εἶδεν ἐφέστιον, εὖ δέ ἑ δώροις

主人欣喜地在壁炉旁迎接入内,

εὖ τέ μιν εἰλαπίναις τε φιλοφροσύναις τʼ ἀγαπάζει

以赠礼、盛宴和种种款待殷勤相待;

225

παντοίαις· ἄμφω δὲ γεγηθότες ἀμφὶ τραπέζῃ

二人围坐在餐桌旁满心欢悦,

τέρπονται κρητῆρος ἀμοιβαίοις δεπάεσσιν·

频频举起调酒缸中的杯盏互相致意:

ὣς ὁ μὲν ἀσπαλιεὺς κεχαρημένος ἐλπωρῇσι

同样,渔夫满怀期望欣然微笑,

μειδιάᾳ, δείπνοις δὲ νέοις ἐπιτέρπεται ἰχθύς.

鱼儿亦在新备的餐食中自得其乐。

ἔνθεν ἔπειθʼ ὁ μὲν αἰὲν ἐπημάτιος ποτὶ πέτρην

自此以后,渔夫每日便前往那块岩石,

230

στέλλεται, οὐδʼ ἀνίησιν ἑὸν πόνον οὐδʼ ἀπολείπει

既不懈怠自己的劳作,

δαῖτα φέρων· οἱ δʼ αὐτίκʼ ἀολλέες ἀμφαγέρονται

亦不中断带来盛筵;而食客们如受传令官召唤一般,

δαιτυμόνες κατὰ χῶρον, ἅτε κλητῆρος ἄγοντος.

瞬间群集于该处。

αἰεὶ δὲ πλεόνεσσιν ἑτοιμοτέροις τε παρίσχειφορβὴν ἁρπαλέην· οὐδέ σφισιν ἄλλα κέλευθα

渔夫不断向越来越多且更具渴望的鱼儿提供争抢的饵料;

235

οὐδʼ ἄλλοι κευθμῶνες ἐνὶ φρεσίν, ἀλλὰ μένοντες

它们心中再无他途,亦无其他洞穴,

αὐτοῦ δηθύνουσιν, ἅτε σταθμοῖσι νομήων

只是留驻在那里徘徊,

πώεα χειμερίοισιν ἐν ἤμασιν αὐλίζονται,

宛如冬日里羊群聚在牧人的圈舍中,

οὐδʼ ὀλίγον σηκοῖο λιλαιόμενα προνέεσθαι.

丝毫不愿走出栏圈一步。

οἱ δʼ ὅτʼ ἐσαθρήσωσιν ἀειρομένην ἀπὸ χέρσου

当它们望见那充当抚育者的小舟从陆地启航、

240

σπερχομένην τʼ ἐλάταις ἄκατον τρόφον,3 αὐτίκα πάντες

在双桨划动下疾驰而来,便立刻全数直立身躯,

ὀρθοὶ καγχαλόωντες ὑπεὶρ ἅλα δινεύοντες

欢腾着在海面上旋转,

ἱμερόεν παίζουσι καὶ ἀντιόωσι τιθήνῃ.

娇媚地嬉戏着迎向它们的抚育者。

ὡς δʼ ὁπότʼ ἀπτήνεσσι φέρῃ βόσιν ὀρταλίχοισιμήτηρ, εἰαρινοῦ ζεφύρου πρωτάγγελος ὄρνις,

犹如身为初春西风信使的母鸟给尚未生羽的雏鸟衔来食物,

245

οἱ δʼ ἁπαλὸν τρύζοντες ἐπιθρώσκουσι καλιῇ

雏鸟们在巢中轻轻鸣叫,

γηθόσυνοι περὶ μητρὶ καὶ ἱμείροντες ἐδωδῆς

欢天喜地在母鸟身旁跳跃,渴望着美食一般。

语法注3 条
  1. 3.180ὅττι τοι ἄγχι παρείη ἰχθυόεν

    不定关系代词 ὅττι(即 ὅτι)与祈愿语气 παρείη 结合,构成一个泛指的可能条件从句,呼应前文条件从句的祈愿语气动词 ἅπτοις(主句动词为 ἐρύονται)。中性单数 ἰχθυόεν 修饰 ὅττι(“凡手头所备的任何带鱼腥之物”)。

  2. 3.195κρέσσονι χειροτέρην

    比较级形容词的对仗并列,承接上文的 ἄλλῳ δʼ ἀλλοίην:与格 κρέσσονι(“对更强壮者”)与宾格宾语 χειροτέρην(“以较劣者[作饵]”)形成对比,共同承前省略了动词 ἐπιτεχνάζοιο。

  3. 3.240ἄκατον τρόφον

    名词/形容词用法 τρόφον(“抚育者、养母”)作 ἄκατον(“小舟”)的同位语。不断投喂鱼群的舟船被拟人化为乳母,为后文母鸟哺雏的长喻(ὡς δʼ ὁπότʼ… μήτηρ)作铺垫。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0023.tlg001.humanitext-grc2:3.164-3.246