← 赫西俄德

赫拉克勒斯之盾

§1-70

赫拉克勒斯的诞生与对峙库克诺斯

叙述了阿尔克墨涅的美貌、其夫安菲特律翁的远征,以及宙斯与安菲特律翁分别使她受孕诞下赫拉克勒斯与伊菲克勒斯双胞胎的过程。随后,叙事转入赫拉克勒斯在阿波罗圣地与战神之子库克诺斯的对峙。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
1

ἢ οἵη1 προλιποῦσα δόμους καὶ πατρίδα γαῖαν

或如那位离别了家园与祖国土地,

ἤλυθεν ἐς Θήβας μετʼ ἀρήιον Ἀμφιτρύωνα

与好战的安菲特律翁一同来到底比斯的,

Ἀλκμήνη, θυγάτηρ λαοσσόου Ἠλεκτρύωνος·

民之鼓舞者埃勒克特律翁之女,阿尔克墨涅。

ἥ ῥα γυναικῶν φῦλον ἐκαίνυτο θηλυτεράων

她确乎在柔弱的女流之中出类拔萃,

5

εἴδεΐ τε μεγέθει τε· νόον γε μὲν οὔ τις ἔριζε

美貌与身材兼备;而在智慧上,更无一人能与她相比,

τάων, ἃς θνηταὶ θνητοῖς τέκον εὐνηθεῖσαι.

在凡间女子与凡人男子同床所生的那些女人之中。

τῆς καὶ ἀπὸ κρῆθεν βλεφάρων τʼ ἄπο κυανεάων

她的头颅与黑色的眼睑之中,

τοῖον ἄηθʼ οἷόν τε2 πολυχρύσου Ἀφροδίτης.

亦散发出如同多金的阿佛洛狄忒那般的芬芳。

ἣ δὲ καὶ ὣς κατὰ θυμὸν ἑὸν τίεσκεν ἀκοίτην,

而她亦是在心中如此敬重着自己的丈夫,

10

ὡς οὔ πώ τις ἔτισε γυναικῶν θηλυτεράων·

犹未有任何柔弱的女流曾如此敬重其夫。

ἦ μέν οἱ πατέρʼ ἐσθλὸν ἀπέκτανε ἶφι δαμάσσας,

因为他曾用武力制服并杀害了她高贵的父亲,

χωσάμενος περὶ βουσί· λιπὼν δʼ ὅ γε πατρίδα γαῖαν

因牛群而动怒;而他离开了祖国的土地,

ἐς Θήβας ἱκέτευσε φερεσσακέας Καδμείους.

来到底比斯,向执盾的卡德摩斯人求庇。

ἔνθʼ ὅ γε δώματʼ ἔναιε σὺν αἰδοίῃ παρακοίτι

于彼处,他与自己那令人敬重的妻子同住于殿堂,

15

νόσφιν ἄτερ φιλότητος ἐφιμέρου, οὐδέ οἱ ἦεν

却无温存爱慕之实,而他也不被允许

πρὶν λεχέων ἐπιβῆναι ἐυσφύρου Ἠλεκτρυώνης,

在以下之事以前踏上那美踝的埃勒克特律翁之女的床榻:

πρίν γε φόνον τίσαιτο3 κασιγνήτων μεγαθύμων

即在他为妻子那些气宇轩昂的兄弟们的被杀复仇,

ἧς ἀλόχου, μαλερῷ δὲ καταφλέξαι πυρὶ κώμας

并用烈火烧毁那些英雄男子,

ἀνδρῶν ἡρώων Ταφίων ἰδὲ Τηλεβοάων.

即塔菲亚人与帖勒玻亚人的村落。

20

τὼς γάρ οἱ διέκειτο, θεοὶ δʼ ἐπὶ μάρτυροι ἦσαν·

因为这对他而言是命中注定,众神亦为其见证;

τῶν ὅ γʼ ὀπίζετο μῆνιν, ἐπείγετο δʼ ὅττι τάχιστα

他惧怕众神的愤怒,并急于尽可能快地

ἐκτελέσαι μέγα ἔργον, ὅ οἱ Διόθεν θέμις ἦεν.

去完成那项上天赋予他的伟大伟业。

τῷ δʼ ἅμα ἱέμενοι πολέμοιό τε φυλόπιδός τε

与他同行的,是那些渴望着战争与厮杀的、

Βοιωτοὶ πλήξιπποι, ὑπὲρ σακέων πνείοντες,

策马扬鞭、在盾牌上喘着粗气的玻俄提亚人,

25

Λοκροί τʼ ἀγχέμαχοι καὶ Φωκῆες μεγάθυμοι

以及长于近战的洛克里斯人与气宇轩昂的福基斯人,

ἕσποντʼ· ἦρχε δὲ τοῖσιν ἐὺς πάις Ἀλκαίοιο

紧紧相随;而阿尔凯奥斯优秀的儿子率领着他们,

κυδιόων λαοῖσι. πατὴρ δʼ ἀνδρῶν τε θεῶν τε

他因自己的部众而自豪。然而,人类与众神之父

ἄλλην μῆτιν ὕφαινε μετὰ φρεσίν, ὥς ῥα θεοῖσιν

却在心中编织着另一种盘算,要给众神

ἀνδράσι τʼ ἀλφηστῇσιν ἀρῆς ἀλκτῆρα φυτεύσαι.

与食谷的人类孕育出一位抵御灾厄的护卫者。

30

ὦρτο δʼ ἀπʼ Οὐλύμποιο δόλον φρεσὶ βυσσοδομεύων,

他自奥林匹斯山奔下,在心底深处暗藏玄机,

ἱμείρων φιλότητος ἐυζώνοιο γυναικός,

渴望着与那束着美带的妇人交欢,

ἐννύχιος· τάχα δʼ ἷξε Τυφαόνιον· τόθεν αὖτις

在夜色中;他迅速抵达了堤法奥尼翁,并从那里再次,

Φίκιον ἀκρότατον προσεβήσατο μητίετα Ζεύς.

睿智的宙斯登上了菲基翁山的最顶峰。

ἔνθα καθεζόμενος φρεσὶ μήδετο θέσκελα ἔργα·

他坐在那里,在心中筹划着神妙的事业;

35

αὐτῇ μὲν γὰρ νυκτὶ τανυσφύρου Ἠλεκτρυώνης

因为就在那一夜,他与那纤足的埃勒克特律翁之女

εὐνῇ καὶ φιλότητι μίγη, τέλεσεν δʼ ἄρʼ ἐέλδωρ·

同床共枕、缱绻交欢,达成了他的心愿;

αὐτῇ δʼ Ἀμφιτρύων λαοσσόος, ἀγλαὸς ἥρως,

而就在同一夜,民之鼓舞者、辉煌的英雄安菲特律翁,

ἐκτελέσας μέγα ἔργον ἀφίκετο ὅνδε δόμονδε.

在完成了他的伟业之后,回到了自己的家园。

οὐδʼ ὅ γʼ ἐπὶ δμῶας καὶ ποιμένας ἀγροιώτας

他甚至不愿去见仆役与田野里的牧人,

40

ὦρτʼ ἰέναι, πρίν γʼ ἧς ἀλόχου ἐπιβήμεναι εὐνῆς·

在踏上自己妻子的床榻之前;

τοῖος γὰρ κραδίην πόθος αἴνυτο ποιμένα λαῶν.

因为这般的渴望攫住了这位民之牧者的心房。

ὡς δʼ ὅτʼ ἀνὴρ ἀσπαστὸν ὑπεκπροφύγῃ κακότητα

正如当一个人欢喜地逃离了苦难——

νούσου ὕπʼ ἀργαλέης ἢ καὶ κρατεροῦ ὑπὸ δεσμοῦ,

在痛苦的疾病或坚固的束缚之下,

ὥς ῥα τότʼ4 Ἀμφιτρύων χαλεπὸν πόνον ἐκτολυπεύσας

当时安菲特律翁亦是如此,在完成了他艰难的劳役之后,

45

ἀσπασίως τε φίλως τε ἑὸν δόμον εἰσαφίκανεν.

满心欢喜与欣慰地回到了自己的家园。

παννύχιος δʼ ἄρʼ ἔλεκτο σὺν αἰδοίῃ παρακοίτι

他整夜与自己那令人敬重的妻子同榻而眠,

τερπόμενος δώροισι πολυχρύσου Ἀφροδίτης.

尽享多金的阿佛洛狄忒的恩赐。

ἣ δὲ θεῷ δμηθεῖσα καὶ ἀνέρι πολλὸν ἀρίστῳ

而她,屈从于一位神明以及一位极优秀的凡人,

Θήβῃ ἐν ἑπταπύλῳ διδυμάονε γείνατο παῖδε,

在七门的底比斯诞下了一对双胞胎,

50

οὐ καθʼ ὁμὰ φρονέοντε· κασιγνήτω γε μὲν ἤστην·

他们并非同心同德;然而他们确是亲兄弟;

τὸν μὲν χειρότερον, τὸν δʼ αὖ μέγʼ ἀμείνονα φῶτα,

其一较为逊色,其二则是一位远为优秀的男子,

δεινόν τε κρατερόν τε, βίην Ἡρακληείην·

可怕而强壮的、伟大的赫拉克勒斯;

τὸν μὲν ὑποδμηθεῖσα κελαινεφέι Κρονίωνι,

其一乃是她屈从于乌云密布的克洛诺斯之子而生,

τὸν δʼ ἄρα5 Ἰφικλῆα δορυσσόῳ Ἀμφιτρύωνι,

而另一个,即伊菲克勒斯,则是为那震矛的安菲特律翁所生,

55

κεκριμένην γενεήν· τὸν μὲν βροτῷ ἀνδρὶ μιγεῖσα,

此乃不同的血统:其一乃是她与凡人男子结合所生,

τὸν δὲ Διὶ Κρονίωνι, θεῶν σημάντορι πάντων.

其二则是与克洛诺斯之子宙斯——众神的统治者——所生。

ὃς καὶ Κύκνον ἔπεφνεν, Ἀρητιάδην μεγάθυμον.

他也曾杀害了库克诺斯,那战神阿瑞斯气宇轩昂的儿子;

εὗρε γὰρ ἐν τεμένει ἑκατηβόλου Ἀπόλλωνος

因为他在远射的阿波罗的圣地里发现了他,

αὐτὸν καὶ πατέρα ὃν Ἄρην, ἄατον πολέμοιο,

他本人与他的父亲、对战争贪得无厌的阿瑞斯,

60

τεύχεσι λαμπομένους σέλας ὣς πυρὸς αἰθομένοιο,

他们的铠甲如熊熊烈火般闪耀,

ἑσταότʼ ἐν δίφρῳ· χθόνα δʼ ἔκτυπον ὠκέες ἵπποι

正并立于战车之上;而敏捷的骏马踏击着大地,

νύσσοντες χηλῇσι, κόνις δέ σφʼ ἀμφιδεδήει

用蹄铁踢着土,在他们周围,尘土飞扬,

κοπτομένη πλεκτοῖσιν ὑφʼ ἅρμασι καὶ ποσὶν ἵππων.

在精制的战车与马足之下被击碎、升腾。

ἅρματα δʼ εὐποίητα καὶ ἄντυγες ἀμφαράβιζον

而精制的战车与车厢边缘,

65

ἵππων ἱεμένων· κεχάρητο δὲ Κύκνος ἀμύμων,

随着骏马的前进而嘎嘎作响;而无瑕的库克诺斯满心欢喜,

ἐλπόμενος Διὸς υἱὸν ἀρήιον ἡνίοχόν τε

期望着能用青铜杀死宙斯那好战的儿子

χαλκῷ δηιώσειν καὶ ἀπὸ κλυτὰ τεύχεα δύσειν.

及其御者,并剥下他们显赫的铠甲。

ἀλλά οἱ εὐχωλέων οὐκ ἔκλυε Φοῖβος Ἀπόλλων·

然而,福玻斯·阿波罗并未垂听他的祈祷;

αὐτὸς γάρ οἱ ἐπῶρσε βίην Ἡρακληείην.

因为他亲自唆使了伟大的赫拉克勒斯去对抗他。

70

πᾶν δʼ ἄλσος καὶ βωμὸς Ἀπόλλωνος Παγασαίου

而帕加萨的阿波罗的整个圣林与祭坛……

语法注5 条
  1. 1ἢ οἵη

    《名媛歌》(女性目录)中特有的公式化导入句。意为“或者像那位……的女子”,在保持与前文(此处已佚)连续性的同时,引入一个新的女性人物(此处指阿尔克墨涅)。

  2. 7τῆς καὶ ἀπὸ κρῆθεν βλεφάρων τʼ ἄπο κυανεάων / τοῖον ἄηθʼ οἶόν τε...

    句法上,τοῖον... οἷόν τε 构成相关比较(“正如多金的阿佛洛狄忒那般的【芬芳】”),修饰 ἄητο(动词 ἄημι 的未完成过去时单数第三人称,此处作无主语用法“漂散着……”)的未明示主语。前置词 ἀπὸ... ἄπο... 并列使用,前者与 κρῆθεν 中的属格接尾词 -θεν 构成冗余结合。

  3. 16πρὶν λεχέων ἐπιβῆναι... πρίν γε φόνον τίσαιτο...

    承接主句的否定表达 οὐδέ οἱ ἦεν(“他未能/不被允许”),πρὶν... πρίν γε 构成相关结构。第一个 πρὶν(第16行)作副词(“在此之前”),不定式 ἐπιβῆναι 则从属于 οὐδέ οἱ ἦεν;第二个 πρίν γε(第17行)作连词,接祈愿式(τίσαιτο)与不定式(第18行的 καταφλέξαι),引出条件从句(“在他复仇……之前”)。

  4. 42ὡς δʼ ὅτʼ ἀνὴρ ... ὥς ῥα τότʼ ...

    公式化的荷马式比喻结构。由 ὡς δʼ ὅτε 引导的从句(第42-43行)使用虚拟式(ὑπεκπροφύγῃ)来呈现一个普遍的、假设性的场景,随后由第44行以 ὥς ῥα τότε 开始的主句(使用未完成过去时直陈式 εἰσαφίκανεν)予以承接,从而突显安菲特律翁归来时的实际宽慰与喜悦。

  5. 53τὸν μὲν ὑποδμηθεῖσα... τὸν δʼ ἄρα...

    同位语结构,用以具体说明第49行的直接宾语 διδυμάονε παῖδε(“双胞胎”)。τὸν μὲν 与 τὸν δʼ 均为宾格,分别指代赫拉克勒斯与伊菲克勒斯。分词 ὑποδμηθεῖσα(“屈从于”)与 μιγεῖσα(“结合”,第55行)与主格主语阿尔克墨涅(第48行的 ἣ δὲ)保持一致。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(8 处,最近 2026-11-15)
  • 2026-11-15 AI校阅 — 注 2 处
  • 2026-11-15 AI校阅 — 译文 3 处
  • 2026-11-14 上游版本(Perseus/OGL)的订正 — 原文 2 处
  • 2026-09-21 AI校阅 — 注 1 处
urn:cts:greekLit:tlg0020.tlg003.humanitext-grc2:1-70