← 赫西俄德

工作与时日

§405-476

农具的筹备与耕作播种的要诀

赫西俄德教导珀耳塞斯如何准备农耕所需的房屋、奴隶、牲畜和农具(特别是犁和货车),并详细阐述了砍伐木材的时机、雇工的选择以及季节性耕作和播种的具体步骤。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
405

οἶκον μὲν πρώτιστα γυναῖκά τε βοῦν τʼ ἀροτῆρα,

首先要有一所房屋、一个女人和一头耕牛,

κτητήν, οὐ γαμετήν,1 ἥτις καὶ βουσὶν ἕποιτο,

这是一个女奴而非妻子,她也能跟在牛后劳作,

χρήματα δʼ ἐν οἴκῳ πάντʼ ἄρμενα ποιήσασθαι,

还要在屋里把所有的工具都准备妥当,

μὴ2 σὺ μὲν αἰτῇς ἄλλον, ὃ δʼ ἀρνῆται, σὺ δὲ τητᾷ,

免得你去求人而遭到拒绝,使你缺少工具,

ἡ δʼ ὥρη παραμείβηται, μινύθῃ δὲ τὸ ἔργον.

从而错过了季节,耽误了农活。

410

μηδʼ ἀναβάλλεσθαι ἔς τʼ αὔριον ἔς τε ἔνηφιν·

也不要将工作推迟到明天或后天;

οὐ γὰρ ἐτωσιοεργὸς ἀνὴρ πίμπλησι καλιὴν

因为懒惰的人不会填满他的谷仓,

οὐδʼ ἀναβαλλόμενος· μελέτη δὲ τὸ ἔργον ὀφέλλει·

拖延的人也是如此;而勤勉能使事业昌盛。

αἰεὶ δʼ ἀμβολιεργὸς ἀνὴρ ἄτῃσι παλαίει.

总是拖延工作的人,常常与毁灭搏斗。

ἦμος δὴ λήγει μένος ὀξέος ἠελίοιο

当炽热太阳的焦灼暑气势头减弱,

415

καύματος ἰδαλίμου, μετοπωρινὸν ὀμβρήσαντος

当威力无比的宙斯降下秋雨,人们的身体发生变化,

Ζηνὸς ἐρισθενέος, μετὰ δὲ τρέπεται βρότεος χρὼς

变得更加轻盈——因为那时天狼星

πολλὸν ἐλαφρότερος· δὴ γὰρ τότε Σείριος ἀστὴρ

在注定要死的人们的头顶上,

βαιὸν ὑπὲρ κεφαλῆς κηριτρεφέων ἀνθρώπων

白昼里只移动片刻,

ἔρχεται ἠμάτιος, πλεῖον δέ τε νυκτὸς ἐπαυρεῖ·

而在夜晚则享受更多的份额;

420

τῆμος ἀδηκτοτάτη πέλεται τμηθεῖσα σιδήρῳ

那时用铁器砍下的木材最不易生虫,

ὕλη, φύλλα δʼ ἔραζε χέει, πτόρθοιό τε λήγει·

它会将叶子落到地上,并停止发芽。

τῆμος ἄρʼ ὑλοτομεῖν μεμνημένος3 ὥρια ἔργα.

那时要记住在这适宜的季节砍伐木材,作适时之用。

ὄλμον μὲν τριπόδην τάμνειν, ὕπερον δὲ τρίπηχυν,

砍制一个三尺长的臼,一个三肘长的杵,

ἄξονα δʼ ἑπταπόδην· μάλα γάρ νύ τοι ἄρμενον οὕτω·

一个七尺长的车轴;因为这样对你非常合适。

425

εἰ δέ κεν ὀκταπόδην, ἀπὸ καὶ σφῦράν κε τάμοιο.

如果你砍成八尺长,还能从中砍出一个木槌。

τρισπίθαμον δʼ ἄψιν τάμνειν δεκαδώρῳ ἀμάξῃ.

还要为十掌宽的货车砍制一个三跨宽的轮辋。

πόλλʼ ἐπικαμπύλα κᾶλα· φέρειν δὲ γύην, ὅτʼ ἂν εὕρῃς,

弯曲的木材有很多;当你找到时,请将犁梁带回家,

ἐς οἶκον, κατʼ ὄρος διζήμενος ἢ κατʼ ἄρουραν,

无论是在山上还是在田野里寻找,

πρίνινον· ὃς γὰρ βουσὶν ἀροῦν ὀχυρώτατός ἐστιν,

要找冬青栎的木材;因为用牛耕地时它最结实,

430

εὖτʼ ἂν Ἀθηναίης δμῷος ἐν ἐλύματι πήξας

当雅典娜的仆人把它固定在犁头中,

γόμφοισιν πελάσας προσαρήρεται ἱστοβοῆι.

用木栓将它连接,并紧固在犁柄上时。

δοιὰ δὲ θέσθαι ἄροτρα, πονησάμενος κατὰ οἶκον,

你应当在家里动手制作两张犁,

αὐτόγυον καὶ πηκτόν,4 ἐπεὶ πολὺ λώιον οὕτω·

一张是犁梁与犁头一体的,另一张是装配式的,因为这样要好得多。

εἴ χʼ ἕτερον ἄξαις, ἕτερόν κʼ ἐπὶ βουσὶ βάλοιο.

如果你折断了其中一张,就可以把另一张套在牛身上。

435

δάφνης δʼ ἢ πτελέης ἀκιώτατοι ἱστοβοῆες,

月桂树或榆树的木材最不易生虫,最适合做犁柄,

δρυὸς ἔλυμα, γύης πρίνου· βόε δʼ ἐνναετήρω

犁头用橡木,犁梁用冬青栎。要获得两头九岁的

ἄρσενε κεκτῆσθαι, τῶν γὰρ σθένος οὐκ ἀλαπαδνόν,

雄牛,因为它们的力量不会轻易耗尽,

ἥβης μέτρον ἔχοντε· τὼ ἐργάζεσθαι ἀρίστω.

正值壮年;它们最适合耕作。

οὐκ ἂν τώ γʼ ἐρίσαντε ἐν αὔλακι κὰμ μὲν ἄροτρον

它们不会在犁沟中争斗,折断犁,

440

ἄξειαν, τὸ δὲ ἔργον ἐτώσιον αὖθι λίποιεν.

并把未完成的工作丢在原地。

τοῖς δʼ ἅμα τεσσαρακονταετὴς αἰζηὸς ἕποιτο

应当有一个四十岁的健壮男子跟在它们后面,

ἄρτον δειπνήσας τετράτρυφον, ὀκτάβλωμον,

他吃过分成四块、有八口大小的硬面包,

ὃς ἔργου μελετῶν ἰθεῖάν κʼ αὔλακʼ ἐλαύνοι,

他专心工作,能犁出笔直的犁沟,

μηκέτι παπταίνων μεθʼ ὁμήλικας, ἀλλʼ ἐπὶ ἔργῳ

不再向同伴们张望,而是把心思

445

θυμὸν ἔχων· τοῦ δʼ οὔτι νεώτερος ἄλλος ἀμείνων

放在工作上。没有比他更年轻的人

σπέρματα δάσσασθαι καὶ ἐπισπορίην ἀλέασθαι.

更擅长撒播种子、避免重复播种了。

κουρότερος γὰρ ἀνὴρ μεθʼ ὁμήλικας ἐπτοίηται.

因为年轻的男子在同伴中容易心神不定。

φράζεσθαι δʼ, εὖτʼ ἂν γεράνου φωνὴν ἐπακούσῃς

当你听到鹤的叫声时,请注意,

ὑψόθεν ἐκ νεφέων ἐνιαύσια κεκληγυίης·

它是年复一年地从高空的云端发出啼鸣;

450

ἥτʼ ἀρότοιό τε σῆμα φέρει καὶ χείματος ὥρην

它带来了耕作的信号,预示着多雨的

δεικνύει ὀμβρηροῦ· κραδίην δʼ ἔδακʼ ἀνδρὸς ἀβούτεω·

冬季的到来;这声音刺痛了没有牛的人的心。

δὴ τότε χορτάζειν ἕλικας βόας ἔνδον ἐόντας·

那时,就要在家里好好喂养那些角弯曲的牛;

ῥηίδιον γὰρ ἔπος εἰπεῖν· βόε δὸς καὶ ἄμαξαν·

因为说一句“请借给我两头牛和一辆货车”很容易,

ῥηίδιον δʼ ἀπανήνασθαι· πάρα ἔργα βόεσσιν.

但拒绝也很容易:“我的牛有活要干。”

455

φησὶ δʼ ἀνὴρ φρένας ἀφνειὸς πήξασθαι ἄμαξαν,

自以为富有的愚蠢之人说他要制造一辆货车,

νήπιος, οὐδὲ τὸ οἶδʼ· ἑκατὸν δέ τε δούρατʼ ἀμάξης,

却不知道:一辆货车需要一百块木材,

τῶν πρόσθεν μελέτην ἐχέμεν οἰκήια θέσθαι.5

必须事先做好准备,将它们存放在家里。

εὖτʼ ἂν δὲ πρώτιστʼ ἄροτος θνητοῖσι φανείῃ,

当凡人第一次看到耕作的时刻,

δὴ τότʼ ἐφορμηθῆναι ὁμῶς δμῶές τε καὶ αὐτὸς

那时你和仆人们要一起行动起来,

460

αὔην καὶ διερὴν ἀρόων ἀρότοιο καθʼ ὥρην,

在耕作的季节,不论干地湿地一律犁耕,

πρωὶ μάλα σπεύδων, ἵνα τοι πλήθωσιν ἄρουραι.

清晨大行催促,好让你的田地满载收获。

ἦρι πολεῖν· θέρεος δὲ νεωμένη οὔ σʼ ἀπατήσει.

春天耕地;夏天翻耕的闲田不会欺骗你。

νειὸν δὲ σπείρειν ἔτι κουφίζουσαν ἄρουραν·

乘闲田泥土还松软时播种;

νειὸς ἀλεξιάρη παίδων εὐκηλήτειρα.

闲田能防备灾荒,抚慰饥饿的孩子。

465

εὔχεσθαι δὲ Διὶ χθονίῳ Δημήτερί θʼ ἁγνῇ,

应当向地下宙斯和纯洁的德墨忒尔祈祷,

ἐκτελέα βρίθειν Δημήτερος ἱερὸν ἀκτήν,

使德墨忒尔的神圣谷物长得沉甸甸,

ἀρχόμενος τὰ πρῶτʼ ἀρότου, ὅτʼ ἂν ἄκρον ἐχέτλης

当你开始耕作时,当你用手握住犁柄的末端,

χειρὶ λαβὼν ὅρπηκα βοῶν ἐπὶ νῶτον ἵκηαι

用刺棒敲击拉着轭栓前进的

ἔνδρυον ἑλκόντων μεσάβων. ὁ δὲ τυτθὸς ὄπισθε

牛群的背部时。一个年轻的奴隶要在后面跟着,

470

δμῷος ἔχων μακέλην πόνον ὀρνίθεσσι τιθείη

手里拿着锄头,把种子盖上,给鸟儿制造麻烦;

σπέρμα κατακρύπτων· ἐυθημοσύνη γὰρ ἀρίστη

因为条理井然对凡人来说是最好的,

θνητοῖς ἀνθρώποις, κακοθημοσύνη δὲ κακίστη.

而杂乱无章则是最坏的。

ὧδέ κεν ἀδροσύνῃ στάχυες νεύοιεν ἔραζε,

这样,麦穗就会因饱满而向地面低垂,

εἰ τέλος αὐτὸς ὄπισθεν Ὀλύμπιος ἐσθλὸν ὀπάζοι,

只要奥林匹斯神本人在最后赐予一个好结局;

475

ἐκ δʼ ἀγγέων ἐλάσειας ἀράχνια· καί σε ἔολπα

你将从器皿中驱除蜘蛛网,我希望

γηθήσειν βιότου αἰρεύμενον ἔνδον ἐόντος.

你会因享用家里储存的生计而感到欢欣。

语法注5 条
  1. 406κτητήν, οὐ γαμετήν

    意为“购买来的女奴,而非妻子”。如同“房屋”(οἶκον)和“公牛”(βοῦν)一样,这里的女性被视作需要获取的财产。此处省略了表示获取的动词(例如 κτήσασθαι),随后的 ἥτις 加上希求法(ἥτις... ἕποιτο)表示某种特征或目的。

  2. 408μή

    引导一个表示担忧或否定目的的从句,依赖于第407行中具有命令语气的不定式 ποιήσασθαι。它支配着虚拟语气动词(αἰτῇς, ἀρνῆται, τητᾷ, παραμείβηται, μινύθῃ),意为“免得……”。

  3. 422ὑλοτομεῖν μεμνημένος

    不定式 ὑλοτομεῖν 在此作命令式使用(“记住要砍伐木材”)。它伴随着完了时分词 μεμνημένος(源自 μνάομαι,意为“心存、记住”)。ὥρια ἔργα 作分词 μεμνημένος 的直接宾语。

  4. 433αὐτόγυον καὶ πηκτόν

    指两种类型的犁。αὐτόγυον 是指犁梁(γύης)与犁头(ἔλυμα)由一整块天然弯曲的木材制成的犁;πηκτόν 则是指通过将各个独立的部件拼接装配而成的犁。

  5. 457τῶν πρόσθεν μελέτην ἐχέμεν οἰκήια θέσθαι

    针对前文提到的“百块木材”(属格复数 τῶν 指代第456行的 δούρατʼ),史诗式不定式 ἐχέμεν 在此用作命令式(“必须加以留心”),随后跟着另一个表示目的或结果的不定式 οἰκήια θέσθαι(“以便存放在家里”)。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(1 处,最近 2026-11-15)
  • 2026-11-15 AI校阅 — 注 1 处
urn:cts:greekLit:tlg0020.tlg002.humanitext-grc2:405-476