- 底本
- Hesiod, The Homeric Hymns and Homerica. Evelyn-White, Hugh G., editor. London: William Heinmann; New York: The Macmillan Co., 1914.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0020.tlg002.humanitext-grc2:1-69
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-25
诗人祈求缪斯赞美宙斯,阐明大地上存在两种不和女神(有益的竞争和有害的斗争),并劝诫弟弟佩尔塞斯放弃无意义的诉讼而致力于诚实劳动。接着,他通过普罗米修斯盗火和潘多拉被创造的神话,解释了人类苦难的起源。
μοῦσαι Πιερίηθεν ἀοιδῇσιν κλείουσαι
庇里亚的缪斯,以歌声赞美者啊,
δεῦτε, Δίʼ ἐννέπετε, σφέτερον πατέρʼ ὑμνείουσαι·
降临吧,歌颂宙斯,赞美你们的父亲;
ὅντε διὰ1 βροτοὶ ἄνδρες ὁμῶς ἄφατοί τε φατοί τε,
凡人因他而同样或无闻、或闻名,
ῥητοί τʼ ἄρρητοί τε Διὸς μεγάλοιο ἕκητι.
或著名、或无名,全凭伟大宙斯的意志。
ῥέα μὲν γὰρ βριάει, ῥέα δὲ βριάοντα χαλέπτει,
因为他轻易使人强壮,又轻易使强壮者受挫,
ῥεῖα δʼ ἀρίζηλον μινύθει καὶ ἄδηλον ἀέξει,
轻易使显赫者衰微,使默默无闻者兴旺,
ῥεῖα δέ τʼ ἰθύνει σκολιὸν καὶ ἀγήνορα κάρφει
轻易使弯曲者变直,使傲慢者枯萎,
Ζεὺς ὑψιβρεμέτης, ὃς ὑπέρτατα δώματα ναίει.
这高声打雷的宙斯,居于最高神殿的君王。
κλῦθι ἰδὼν ἀίων τε, δίκῃ δʼ ἴθυνε θέμιστας
倾听吧,亲眼目睹、亲耳垂听,用正义匡正律令,
τύνη· ἐγὼ δέ κε, Πέρση, ἐτήτυμα μυθησαίμην.2
你啊;而我,佩尔塞斯,愿诉说真实的事情。
οὐκ ἄρα μοῦνον ἔην Ἐρίδων γένος, ἀλλʼ ἐπὶ γαῖαν
原来不和女神(埃里斯)并非只有一种,而是在大地上
εἰσὶ δύω· τὴν μέν κεν ἐπαινέσσειε νοήσας,3
有两种;懂道理的人会赞美其中一种,
ἣ δʼ ἐπιμωμητή· διὰ δʼ ἄνδιχα θυμὸν ἔχουσιν.
而另一种则应受谴责;她们的心志截然相反。
ἣ μὲν γὰρ πόλεμόν τε κακὸν καὶ δῆριν ὀφέλλει,
因为一种促进邪恶的战争和纷争,
σχετλίη· οὔτις τήν γε φιλεῖ βροτός, ἀλλʼ ὑπʼ ἀνάγκης
残酷无情;没有凡人喜爱她,但迫于无奈,
ἀθανάτων βουλῇσιν Ἔριν τιμῶσι βαρεῖαν.
依循神明的意志,人们敬奉这沉重的埃里斯。
τὴν δʼ ἑτέρην προτέρην μὲν ἐγείνατο Νὺξ ἐρεβεννή,
至于另一种,黑暗的夜神先生产了她,
θῆκε δέ μιν Κρονίδης ὑψίζυγος, αἰθέρι ναίων,
居于高座、翱翔以太的克罗诺斯之子,
γαίης ἐν ῥίζῃσι, καὶ ἀνδράσι πολλὸν ἀμείνω·
将她安置在大地的根基中,她对人类要好得多;
ἥτε καὶ ἀπάλαμόν περ ὁμῶς ἐπὶ ἔργον ἔγειρεν.
她甚至能唤醒懒惰者去工作。
εἰς ἕτερον γάρ τίς τε ἰδὼν ἔργοιο χατίζει
因为有人看到别人时便渴望劳作——那富裕的人
πλούσιον, ὃς σπεύδει μὲν ἀρώμεναι ἠδὲ φυτεύειν
急于耕作和种植,
οἶκόν τʼ εὖ θέσθαι· ζηλοῖ δέ τε γείτονα γείτων
并且安顿好家室;邻人就会嫉妒
εἰς ἄφενος σπεύδοντʼ· ἀγαθὴ δʼ Ἔρις ἥδε βροτοῖσιν.
急于发财的邻人;这种埃里斯对凡人是有益的。
καὶ κεραμεὺς κεραμεῖ κοτέει καὶ τέκτονι τέκτων,
陶工对陶工动怒,匠人对匠人,
καὶ πτωχὸς πτωχῷ φθονέει καὶ ἀοιδὸς ἀοιδῷ.
乞丐嫉妒乞丐,歌手嫉妒歌手。
ὦ Πέρση, σὺ δὲ ταῦτα τεῷ ἐνικάτθεο θυμῷ,
佩尔塞斯啊,你当将这些铭记在心,
μηδέ σʼ Ἔρις κακόχαρτος ἀπʼ ἔργου θυμὸν ἐρύκοι
不要让那幸灾乐祸的埃里斯使你的心远离工作,
νείκεʼ ὀπιπεύοντʼ ἀγορῆς ἐπακουὸν ἐόντα.4
去窥探广场上的争吵,倾听诉讼。
ὤρη γάρ τʼ ὀλίγη πέλεται νεικέων τʼ ἀγορέων τε,
因为对于那些家中没有积蓄充足、
ᾧτινι μὴ βίος ἔνδον ἐπηετανὸς κατάκειται
合乎时令的生活资料——
ὡραῖος, τὸν γαῖα φέρει, Δημήτερος ἀκτήν.
大地所产的德墨忒尔的麦子的人,对广场和争吵是不大有闲暇顾及的。
τοῦ κε κορεσσάμενος νείκεα καὶ δῆριν ὀφέλλοις
只有当你丰衣足食时,你才可能为了
κτήμασʼ ἐπʼ ἀλλοτρίοις· σοὶ δʼ οὐκέτι δεύτερον ἔσται
他人的财产而挑起争端和冲突。但你不会再有第二次机会
ὧδʼ ἔρδειν· ἀλλʼ αὖθι διακρινώμεθα νεῖκος
这样做;现在就在这里,让我们
ἰθείῃσι δίκῃς, αἵ τʼ ἐκ Διός εἰσιν ἄρισται.
用正直的裁判来解决争端,那是来自宙斯的最公正的裁判。
ἤδη μὲν γὰρ κλῆρον ἐδασσάμεθʼ, ἀλλὰ τὰ πολλὰ
因为我们已经分了家产,但你抢走了许多
ἁρπάζων ἐφόρεις μέγα κυδαίνων βασιλῆας
财物据为己有,极力巴结那些贪图贿赂的王,
δωροφάγους, οἳ τήνδε δίκην ἐθέλουσι δίκασσαι.
他们乐于审判这桩诉讼。
νήπιοι, οὐδὲ ἴσασιν ὅσῳ πλέον ἥμισυ παντὸς5
愚蠢的人啊,他们甚至不知道一半比全部多多少,
οὐδʼ ὅσον ἐν μαλάχῃ τε καὶ ἀσφοδέλῳ μέγʼ ὄνειαρ.
也不明白锦葵和阿福花能带来多大的益处。
κρύψαντες γὰρ ἔχουσι θεοὶ βίον ἀνθρώποισιν·
因为神明对人类隐瞒了生活之资;
ῥηιδίως γάρ κεν καὶ ἐπʼ ἤματι ἐργάσσαιο,
否则你很容易只要劳动一天,
ὥστε σε κεἰς ἐνιαυτὸν ἔχειν6 καὶ ἀεργὸν ἐόντα·
就可以维持一整年的生活,哪怕闲着不干活;
αἶψά κε πηδάλιον μὲν ὑπὲρ καπνοῦ καταθεῖο,
很快你就可以把船舵挂在烟囱上,
ἔργα βοῶν δʼ ἀπόλοιτο καὶ ἡμιόνων ταλαεργῶν.
耕牛和耐劳的骡子的劳作也将化为乌有。
ἀλλὰ Ζεὺς ἔκρυψε χολωσάμενος φρεσὶν ᾗσιν,
但宙斯心中动怒,将它隐瞒了,
ὅττι μιν ἐξαπάτησε Προμηθεὺς ἀγκυλομήτης·
因为足智多谋的普罗米修斯欺骗了他;
τοὔνεκʼ ἄρʼ ἀνθρώποισιν ἐμήσατο κήδεα λυγρά.
因此他给人类设计了痛苦的忧患。
κρύψε δὲ πῦρ· τὸ μὲν αὖτις ἐὺς πάις Ἰαπετοῖο
他隐瞒了火;但伊阿佩托斯的优秀儿子
ἔκλεψʼ ἀνθρώποισι Διὸς πάρα μητιόεντος
又为人类从智谋深广的宙斯那里偷回了它,
ἐν κοΐλῳ νάρθηκι λαθὼν Δία τερπικέραυνον.
藏在空心的茴香秆中,瞒过了喜弄雷霆的宙斯。
τὸν δὲ χολωσάμενος προσέφη νεφεληγερέτα Ζεύς·
聚集乌云的宙斯向他动怒,说道:
Ἰαπετιονίδη, πάντων πέρι μήδεα εἰδώς,
“伊阿佩托斯之子,智慧超群的人啊,
χαίρεις πῦρ κλέψας καὶ ἐμὰς φρένας ἠπεροπεύσας,
你因偷了火并欺骗了我的心而沾沾自喜,
σοί τʼ αὐτῷ μέγα πῆμα καὶ ἀνδράσιν ἐσσομένοισιν.
这对你自身和未来的世人都是大祸临头。
τοῖς δʼ ἐγὼ ἀντὶ πυρὸς δώσω κακόν, ᾧ κεν ἅπαντες
作为火的交换,我将给他们一个灾祸,让他们所有人
τέρπωνται κατὰ θυμὸν ἑὸν κακὸν ἀμφαγαπῶντες.
在心中自得其乐,紧紧拥抱他们自己的灾祸。”
ὣς ἔφατʼ· ἐκ δʼ ἐγέλασσε πατὴρ ἀνδρῶν τε θεῶν τε.
他这样说,人神之父哈哈大笑。
Ἥφαιστον δʼ ἐκέλευσε περικλυτὸν ὅττι τάχιστα
他命令大名鼎鼎的赫菲斯托斯尽快
γαῖαν ὕδει φύρειν, ἐν δʼ ἀνθρώπου θέμεν7 αὐδὴν
用水拌和泥土,并在其中注入人类的声音
καὶ σθένος, ἀθανάτῃς δὲ θεῇς εἰς ὦπα ἐίσκειν
和力量,并把外貌塑造成像不朽的女神一样,
παρθενικῆς καλὸν εἶδος ἐπήρατον· αὐτὰρ Ἀθήνην
具有美丽可爱的少女外形;又命雅典娜
ἔργα διδασκῆσαι, πολυδαίδαλον ἱστὸν ὑφαίνειν·
传授技艺,织造精美繁复的布匹;
καὶ χάριν ἀμφιχέαι κεφαλῇ χρυσέην Ἀφροδίτην
并命金色的阿芙洛狄忒在她的头上倾注妩媚
καὶ πόθον ἀργαλέον καὶ γυιοκόρους μελεδώνας·
和痛苦的渴望,以及折磨肉体的忧虑;
ἐν δὲ θέμεν κύνεόν τε νόον καὶ ἐπίκλοπον ἦθος
至于在其中注入狗一样的灵魂和欺诈的性格,
Ἑρμείην ἤνωγε, διάκτορον Ἀργεϊφόντην.
他则命令了信使、斩杀阿尔戈斯之神赫尔墨斯。
ὣς ἔφαθʼ· οἳ δʼ ἐπίθοντο Διὶ Κρονίωνι ἄνακτι.
他这样说,众神便顺从了克罗诺斯之子宙斯王。
- 3ὅντε διὰ
关系代词 ὅς 与史诗小词 τε 结合为 ὅντε,其后紧跟前置词 διά(发生倒装,anastrophe)并支配宾格,表示宙斯是因(“因他之故,通过他”)。
- 10ἐγὼ δέ κε ... μυθησαίμην
由小词 κε 与第一人称单数祈愿语气(μυθησαίμην)构成的潜在祈愿语气,表示温和的陈述或意图:“我愿(对佩尔塞斯)诉说真理”。
- 12τὴν μέν κεν ἐπαινέσσειε νοήσας
以关系代词 τὴν 为宾语的潜在祈愿语气句(κεν + ἐπαινέσσειε)。分词 νοήσας 起条件作用,意为“人若理解了,便会赞美她”。
- 29νείκεʼ ὀπιπεύοντʼ ἀγορῆς ἐπακουὸν ἐόντα
宾格分词 ὀπιπεύοντα 和 ἐόντα 修饰第28行中的代词 σέ,逻辑主语指向佩尔塞斯。名词 ἀγορῆς 是由具有形容词性质的 ἐπακουόν 所支配的属格(“倾听广场者”)。
- 40ὅσῳ πλέον ἥμισυ παντός
关系副词 ὅσῳ 是伴随比较级 πλέον 的表示“差异程度”的与格。直译为“一半比全部多(有益)多少”,反讽地表明与其不义地贪占全部,不如安分守己地拥有一半(适度的份额)。
- 44ὥστε σε κεἰς ἐνιαυτὸν ἔχειν
由 ὥστε 引导、后接不定词 ἔχειν 及宾格主语 σε 的结果从句,表示假设性的结果:“以至于你(无需劳动)也能拥有一整年份的资产”。
- 60Ἥφαιστον δʼ ἐκέλευσε ... φύρειν ... θέμεν
由命令动词 ἐκέλευσε(第60行)和后文的 ἤνωγε(第68行)所引导的一系列不定词(φύρειν, θέμεν, ἐίσκειν),以赫菲斯托斯(Ἥφαιστον)为宾格主语,构成间接引语中宙斯的命令内容。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(4 处,最近 2026-11-15)
- 2026-11-15 AI校阅 — 译文 1 处
- 2026-11-14 上游版本(Perseus/OGL)的订正 — 原文 3 处
