← 赫西俄德

神谱

§589-661

女性带来的灾祸与释放百臂巨人

文中描述了第一位女性给凡人男子带来的灾祸,以及已婚者和独身者各自面临的困境。随后叙述了宙斯在盖亚的建议下,从地底释放百手巨人,并请求他们协助对抗提坦神族的战争。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
589

ὡς εἶδον δόλον αἰπύν, ἀμήχανον ἀνθρώποισιν.

当他们看到那险恶的诡计,那对人类而言无可奈何的陷阱。

590

ἐκ τῆς γὰρ γένος ἐστὶ γυναικῶν θηλυτεράων,

因为从她诞生了雌性女性的种族,

πῆμα μέγʼ αἳ θνητοῖσι μετʼ ἀνδράσι ναιετάουσιν

她们与凡人男子共同生活,对他们而言是一大祸害,

οὐλομένης πενίης οὐ σύμφοροι, ἀλλὰ κόροιο.1

她们不适于相伴毁灭性的贫穷,却只适于相伴富足。

ὡς δʼ ὁπότʼ ἐν σμήνεσσι κατηρεφέεσσι μέλισσαι

宛如在有遮盖的蜂巢中,蜜蜂

595

κηφῆνας βόσκωσι, κακῶν ξυνήονας ἔργων—

饲养着雄蜂,这些恶行的伙伴——

αἳ μέν τε πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα

蜜蜂整天直到太阳落山,

ἠμάτιαι σπεύδουσι τιθεῖσί τε κηρία λευκά,

在白天里忙碌,筑起白色的蜂巢,

οἳ δʼ ἔντοσθε μένοντες ἐπηρεφέας κατὰ σίμβλους

而雄蜂们留在有遮盖的蜂笼内,

ἀλλότριον κάματον σφετέρην ἐς γαστέρʼ ἀμῶνται—

将别人的劳动成果收进自己的肚子里——

600

ὣς δʼ αὔτως ἄνδρεσσι κακὸν θνητοῖσι γυναῖκας

同样,作为凡人男子的灾祸,

Ζεὺς ὑψιβρεμέτης θῆκεν, ξυνήονας ἔργων

在高处轰鸣的宙斯设置了女性,作为痛苦

ἀργαλέων· ἕτερον δὲ πόρεν κακὸν ἀντʼ ἀγαθοῖο·

行为的伙伴;他还给出了另一个灾祸来代替好东西:

ὅς κε γάμον φεύγων καὶ μέρμερα ἔργα γυναικῶν

凡是逃避婚姻和女性麻烦行径、

μὴ γῆμαι ἐθέλῃ,2 ὀλοὸν δʼ ἐπὶ γῆρας ἵκοιτο

不愿娶妻,以致到了毁灭性的暮年,

605

χήτεϊ γηροκόμοιο· ὅ γʼ οὐ βιότου ἐπιδευὴς

缺乏赡养暮年之人;他活着虽不缺少生活所需,

ζώει, ἀποφθιμένου δὲ διὰ κτῆσιν δατέονται

但当他死去时,他的财产

χηρωσταί· ᾧ δʼ αὖτε γάμου μετὰ μοῖρα γένηται,

被远亲们瓜分;而对于那些分得婚姻命运的人,

κεδνὴν δʼ ἔσχεν ἄκοιτιν ἀρηρυῖαν πραπίδεσσι,

娶到了一位通情达理、心地善良的贤妻,

τῷ δέ τʼ ἀπʼ αἰῶνος κακὸν ἐσθλῷ ἀντιφερίζει

对他而言,一生中灾祸不断与善事相抗衡;

610

ἐμμενές· ὃς δέ κε τέτμῃ ἀταρτηροῖο γενέθλης,

但若是遇到了一个顽劣的伴侣,

ζώει ἐνὶ στήθεσσιν ἔχων ἀλίαστον ἀνίην

活着时胸中便怀着无法消除的痛苦,

θυμῷ καὶ κραδίῃ, καὶ ἀνήκεστον κακόν ἐστιν.

在其灵魂和心灵中,这是一种无法医治的灾祸。

ὣς οὐκ ἔστι Διὸς κλέψαι νόον οὐδὲ παρελθεῖν.

如此,既不可能欺骗也无法避开宙斯的心智。

οὐδὲ γὰρ Ἰαπετιονίδης ἀκάκητα Προμηθεὺς

因为甚至连伊阿佩托斯无辜的儿子普罗米修斯,

615

τοῖό γʼ ὑπεξήλυξε βαρὺν χόλον, ἀλλʼ ὑπʼ ἀνάγκης

也没能逃脱他沉重的怒火,而是在必然性之下,

καὶ πολύιδριν ἐόντα μέγας κατὰ δεσμὸς ἐρύκει.

尽管他极具智慧,一根巨大的锁链仍将他禁锢。

Βριάρεῳ δʼ ὡς πρῶτα πατὴρ ὠδύσσατο θυμῷ

至于布里阿瑞俄斯,当父亲起初在心中对他发怒时,

Κόττῳ τʼ ἠδὲ Γύῃ, δῆσεν κρατερῷ ἐνὶ δεσμῷ

以及对科托斯和居厄斯,他用强力的锁链将他们捆绑,

ἠνορέην ὑπέροπλον ἀγώμενος ἠδὲ καὶ εἶδος

惧怕他们过人的男子气概,以及他们的容貌与身躯;

620

καὶ μέγεθος· κατένασσε δʼ ὑπὸ χθονὸς εὐρυοδείης.

并将他们安置在宽阔的大地之下。

ἔνθʼ οἵ γʼ ἄλγεʼ ἔχοντες ὑπὸ χθονὶ ναιετάοντες

他们在那里承受着痛苦,居住在大地之下,

εἵατʼ ἐπʼ ἐσχατιῇ, μεγάλης ἐν πείρασι γαίης,

坐在极边之地,在辽阔大地的尽头,

δηθὰ μάλʼ ἀχνύμενοι, κραδίῃ μέγα πένθος ἔχοντες.

极其长久地哀伤,心中怀着巨大的悲痛。

ἀλλά σφεας Κρονίδης τε καὶ ἀθάνατοι θεοὶ ἄλλοι,

但是,克洛诺斯之子和其余不朽的神明,

625

οὓς τέκεν ἠύκομος Ῥείη Κρόνου ἐν φιλότητι,

即丽发勒亚与克洛诺斯交好所生的神明,

Γαίης φραδμοσύνῃσιν ἀνήγαγον ἐς φάος αὖτις·

依循盖亚的指引,将他们重新带回了光明之中;

αὐτὴ γάρ σφιν ἅπαντα διηνεκέως κατέλεξε

因为她亲自向他们详尽地述说了一切,

σὺν κείνοις νίκην τε καὶ ἀγλαὸν εὖχος ἀρέσθαι.3

预示着同他们一起,神明们将赢得胜利和璀璨的荣耀。

δηρὸν γὰρ μάρναντο πόνον θυμαλγέʼ ἔχοντες

因为他们早已进行着令人心碎的艰苦战斗,

630

Τιτῆνές τε θεοὶ καὶ ὅσοι Κρόνου ἐξεγένοντο,

提坦神明与克洛诺斯所生的众神,

ἀντίον ἀλλήλοισι διὰ κρατερὰς ὑσμίνας,

彼此相对,在激烈的战斗中,

οἳ μὲν ἀφʼ ὑψηλῆς Ὄθρυος Τιτῆνες ἀγαυοί,

一方来自高耸的奥斯律斯山,那些显赫的提坦神,

οἳ δʼ ἄρʼ ἀπʼ Οὐλύμποιο θεοί, δωτῆρες ἐάων,

另一方则来自奥林波斯,那些施予善物的神明,

οὓς τέκεν ἠύκομος Ῥείη Κρόνῳ εὐνηθεῖσα.

即丽发勒亚同克洛诺斯同床所生的神明。

635

οἵ ῥα τότʼ ἀλλήλοισι χόλον θυμαλγέʼ ἔχοντες

这些神明当时彼此怀着伤痛的怒火,

συνεχέως ἐμάχοντο δέκα πλείους ἐνιαυτούς·

连续不断地战斗了十整年之久;

οὐδέ τις ἦν ἔριδος χαλεπῆς λύσις οὐδὲ τελευτὴ

这场艰难的争斗既无缓解,也无终结,

οὐδετέροις, ἶσον δὲ τέλος τέτατο πτολέμοιο.

对双方而言,战争的结局都处于势均力敌的胶着状态。

ἀλλʼ ὅτε δὴ κείνοισι παρέσχεθεν ἄρμενα πάντα,

但当他确实为他们提供了一切合适之物,

640

νέκταρ τʼ ἀμβροσίην τε, τά περ θεοὶ αὐτοὶ ἔδουσι,

即神明们自己享用的神酒与神粮,

πάντων ἐν στήθεσσιν ἀέξετο θυμὸς ἀγήνωρ.

所有人心中的高傲气魄都大为增长。

ὡς νέκταρ τʼ ἐπάσαντο καὶ ἀμβροσίην ἐρατεινήν,

当他们尝到了神酒与可爱的神粮,

δὴ τότε τοῖς μετέειπε πατὴρ ἀνδρῶν τε θεῶν τε·

就在那时,人类与神明之父对他们说:

κέκλυτε μευ, Γαίης τε καὶ Οὐρανοῦ ἀγλαὰ τέκνα,

“听我说,盖亚和乌拉诺斯的显赫子嗣,

645

ὄφρʼ εἴπω, τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.

好让我说出我胸中之心所命令我的话。

ἤδη γὰρ μάλα δηρὸν ἐναντίοι ἀλλήλοισι

因为早已在极长的时间里,我们彼此相对,

νίκης καὶ κράτεος πέρι μαρνάμεθʼ ἤματα πάντα

终日为了胜利与主宰而进行着战斗,

Τιτῆνές τε θεοὶ καὶ ὅσοι Κρόνου ἐκγενόμεσθα.

提坦神明和我们这些由克洛诺斯所生之众神。

ὑμεῖς δὲ μεγάλην τε βίην καὶ χεῖρας ἀάπτους

你们当展现出你们巨大的力量和不可战胜的双臂,

650

φαίνετε4 Τιτήνεσσιν ἐναντίοι ἐν δαῒ λυγρῇ

在悲惨的战斗中对抗提坦神,

μνησάμενοι φιλότητος ἐνηέος, ὅσσα παθόντες

记起我们温存的友谊,在承受了怎样的痛苦之后,

ἐς φάος ἂψ ἀφίκεσθε δυσηλεγέος ὑπὸ δεσμοῦ

你们才从痛苦的束缚中重回光明,

ἡμετέρας διὰ βουλὰς ὑπὸ ζόφου ἠερόεντος.

借由我们的智谋,从那幽暗的阴霾之下。”

ὣς φάτο· τὸν δʼ ἐξαῦτις ἀμείβετο Κόττος ἀμύμων·

他这样说;无瑕的科托斯随之回答他道:

655

Δαιμόνιʼ, οὐκ ἀδάητα πιφαύσκεαι· ἀλλὰ καὶ αὐτοὶ

“神圣的大人,你所表明的并非我们所不知;然而我们自己

ἴδμεν, ὅ τοι περὶ μὲν πραπίδες, περὶ δʼ ἐστὶ νόημα,

也深知你的心智和理解力非凡,

ἀλκτὴρ δʼ ἀθανάτοισιν ἀρῆς γένεο κρυεροῖο.

且你成为了不朽神明避开严酷灾祸的守护者。

σῇσι δʼ ἐπιφροσύνῃσιν ὑπὸ ζόφου ἠερόεντος

凭借着你的深谋远虑,从那幽暗的阴霾之下,

ἄψορρον δʼ† ἐξαῦτις ἀμειλίκτων ὑπὸ δεσμῶν

重新从无情的锁链中逃脱,

660

ἠλύθομεν, Κρόνου υἱὲ ἄναξ, ἀνάελπτα παθόντες.

我们回来了,克洛诺斯之子的君王啊,经历了意想不到的救赎。

τῷ καὶ νῦν ἀτενεῖ τε νόῳ καὶ ἐπίφρονι βουλῇ

因此现在,我们怀着坚定不移的心志和深思熟虑的谋划,

语法注4 条
  1. 593πενίης ... κόροιο

    与形容词 σύμφορος(相配、适合)连用的宾格性属格(或关联属格)。意为“不与毁灭性的贫穷相配,而与富足相配”。

  2. 603ὅς κε ... ἐθέλῃ

    带有关系小词 κε(= ἄν)和虚拟语气(ἐθέλῃ)的关系从句,表示一般性条件(“凡是不愿娶妻的人”)。此从句修饰主句的主语 ὅ γʼ(第605行)。

  3. 628σὺν κείνοις νίκην τε καὶ ἀγλαὸν εὖχος ἀρέσθαι

    紧随动词 κατέλεξε(第627行,“述说”)之后的不定式短语,用作间接引语,表示“同他们(百手巨人)一起赢得胜利和璀璨的荣耀”的内容。

  4. 650φαίνετε

    根据上下文,此词被释为表示宙斯对百手巨人提出请求或命令的命令式(现在时第二人称复数),意为“展现[你们的力量]以对抗[提坦神]”。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文无修订urn:cts:greekLit:tlg0020.tlg001.humanitext-grc2:589-661