← 阿里斯托芬

地母节妇女

§501-568b

摩涅西罗科斯的进一步揭露与米卡的争吵

第三妇女(摩涅西罗科斯)继续揭露妇女们的种种恶行,引发了愤怒的第一妇女(米卡)与她之间的激烈舌战,并最终升级为肢体冲突。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
501

τὸν μοιχὸν ἐξέπεμψεν, οὐκ εἴρηκέ πω.

第三妇女:她如何把情人送出去,他还没说过呢。

ἑτέραν δʼ ἐγᾦδʼ ἣ ʼφασκεν ὠδίνειν γυνὴ1

我还知道另一个女人,她声称自己正在阵痛,

δέχʼ ἡμέρας, ἔως ἐπρίατο παιδίον·

疼了整整十天,直到她买来一个婴儿;

ὁ δʼ ἀνὴρ περιέτρεχʼ ὠκυτόκιʼ ὠνούμενος·

而丈夫则四处奔波,购买催产药;

505

τὸ δʼ εἰσέφερε γραῦς ἐν χύτρᾳ τὸ παιδίον,

可是一个老太婆却把那婴儿装在锅里抱了进来,

ἵνα μὴ βοᾷ, κηρίῳ βεβυσμένον·

为了不让它哭出声,嘴里塞满了蜜蜡;

εἶθʼ ὡς ἔνευσεν ἡ φέρουσʼ, εὐθὺς βοᾷ,

接着,当那送来孩子的婆子打了个眼色,她便立刻叫喊起来:

ἄπελθʼ ἄπελθʼ, ἤδη γὰρ ὦνέρ μοι δοκῶ

“快走开,快走开!老公,我觉得我已经要

τέξειν. τὸ γὰρ ἦτρον τῆς χύτρας ἐλάκτισεν·

生了。”因为那孩子踢了锅底。

510

χὠ μὲν γεγηθὼς ἔτρεχεν, ἡ δʼ ἐξέσπασεν

于是丈夫欣喜若狂地跑了出去,而她则扯掉了

ἐκ τοῦ στόματος τοῦ παιδίου, τὸ δʼ ἀνέκραγεν.

婴儿嘴里的蜜蜡,婴儿便哭了起来。

εἶθʼ ἡ μιαρὰ γραῦς, ἣ ʼφερεν τὸ παιδίον,

接着,那个运送孩子的下贱老太婆,

θεῖ μειδιῶσα πρὸς τὸν ἄνδρα καὶ λέγει,

笑嘻嘻地跑到丈夫跟前说道:

λέων λέων σοι γέγονεν, αὔτʼ ἔκμαγμα σόν,

“生了个狮子,给你生了个小狮子,简直跟你一模一样,

515

τά τʼ ἄλλʼ ἁπαξάπαντα καὶ τὸ πόσθιον

其他地方无一不像,尤其是那小家伙

τῷ σῷ προσόμοιον, στρεβλὸν ὥσπερ κύτταρον.

和你的一模一样,像橡子壳一样弯曲。”

ταῦτʼ οὐ ποιοῦμεν τὰ κακά; νὴ τὴν Ἄρτεμιν

我们难道没干过这些坏事吗?凭阿耳忒弥斯起誓,

ἡμεῖς γε. κᾆτʼ Εὐριπίδῃ θυμούμεθα,

我们确实干过。可我们居然还对欧里庇得斯动怒,

οὐδὲν παθοῦσαι μεῖζον ἢ δεδράκαμεν;

我们所受的指责难道还超过了我们所做的恶吗?

520

τουτὶ μέντοι θαυμαστόν,

歌队:但这确实令人惊讶,

ὁπόθεν ηὑρέθη τὸ χρῆμα,

这怪物到底是从哪儿钻出来的,

χἤτις ἐξέθρεψε χώρα

又是哪个地方抚养大了

τήνδε τὴν θρασεῖαν οὕτω.

这个如此厚颜无耻的女人。

τάδε γὰρ εἰπεῖν τὴν πανοῦργον

因为那个坏女人居然敢说出这些话,

525

κατὰ τὸ φανερὸν ὧδʼ ἀναιδῶς

并且如此公开和厚颜无耻,

οὐκ ἂν ᾠόμην ἐν ἡμῖν

我绝想不到在我们中间

οὐδὲ τολμῆσαί ποτʼ ἄν.2

她竟敢有这样的胆量。

ἀλλʼ ἅπαν γένοιτʼ ἂν ἤδη·

但如今什么事都可能发生;

τὴν παροιμίαν δʼ ἐπαινῶ

我赞美那句古老的

τὴν παλαιάν· ὑπὸ λίθῳ γὰρ

谚语:因为在每一块

530

παντί νου χρὴ

石头底下,都必须

μὴ δάκῃ ῥητωρ ἀθρεῖν.

提防政客咬人。

ἀλλʼ οὐ γάρ ἐστι τῶν ἀναισχύτων φύσει γυναικῶν

第一妇女:但是,世上确实没有什么

οὐδὲν κάκιον εἰς ἄπαντα πλὴν ἄρʼ εἰ γυναῖκες.

比天生无耻的女人更坏的了,除非那是指女人本身。

οὔ τοι μὰ τὴν Ἄγλαυρον ὦ γυναῖκες εὖ φρονεῖτε,

妇女同胞们,凭阿格劳罗斯起誓,你们肯定是不正常了,

ἀλλʼ ἢ πεφάρμαχθʼ ἢ κακόν τι μέγα πεπόνθατʼ ἄλλο,

要么是中了毒,要么是遭遇了其他什么大祸,

535

ταύτην ἐῶσαι τὴν φθόρον3 τοιαῦτα περιυβρίζειν

竟然放任这个祸害如此侮辱

ἡμᾶς ἁπάσας. εἰ μὲν οὖν τις ἔστιν· εἰ δὲ μή, ἡμεῖς

我们所有人。如果有人,如果没有,我们

αὐταί τε καὶ τὰ δουλάρια τέφραν ποθὲν λαβοῦσαι

自己以及奴隶丫头们,要从哪里弄点灰来,

ταύτης ἀποψιλώσομεν τὸν χοῖρον, ἵνα διδαχθῇ

拔光这个女人的私处毛,好让她吸取教训,

γυνὴ γυναῖκας οὖσα μὴ κακῶς λέγειν τὸ λοιπόν.

作为一个女人,今后休要再诋毁妇女。

540

μὴ δῆτα τόν γε χοῖρον ὦ γυναῖκες. εἰ γὰρ οὔσης

第三妇女:妇女同胞们,千千万万别拔毛啊。因为,既然有

παρρησίας κἀξὸν4 λέγειν ὅσαι πάρεσμεν ἀσταί,

言论自由,且允许我们所有在场的公民妇女发言,

εἶτʼ εἶπον ἁγίγνωσκον ὑπὲρ Εὐριπίδου δίκαια,

我便说了自己认为公道的话,为欧里庇得斯辩护,

διὰ τοῦτο τιλλομένην με δεῖ δοῦναι δίκην ὑφʼ ὑμῶν;

难道就因为这,我就得接受被你们拔毛的惩罚吗?

οὐ γάρ σε δεῖ δοῦναι δίκην; ἥτις μόνη τέτληκας

第一妇女:难道你不该受罚吗?只有你一个人,竟敢

545

ὑπὲρ ἀνδρὸς ἀντειπεῖν, ὃς ἡμᾶς πολλὰ κακὰ δέδρακεν

为那个男人辩护,他给我们造成了这么多祸害,

ἐπίτηδες εὑρίσκων λόγους, ὅπου γυνὴ πονηρὰ

专门挑唆那些坏女人出现的故事,

ἐγένετο, Μελανίππας ποιῶν Φαίδρας τε· Πηνελόπην δὲ

创作了《梅拉尼佩》和《法伊德拉》;但《珀涅罗珀》

οὐπώποτʼ ἐποίησʼ, ὅτι γυνὴ σώφρων ἔδοξεν εἶναι.

他可一次也没写过,就因为她被认为是个贤淑的女人。

ἐγὼ γὰρ οἶδα ταἴτιον. Μίαν γὰρ οὐκ ἂν εἴποις

第三妇女:因为我知道原因。在当今的女人中,你连一个

550

τῶν νῦν γυναικῶν Πηνελόπην, Φαίδρας δʼ ἁπαξαπάσας.

珀涅罗珀也找不出来,相反,她们全都是法伊德拉。

ἀκούετʼ ὦ γυναῖκες οἷʼ εἴρηκεν ἡ πανοῦργος

第一妇女:妇女同胞们,听听这个坏东西刚才说的是什么,

ἡμᾶς ἁπάσας αὖθις αὖ.

她又一次把我们大家全都骂了。

καὶ νὴ Δίʼ οὐδέπω γε

第三妇女:而且凭宙斯起誓,我甚至还没有

εἴρηχʼ ὅσα ξύνοιδʼ· ἐπεὶ βούλεσθε πλείονʼ εἴπω;

说出我所知道的全部事情呢;你们想听我多说点吗?

ἀλλʼ οὐκ ἂν ἔτʼ ἔχοις· ὅσα γὰρ ᾔδησθʼ ἐξέχεας ἅπαντα.

第一妇女:但你不可能再有了;因为你已经把你所知道的全部倒出来了。

555

μὰ Δίʼ οὐδέπω τὴν μυριοστὴν μοῖραν ὧν ποιοῦμεν.

第三妇女:凭宙斯起誓,连我们所做所为的一万分之一都还没说到呢。

ἐπεὶ τάδʼ οὐκ εἴρηχʼ, ὁρᾷς, ὡς5 στλεγγίδας λαβοῦσαι

因为我还没说过这些事呢,你看,我们如何拿着刮身板,

ἔπειτα σιφωνίζομεν τὸν οἶνον.

然后把酒给抽出来偷喝。

ἐπιτριβείης.

第一妇女:该死的家伙!

ὥς τʼ αὖ τὰ κρέʼ ἐξ Ἀπατουρίων ταῖς μαστροποῖς διδοῦσαι

第三妇女:还有,我们如何把阿帕图利亚节祭祀的肉送给媒婆,

ἔπειτα τὴν γαλῆν φαμεν—

然后说被鼬鼠给……

τάλαινʼ ἐγώ· φλυαρεῖς.

第一妇女:可怜的我啊!你在胡言乱语。

560

οὐδʼ ὡς τὸν ἄνδρα τῷ πελέκει γυνὴ κατεσπόδησεν,

第三妇女:还有,一个女人如何用斧头把丈夫砸死,

οὐκ εἶπον· οὐδʼ ὡς φαρμάκοις ἑτέρα τὸν ἄνδρʼ ἔμηνεν,

我也没说过;也没说另一个女人如何用毒药让丈夫发了疯,

οὐδʼ ὡς ὑπὸ τῇ πυέλῳ κατώρυξέν ποτʼ—

也没说她曾经如何把他埋在澡盆下面……

ἐξόλοιο.

第一妇女:灭亡吧你!

ἁχαρνικὴ τὸν πατέρα.

第三妇女:……阿哈尔奈的那个女人杀了自己的父亲。

ταυτὶ δῆτʼ ἀνέκτʼ ἀκούειν;

第一妇女:这难道是能忍受得下去的话吗?

οὐδʼ ὡς σὺ τῆς δούλης τεκούσης ἄρρεν εἶτα σαυτῇ

第三妇女:还有,当你的女奴生了个男孩,你如何把他

565

τοῦθʼ ὑπεβάλου, τὸ σὸν δὲ θυγάτριον παρῆκας αὐτῇ.

冒充成自己的孩子,却把你的亲生女儿送给了她。

οὔ τοι μὰ τὼ θεὼ σὺ καταπροίξει λέγουσα ταυτί,

第一妇女:凭双女神起誓,你休想说了这些话还能白白便宜了去,

ἀλλʼ ἐκποκιῶ σου τὰς ποκάδας.

我非把你的头发都揪下来不可。

οὐ δὴ μὰ Δία σύ γʼ ἅψει.

第三妇女:凭宙斯起誓,你休想碰我一根汗毛。

καὶ μὴν ἰδού.

第一妇女:瞧好了,这就来!

καὶ μὴν ἰδού.

第三妇女:瞧好了,这就来!

语法注5 条
  1. 502ἣ ʼφασκεν ... γυνὴ

    先行词的同化现象。原本应作为主句对格宾语的先行词 γυνή,被吸入关系从句中呈主格,与关系代词 ἥ(ἣ ʼφασκεν)并列。

  2. 524εἰπεῖν ... τολμῆσαι ... οὐκ ἂν ᾠόμην ... οὐδὲ ... ἄν

    由带有 ἄν 的动词 ᾠόμην 所引导的“对格加不定式”结构。不定式 εἰπεῖν 和 τολμῆσαι 以 τὴν πανοῦργον 为逻辑主语。在 τολμῆσαί ποτʼ ἄν 中的第二个 ἄν 是否定句中 ἄν 的重复,用以加强虚拟或潜能的语气(“竟然胆敢……”)。

  3. 535ἐῶσαι τὴν φθόρον

    主格分词 ἐῶσαι 表示原因,修饰主句的隐含主语。阴性单数对格名词 τὴν φθόρον(字面意为“毁灭、祸害”)在此作为转喻,被用作针对特定人身的对格骂人话(“这个害人精”)。

  4. 540οὔσης παρρησίας κἀξὸν

    οὔσης παρρησίας 是属格独立结构(“既然有言论自由”),而 κἀξόν(= καὶ ἐξόν)则是源自非人称动词 ἔξεστι 的对格独立结构(“且被允许”)。这两种不同性质的独立分词结构在这里并列,用以设定让步或条件的语境。

  5. 556ἐπεί ... ὡς

    连词 ἐπεί 引导一个补充性原因或具体实例以说明前文(“因为[我还没有说这些]……”)。连接词 ὡς 引导一个间接疑问句(“我们如何……”),作为动词 εἴρηχʼ 的直接宾语。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(4 处,最近 2026-11-15)
  • 2026-11-15 AI校阅 — 原文 2 处
  • 2026-09-22 AI校阅 — 原文 1 处
  • 2026-09-21 AI校阅 — 译文 1 处
urn:cts:greekLit:tlg0019.tlg008.humanitext-grc2:501-568b