← 阿里斯托芬

利西翠妲

§80-154

丽西斯特拉忒提出罢工计划与妇女们的赞同

斯巴达人兰皮托等其他城邦的妇女陆续加入。丽西斯特拉忒提出了通过拒绝性生活来逼迫男人们停战的计划,尽管妇女们起初强烈抗拒,但最终都被说服并表示同意。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
80

ὡς δʼ εὐχροεῖς, ὡς δὲ σφριγᾷ τὸ σῶμά σου.

丽西斯特拉忒:你的肤色多么好,你的身体多么结实啊!

κἂν ταῦρον ἄγχοις.

你甚至能掐死一头公牛。

μάλα γʼ οἰῶ ναὶ τὼ σιώ·1

兰皮托:凭那两位神明起誓,我也是这么想的。

γυμνάδδομαι γὰρ καὶ ποτὶ πυγὰν ἅλλομαι.

因为我做体操,还做跳起碰臀部的运动。

ὡς δὴ καλὸν τὸ χρῆμα τιτθίων ἔχεις.

卡洛妮克:你长了一对多么漂亮的乳房啊。

ᾇπερ ἱερεῖόν τοί μʼ ὑποψαλάσσετε.2

兰皮托:你们摸我就像在摸祭司的祭品一样。

85

ἡδὶ δὲ ποδαπή ʼσθʼ ἡ νεᾶνις ἡτέρα;

丽西斯特拉忒:那么,这一位年轻的姑娘是从哪里来的?

πρέσβειρά τοι ναὶ τὼ σιὼ Βοιωτία

兰皮托:凭那两位神明起誓,她是来自玻俄提亚的高贵使者,

ἵκει ποθʼ ὑμέ.

来到你们这里。

νὴ μὰ Δία Βοιωτία,

卡洛妮克:凭宙斯起誓,确实是玻俄提亚人,

καλόν γʼ ἔχουσα τὸ πεδίον.

确实长着一片美丽的“平原”。

καὶ νὴ Δία

妙里涅:而且,凭宙斯起誓,

κομψότατα τὴν βληχώ γε παρατετιλμένη.

极其整洁地拔光了她的“薄荷”。

90

τίς δʼ ἡτέρα παῖς;

丽西斯特拉忒:那另一位姑娘又是谁?

χαΐα ναὶ τὼ σιώ,

兰皮托:凭那两位神明起誓,是一位出身高贵的姑娘,

Κορινθία δʼ αὖ.

也是科林斯人。

χαΐα νὴ τὸν Δία

卡洛妮克:凭宙斯起誓,确实“高贵”,

δήλη ʼστὶν οὖσα ταυταγὶ τἀντευθενί.

从这儿(臀部)看去,真是显而易见。

τίς δʼ αὖ ξυναλίαξε τόνδε τὸν στόλον

兰皮托:不过,是谁把这一队

τὸν τᾶν γυναικῶν;

妇人召集起来的?

ἥδʼ ἐγώ.

丽西斯特拉忒:就是我。

μύσιδδέ τοι

兰皮托:那么请说吧,

95

ὅ τι λῇς ποθʼ ἁμέ.

你到底想要我们做什么。

νὴ Δίʼ ὦ φίλη γύναι,

卡洛妮克:是的,凭宙斯起誓,亲爱的朋友,

λέγε δῆτα τὸ σπουδαῖον ὅ τι τοῦτʼ ἐστί σοι.

快告诉我们,你那件严重的事情究竟是什么。

λέγοιμʼ ἂν ἤδη. πρὶν λέγειν δʼ, ὑμᾶς τοδὶ

丽西斯特拉忒:那我就说了。不过在说之前,我要先问你们

ἐπερήσομαί τι μικρόν.

一个小问题。

ὅ τι βούλει γε σύ.

妙里涅:只要是你想要的,问什么都行。

τοὺς πατέρας οὐ ποθεῖτε τοὺς τῶν παιδίων

丽西斯特拉忒:你们难道不思念孩子们那在军队里、

100

ἐπὶ στρατιᾶς ἀπόντας; εὖ γὰρ οἶδʼ ὅτι

缺席在外的父亲吗?因为我很清楚,

πάσαισιν ὑμῖν ἐστιν ἀποδημῶν ἀνήρ.

你们每个人的丈夫都在外地远征。

ὁ γοῦν ἐμὸς ἀνὴρ πέντε μῆνας ὦ τάλαν

卡洛妮克:我那个丈夫,唉,真命苦,已经走了五个月,

ἄπεστιν ἐπὶ Θρᾴκης φυλάττων Εὐκράτη.

到色雷斯去防守埃乌克拉特斯了。

ὁ δʼ ἐμός γε τελέους ἑπτὰ μῆνας ἐν Πύλῳ.

妙里涅:我那个则是整整七个月都在皮洛斯。

105

ὁ δʼ ἐμός γα καἴ κʼ ἐκ τᾶς ταγᾶς ἔλσῃ ποκά,3

兰皮托:我那个呀,哪怕什么时候从军中回来了,

πορπακισάμενος φροῦδος ἀμπτάμενος ἔβα.

也马上扣好盾牌带,飞也似地又走了。

ἀλλʼ οὐδὲ μοιχοῦ καταλέλειπται φεψάλυξ.

卡洛妮克:连情人的一丝火星都没留下来。

ἐξ οὗ γὰρ ἡμᾶς προὔδοσαν Μιλήσιοι,

丽西斯特拉忒:自从米利都人背叛了我们,

οὐκ εἶδον οὐδʼ ὄλισβον ὀκτωδάκτυλον,

我连个八指长的皮阳具都没见过,

110

ὃς ἦν ἂν ἡμῖν σκυτίνη ʼπικουρία.

那本可以成为我们皮制的救星。

ἐθέλοιτʼ ἂν οὖν, εἰ μηχανὴν εὕροιμʼ ἐγώ,

那么,如果我能找到一个妙计,你们愿意

μετʼ ἐμοῦ καταλῦσαι τὸν πόλεμον;

跟我一起结束这场战争吗?

νὴ τὼ θεώ·

妙里涅:凭那两位女神起誓,当然愿意!

ἔγωγʼ ἂν οὖν κἂν εἴ με χρείη τοὔγκυκλον

我甚至愿意,哪怕要把我这件外套押出去,

τουτὶ καταθεῖσαν4 ἐκπιεῖν αὐθημερόν.

在当天就把它喝个精光,我也愿意。

115

ἐγὼ δέ γʼ ἂν κἂν ὡσπερεὶ ψῆτταν δοκῶ

卡洛妮克:我呢,我觉得哪怕像一条比目鱼那样,

δοῦναι ἂν ἐμαυτῆς5 παρατεμοῦσα θἤμισυ.

把自己切下一半来献出去也行。

ἐγὼ δὲ καί κα ποττὸ Ταΰγετόν γʼ ἄνω

兰皮托:我呢,哪怕要我爬上泰格特斯山,

ἔλσοιμʼ ὅπᾳ μέλλοιμί γʼ εἰράναν ἰδεῖν.

只要能在那儿看到和平,我也愿意爬上去。

λέγοιμʼ ἄν· οὐ δεῖ γὰρ κεκρύφθαι τὸν λόγον.

丽西斯特拉忒:那我就说了;因为这计划不应该再隐瞒。

120

ἡμῖν γὰρ ὦ γυναῖκες, εἴπερ μέλλομεν

女同胞们,如果我们真的要

ἀναγκάσειν τοὺς ἄνδρας εἰρήνην ἄγειν,

强迫男人们维持和平,

ἀφεκτέʼ ἐστὶ—

我们必须克制自己不接触――

τοῦ; φράσον.

卡洛妮克:什么?快说!

ποιήσετʼ οὖν;

丽西斯特拉忒:那么,你们会照做吗?

ποιήσομεν, κἂν ἀποθανεῖν ἡμᾶς δέῃ.

卡洛妮克:我们会照做的,即使要我们付出生命的代价。

ἀφεκτέα τοίνυν ἐστὶν ἡμῖν τοῦ πέους.

丽西斯特拉忒:那么,我们必须拒绝阳具。

125

τί μοι μεταστρέφεσθε; ποῖ βαδίζετε;

你们为什么背过脸去?你们要去哪儿?

αὗται τί μοιμυᾶτε κἀνανεύετε;

你们为什么撇着嘴、摇着头?

τί χρὼς τέτραπται; τί δάκρυον κατείβεται;

为什么脸色变了?为什么眼泪流了下来?

ποιήσετʼ ἢ οὐ ποιήσετʼ; ἢ τί μέλλετε;

你们做还是不做?还在犹豫什么?

οὐκ ἂν ποιήσαιμʼ, ἀλλʼ ὁ πόλεμος ἑρπέτω.

妙里涅:我可不干,让战争继续下去吧!

130

μὰ Δίʼ οὐδʼ ἐγὼ γάρ, ἀλλʼ ὁ πόλεμος ἑρπέτω.

卡洛妮克:凭宙斯起誓,我也不干,让战争继续下去吧!

ταυτὶ σὺ λέγεις ὦ ψῆττα; καὶ μὴν ἄρτι γε

丽西斯特拉忒:这话是你说的吗,你这只“比目鱼”?可刚才你还

ἔφησθα σαυτῆς κἂν παρατεμεῖν θἤμισυ.

说哪怕把自己切下一半来也在所不惜呢。

ἄλλʼ ἄλλʼ ὅ τι βούλει· κἄν με χρῇ διὰ τοῦ πυρὸς

卡洛妮克:别的事,别的什么事都行!哪怕要我赴汤蹈火,

ἐθέλω βαδίζειν· τοῦτο μᾶλλον τοῦ πέους.

我也愿意去;这总比没有阳具强。

135

οὐδὲν γὰρ οἷον ὦ φίλη Λυσιστράτη.

因为没有什么能比得上它,亲爱的丽西斯特拉忒。

τί δαὶ σύ;

丽西斯特拉忒:那么你呢?

κἀγὼ βούλομαι διὰ τοῦ πυρός.

妙里涅:我也情愿赴汤蹈火。

ὦ παγκατάπυγον θἠμέτερον ἅπαν γένος,

丽西斯特拉忒:啊,我们这整个女性群体真是一群无可救药的好色之徒!

οὐκ ἐτὸς ἀφʼ ἡμῶν εἰσιν αἱ τραγῳδίαι.

难怪悲剧总是拿我们当题材。

οὐδὲν γάρ ἐσμεν πλὴν Ποσειδῶν καὶ σκάφη.

因为除了波塞冬和木桶,我们什么都不是。

140

ἀλλʼ ὦ φίλη Λάκαινα, σὺ γὰρ ἐὰν γένῃ

但是,亲爱的斯巴达人,只要你一个人

μόνη μετʼ ἐμοῦ, τὸ πρᾶγμʼ ἀνασωσαίμεσθʼ ἔτʼ ἄν,

能跟我站在一起,我们也许还能挽回大局,

ξυμψήφισαί μοι.

支持我吧。

χαλεπὰ μὲν ναὶ τὼ σιὼ

兰皮托:凭那两位神明起誓,这实在是一件难事,

γυναῖκάς ἐσθʼ ὑπνῶν ἄνευ ψωλᾶς μόνας.

要女人在没有勃起硬挺的情况下,独自一人入睡。

ὅμως γα μάν· δεῖ τᾶς γὰρ εἰράνας μάλʼ αὖ.

但不管怎样,我们依然需要和平。

145

ὦ φιλτάτη σὺ καὶ μόνη τούτων γυνή.

丽西斯特拉忒:啊,我最亲爱的,你真是这群人中唯一真正的女人!

εἰ δʼ ὡς μάλιστʼ ἀπεχοίμεθʼ οὗ σὺ δὴ λέγεις,

卡洛妮克:但是,如果我们真的尽可能地拒绝你所说的那些事,

ὃ μὴ γένοιτο, μᾶλλον ἂν διὰ τουτογὶγένοιτʼ ἂν εἰρήνη;

但愿千万别发生!――和平真的会因此而更快到来吗?

πολύ γε νὴ τὼ θεώ.

丽西斯特拉忒:大有希望,凭那两位女神起誓。

εἰ γὰρ καθοίμεθʼ ἔνδον ἐντετριμμέναι,

因为,如果我们化好妆坐在屋里,

150

κἀν τοῖς χιτωνίοισι τοῖς Ἀμοργίνοις

穿着阿莫尔戈斯式透明的短上衣,

γυμναὶ παρίοιμεν δέλτα παρατετιλμέναι,

把私处的毛拔得干干净净、近乎赤裸地走上前,

στύοιντο δʼ ἅνδρες κἀπιθυμοῖεν σπλεκοῦν,6

男人们的下体坚挺,极度渴望交合,

ἡμεῖς δὲ μὴ προσίοιμεν ἀλλʼ ἀπεχοίμεθα,

我们却不让他们靠近,坚决拒绝,

σπονδὰς ποιήσαιντʼ ἂν ταχέως, εὖ οἶδʼ ὅτι.

他们一定会迅速缔结和平,我很清楚这一点。

语法注6 条
  1. 81bναὶ τὼ σιώ

    斯巴达的多利斯方言(拉科尼亚方言)誓言,相当于雅典方言的 ναὶ τὼ θεώ(凭两位神明起誓)。这里的“两位神明”指斯巴达的守护神卡斯托耳和波吕丢克斯(迪奥斯库洛伊)。

  2. 84ᾇπερ ἱερεῖόν τοί μʼ ὑποψαλάσσετε

    ᾇπερ 在拉科尼亚方言中意为 ὥσπερ(正如)。ὑποψαλάσσετε 意为“用手摸、抚摸”,指检查祭品(ἱερεῖον)是否完好,此处生动地描绘了妇女们抚摸并检查兰皮托身体和乳房的情景。

  3. 105καἴ κʼ ἐκ τᾶς ταγᾶς ἔλσῃ ποκά

    多利斯方言的条件从句。καἴ κʼ 相当于 καὶ ἐάν(雅典方言的 κἄν),τᾶς ταγᾶς 相当于 τῆς στρατείας(军务/服役),ἔλσῃ 相当于虚拟语气 ἔλθῃ,ποκά 相当于 ποτέ(一旦、万一)。

  4. 113κἂν εἴ με χρείη τοὔγκυκλον τουτὶ καταθεῖσαν

    χρείη 是无人称动词 χρή 的现在时祈愿语气,构成条件从句。不定式 ἐκπιεῖν(喝干)的逻辑主语 με由双关含义的分词 καταθεῖσαν(抵押,或脱下)修饰,该分词采用宾格阴性单数形式与其保持一致。

  5. 116δοῦναι ἂν ἐμαυτῆς

    在主动词 δοκῶ 的支配下,语气助词 ἄν 与不定式 δοῦναι 连用,表示潜在或虚拟的意愿(“我想我会献出”)。ἐμαυτῆς 是属格形式,是由后文的 θἤμισυ(一半,即 τὸ ἥμισυ)所支配的部分属格。

  6. 152στύοιντο δʼ ἅνδρες κἀπιθυμοῖεν σπλεκοῦν

    这一系列祈愿语气动词(καθοίμεθʼ、παρίοιμεν、στύοιντο、ἐπιθυμοῖεν、προσίοιμεν、ἀπεχοίμεθα)均由 §149 中的条件连词 εἰ(如果)所引导。它表示对未来的某种虚拟或假设(“如果男人们勃起……”),并引向 §154 中的主句结论(ποιήσαιντʼ ἄν)。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(3 处,最近 2026-11-15)
  • 2026-11-15 AI校阅 — 注 1 处
  • 2026-09-21 AI校阅 — 译文 2 处
urn:cts:greekLit:tlg0019.tlg007.humanitext-grc2:80-154