← 阿里斯托芬

利西翠妲

§780-879

男女歌队的对骂与奇涅西亚斯的登场

男歌队与女歌队通过吟唱厌女和厌男的神话相互嘲讽和对骂。随后,妙莉涅的丈夫奇涅西亚斯因强烈的欲火备受煎熬地出现,莉西斯特拉忒和妙莉涅随即展开了诱惑并戏弄他的计划。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
780

ὦ φίλταται, τὸν χρησμὸν εἰ προδώσομεν.1

[莉西斯特拉忒] ……噢,我最亲爱的朋友们,如果我们背叛了神谕!

μῦθον βούλομαι λέξαι τινʼ ὑμῖν, ὅν ποτʼ ἤκουσʼ

[男歌队领袖] 我想给你们讲个故事,那是我自己

αὐτὸς ἔτι παῖς ὤν.

还在当孩子时听到的。

785

οὕτως ἦν νεανίσκος Μελανίων τις,

从前有一个叫梅拉尼翁的年轻人,

ὃς φεύγων γάμον ἀφίκετʼ ἐς ἐρημίαν,

他为了逃避婚姻,逃到了荒野,

κἀν τοῖς ὄρεσιν ᾤκει·

住在山里。

κᾆτʼ ἐλαγοθήρει

接着他编织网具

790

πλεξάμενος ἄρκυς,

来猎捕野兔,

καὶ κύνα τινʼ εἶχεν,

他还有一只狗,

κοὐκέτι κατῆλθε πάλιν οἴκαδʼ ὑπὸ μίσους.

因为心中憎恨,他再也没有回到家里。

οὕτω τὰς γυναῖκας ἐβδελύχθη

他就这样厌恶女人,

795

ʼκεῖνος, ἡμεῖς τʼ οὐδὲν ἧττον

而我们这些理智的人,

τοῦ Μελανίωνος οἱ σώφρονες.

对她们的厌恶一点也不亚于梅拉尼翁。

βούλομαί σε γραῦ κύσαι—

[男歌队领袖] 老太婆,我想亲你——

κρόμμυόν τἄρʼ οὐκ ἔδει.

[女歌队领袖] 那你可别吃洋葱。

κἀνατείνας λακτίσαι.

[男歌队领袖] 我还想抬起脚来踢你。

800

τὴν λόχμην πολλὴν φορεῖς.

[女歌队领袖] 你的草丛可长得真茂密。

καὶ Μυρωνίδης γὰρ ἦν

[男歌队领袖] 因为缪罗尼德斯也是

τραχὺς ἐντεῦθεν2 μελάμπυγός

在那里毛茸茸的,对所有敌人来说,

τε τοῖς ἐχθροῖς ἅπασιν,

他是个长着黑屁股的勇士,

ὥς δὲ καὶ Φορμίων.

福尔米翁也是如此。

805

κἀγὼ βούλομαι μῦθόν τινʼ ὑμῖν ἀντιλέξαι

[女歌队领袖] 我也想给你们讲一个

τῷ Μελανίωνι.

对抗梅拉尼翁的故事。

Τίμων ἦν ἀίδρυτός τις ἀβάτοισιν

有一个漂泊不定的提蒙,

810

ἐν σκώλοισι τὸ πρόσωπον περιειργμένος,

他的脸上围着无法逾越的荆棘,

Ἐρινύων ἀπορρώξ.

就像是复仇女神的后代。

οὗτος οὖν ὁ Τίμων

这个提蒙

ᾤχεθʼ ὑπὸ μίσους

因为心中憎恨而离去,

815

πολλὰ καταρασάμενος ἀνδράσι πονηροῖς.

对邪恶的男人们发了许多诅咒。

οὕτω ʼκεῖνος ὑμῶν ἀντεμίσει

他就这样总是同样憎恨着

τοὺς πονηροὺς ἄνδρας ἀεί,

你们这些邪恶的男人,

820

ταῖσι δὲ γυναιξὶν ἦν φίλτατος.

但对女人来说,他却是最可爱的。

τὴν γνάθον βούλει θένω;

[女歌队领袖] 你想让我打你的耳光吗?

μηδαμῶς· †ἔδεισά γε.†

[男歌队领袖] 绝不,我可怕极了。

ἀλλὰ κρούσω τῷ σκέλει;

[女歌队领袖] 那我用脚踢你怎么样?

τὸν σάκανδρον ἐκφανεῖς.

[男歌队领袖] 你会让你的私处露出来的。

825

ἀλλʼ ὅμως ἂν οὐκ ἴδοις

[女歌队领袖] 但即便如此你也看不见,

καίπερ οὔσης γραὸς ὄντʼ αὐτὸν

虽然我是个老太婆,

κομήτην, ἀλλʼ ἀπεψιλωμένον

那里也不是毛茸茸的,而是早已被灯火

τῷ λύχνῳ.3

拔得精光了。

ἰοὺ ἰοὺ γυναῖκες ἴτε δεῦρʼ ὡς ἐμὲ

[莉西斯特拉忒] 喂!喂!女人们,快到我这儿来,

830

ταχέως.

快点!

τί δʼ ἔστιν; εἰπέ μοι τίς ἡ βοή;

[众女] 怎么了?告诉我,这喊声是怎么回事?

ἄνδρʼ ἄνδρʼ ὁρῶ προσιόντα παραπεπληγμένον,

[莉西斯特拉忒] 我看见一个男人,一个男人走过来了,他像疯了一样,

τοῖς τῆς Ἀφροδίτης ὀργίοις εἰλημμένον.

被阿佛洛狄忒的狂欲攫住了。

ὦ πότνια Κύπρου καὶ Κυθήρων καὶ Πάφου

噢,统治塞浦路斯、库忒拉和帕福斯的

μεδέουσʼ, ἴθʼ ὀρθὴν ἥνπερ ἔρχι τὴν ὁδόν.

女王啊,请让他沿着他正在走的路一直走来。

835

ποῦ δʼ ἐστὶν ὅστις ἐστί;

[众女] 可不管他是谁,他在哪儿呢?

παρὰ τὸ τῆς Χλόης.

[莉西斯特拉忒] 就在克洛埃神殿旁边。

ὢ νὴ Δίʼ ἔστι δῆτα. τίς κἀστίν ποτε;

[众女] 噢,凭着宙斯发誓,他确实在那里。他到底是谁啊?

ὁρᾶτε· γιγνώσκει τις ὑμῶν;

[莉西斯特拉忒] 瞧,你们中有人认识他吗?

νὴ Δία

[妙莉涅] 凭着宙斯发誓,

ἔγωγε· κἀστὶν οὑμὸς ἀνὴρ Κινησίας.

我认识。那是我丈夫,奇涅西亚斯。

σὸν ἔργον ἤδη τοῦτον ὀπτᾶν καὶ στρέφειν

[莉西斯特拉忒] 接下来是你的任务了:去煎熬他,去挑逗他,

840

κἀξηπεροπεύειν καὶ φιλεῖν καὶ μὴ φιλεῖν,

去戏弄他,去爱他,又不爱他,

καὶ πάνθʼ ὑπέχειν πλὴν ὧν σύνοιδεν ἡ κύλιξ.4

除了那圣杯所见证的誓言以外,答应他的一切要求。

ἀμέλει ποιήσω ταῦτʼ ἐγώ.

[妙莉涅] 放心,我会这么做的。

καὶ μὴν ἐγὼ

[莉西斯特拉忒] 还有,我

ξυνηπεροπεύσω σοι παραμένουσʼ ἐνθαδί,

也会留在这里帮你一起戏弄他,

καὶ ξυσταθεύσω τοῦτον. ἀλλʼ ἀπέλθετε.

帮你一起煎熬他。不过,你们其他人先退下吧。

845

οἴμοι κακοδαίμων, οἷος ὁ σπασμός μʼ ἔχει

[奇涅西亚斯] 唉,我真命苦,我身上这是怎样的痉挛啊,

χὠ τέτανος ὥσπερ ἐπὶ τροχοῦ στρεβλούμενον.

这僵直就像在车轮上受刑一样折磨着我!

τίς οὗτος οὑντὸς τῶν φυλάκων ἑστώς;

[莉西斯特拉忒] 站在守卫内侧的那个人是谁?

ἐγώ.

[奇涅西亚斯] 是我。

ἀνήρ;

[莉西斯特拉忒] 是个男人?

ἀνὴρ δῆτʼ.

[奇涅西亚斯] 确实是个男人。

οὐκ ἄπει δῆτʼ ἐκποδών;

[莉西斯特拉忒] 那你还不快滚开?

σὺ δʼ εἶ τίς ἡκβάλλουσά μʼ;

[奇涅西亚斯] 你是谁,凭什么赶我走?

ἡμεροσκόπος.

[莉西斯特拉忒] 我是白天的巡逻哨。

850

πρὸς τῶν θεῶν νυν ἐκκάλεσόν μοι Μυρρίνην.

[奇涅西亚斯] 凭着诸神发誓,请帮我把妙莉涅叫出来。

ἰδοὺ καλέσω ʼγὼ Μυρρίνην σοι; σὺ δὲ τίς εἶ;

[莉西斯特拉忒] 瞧,我帮你叫妙莉涅?那你又是谁?

ἀνὴρ ἐκείνης, Παιονίδης Κινησίας.

[奇涅西亚斯] 我是她的丈夫,派奥尼代区的奇涅西亚斯。

ὦ χαῖρε φίλτατʼ· οὐ γὰρ ἀκλεὲς τοὔνομ

[莉西斯特拉忒] 噢,欢迎你,亲爱的!因为你的名字

τὸ σὸν παρʼ ἡμῖν ἐστιν οὐδʼ ἀνώνυμον.

在我们这里并非默默无闻,也不是没人知晓。

855

ἀεὶ γὰρ ἡ γυνή σʼ ἔχει διὰ στόμα.

你妻子总是把你挂在嘴边。

κἂν ᾠὸν ἢ μῆλον λάβῃ, Κινησίᾳ

每当她拿到一个鸡蛋或苹果,

τουτὶ γένοιτο, φησίν.

她就会说:“愿这属于奇涅西亚斯。”

ὢ πρὸς τῶν θεῶν.

[奇涅西亚斯] 噢,凭着诸神发誓!

νὴ τὴν Ἀφροδίτην· κἂν περὶ ἀνδρῶν γʼ ἐμπέσῃ

[莉西斯特拉忒] 凭着阿佛洛狄忒发誓!每当说起

λόγος τις, εἴρηκʼ εὐθέως ἡ σὴ γυνὴ

关于男人的话题时,你妻子就会立刻说

860

ὅτι λῆρός ἐστι τἄλλα πρὸς Κινησίαν.

其他人在奇涅西亚斯面前全都是无聊透顶。

ἴθι νυν κάλεσον αὐτήν.

[奇涅西亚斯] 那你快去叫她。

τί οὖν; δώσεις τί μοι;

[莉西斯特拉忒] 那又怎样?你能给我点什么吗?

ἔγωγέ σοι νὴ τὸν Δίʼ, ἢν βούλῃ γε σύ·

[奇涅西亚斯] 凭着宙斯发誓,当然会,只要你想要。

ἔχω δὲ τοῦθʼ· ὅπερ οὖν ἔχω, δίδωμί σοι.

我有这个;我所拥有的,全都会给你。

φέρε νυν καλέσω καταβᾶσά σοι.

[莉西斯特拉忒] 那好,我现在就下去帮你叫她。

ταχύ νυν πάνυ.

[奇涅西亚斯] 赶快,越快越好。

865

ὡς οὐδεμίαν ἔχω γε τῷ βίῳ χάριν,

自从她离开家以后,

ἐξ οὗπερ αὕτη ʼξῆλθεν ἐκ τῆς οἰκίας·

我的生活就没有了任何乐趣。

ἀλλʼ ἄχθομαι μὲν εἰσιών, ἔρημα δὲ

我一走进屋里就感到难受,所有的东西

εἶναι δοκεῖ μοι πάντα, τοῖς δὲ σιτίοις

在我看来都是空空荡荡的,我吃东西也

χάριν οὐδεμίαν οἶδʼ ἐσθίων· ἔστυκα γάρ.

索然无味。因为我正硬得难受。

870

φιλῶ φιλῶ ʼγὼ τοῦτον· ἀλλʼ οὐ βούλεται

[妙莉涅] 我爱他,我爱他;但他并不想

ὑπʼ ἐμοῦ φιλεῖσθαι. σὺ δʼ ἐμὲ τούτῳ μὴ κάλει.

被我爱。你不要为了他来叫我。

ὦ γλυκύτατον Μυρρινίδιον τί ταῦτα δρᾷς;

[奇涅西亚斯] 噢,我最甜美的妙莉涅小甜心,你为什么要这样做?

κατάβηθι δεῦρο.

快到这边下面来。

μὰ Δίʼ ἐγὼ μὲν αὐτόσʼ οὔ.

[妙莉涅] 凭着宙斯发誓,我才不过去呢。

ἐμοῦ καλοῦντος οὐ καταβήσει Μυρρίνη;

[奇涅西亚斯] 我叫你,你也不肯下来吗,妙莉涅?

875

οὐ γὰρ δεόμενος οὐδὲν ἐκκαλεῖς ἐμέ.

[妙莉涅] 因为你根本不需要我,却在叫我。

ἐγὼ οὐ δεόμενος; ἐπιτετριμμένος μὲν οὖν.

[奇涅西亚斯] 我不需要你?我整个人都快憋坏了。

ἄπειμι.

[妙莉涅] 我要走了。

μὴ δῆτʼ, ἀλλὰ τῷ γοῦν παιδίῳ

[奇涅西亚斯] 别走,至少为了孩子

ὑπάκουσον· οὗτος οὐ καλεῖς τὴν μαμμίαν;

听我说;喂,你,还不快叫妈妈?

μαμμία, μαμμία, μαμμία.

[孩子] 妈妈,妈妈,妈妈!

语法注4 条
  1. 780εἰ προδώσομεν

    连接词 εἰ 接直陈式将来时,此处省略了主句(归结句),表达强烈的担忧或“如果我们背叛了(该如何是好)”的感叹。

  2. 802ἐντεῦθεν

    意为“从那里”的指示副词,但在上下文中,它作为具有粗俗双关意味的词汇,暗指阴部多毛的部位。

  3. 828τῷ λύχνῳ

    工具与格,指古代雅典女性用油灯的火烤掉阴毛以进行脱毛的习俗。

  4. 841ὧν σύνοιδεν ἡ κύλιξ

    关系代词 ὧν 因先行词省略及格吸引而变为属格,本应为 "πλὴν τούτων ἃ σύνοιδεν...",指的是“除了那只酒杯所共同见证的(即此前女人们在神殿里立下的不交合誓言)以外”。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(3 处,最近 2026-11-15)
  • 2026-11-15 AI校阅 — 译文 1 处
  • 2026-09-22 AI校阅 — 原文 1 处
  • 2026-09-21 AI校阅 — 注 1 处
urn:cts:greekLit:tlg0019.tlg007.humanitext-grc2:780-879