← 阿里斯托芬

马蜂

§317-390

菲洛克翁的叹息与跳窗逃跑计划

被关在家中的菲洛克翁与歌队对话,咬破罗网并试图用绳子从小窗逃走。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
317

πάλαι διὰ τῆς ὀπῆςὑμῶν ὑπακούων.

我早就透过这个孔洞在听着你们的声音了。

ἀλλὰ γὰρ οὐχ οἷός τʼ εἴμʼᾄδειν. τί ποιήσω;

但是,我却无法歌唱。我该怎么办?

τηροῦμαι δʼ ὑπὸ τῶνδʼ, ἐπεὶ1

我被这些人看守着,而我其实

320

βούλομαί γε πάλαι μεθʼ ὑμῶν

早就想和你们一起前去

ἐλθὼν ἐπὶ τοὺς καδίσκους

投票箱前,

κακόν τι ποιῆσαι.

做点惩罚人的恶事。

ἀλλʼ ὦ Ζεῦ Ζεῦ μέγα βροντήσας

但是,噢,发出巨响雷鸣的宙斯啊,

ἤ με ποίησον καπνὸν ἐξαίφνης

要么立刻把我变成一缕青烟,

325

ἢ Προξενίδην ἢ τὸν Σέλλου

要么把我变成普罗克塞尼德斯,或者塞洛斯的儿子——

τοῦτον τὸν ψευδαμάμαξυν.2

那个爱吹牛的家伙。

τόλμησον ἄναξ χαρίσασθαί μοι,

君王啊,请宽恕并怜悯我的痛苦,成全我的心愿吧。要么用雷电

πάθος οἰκτίρας· ἤ με κεραυνῷ

烤焦我,

διατινθαλέῳ σπόδισον ταχέως,

快快把我烤焦,

330

κἄπειτʼ ἀνελών μʼ ἀποφυσήσας

然后把我捡起来,吹掉身上的灰烬,

εἰς ὀξάλμην ἔμβαλε θερμήν·

扔进滚烫的酸盐水里;

ἢ δῆτα λίθον με ποίησον ἐφʼ οὗ

要不就把我变成一块石头,人们在上面

τὰς χοιρίνας ἀριθμοῦσι.

清点投票用的贝壳。

τίς γάρ ἐσθʼ ὁ ταῦτά σʼ εἵργων

到底是谁这样囚禁你,

κἀποκλῄων τῇ θύρᾳ; λέξον·

锁上大门把你关在里面?快说吧,

335

πρὸς εὔνους γὰρ φράσεις.

你是在对关心你的人说话。

οὑμὸς υἱός. ἀλλὰ μὴ βοᾶτε· καὶ γὰρ τυγχάνει

我的儿子。但是别嚷嚷,因为他正好

οὑτοσὶ πρόσθεν καθεύδων. ἀλλʼ ὕφεσθε τοῦ τόνου.

在前面睡觉呢。快放低声音。

τοῦ δʼ ἔφεξιν ὦ μάταιε ταῦτα δρᾶν σε βούλεται;

噢,可怜的人,他为了阻止你干什么才要这么做?

καὶ τίνα πρόφασιν ἔχων;

他又有什么借口?

340

οὐκ ἐᾷ μʼ ὦνδρες δικάζειν οὐδὲ δρᾶν οὐδὲν κακόν,

伙伴们,他不让我当陪审员,也不让我做任何惩罚人的恶事,

ἀλλά μʼ εὐωχεῖν ἕτοιμός ἐστʼ· ἐγὼ δʼ οὐ βούλομαι.

反而准备好好款待我,但我根本不稀罕。

τοῦτʼ ἐτόλμησʼ ὁ μιαρὸς χανεῖνὁ Δημολογοκλέων3 ὅδʼ,

那个肮脏的“民言克翁”竟然胆敢放此厥词,

ὅτι λέγεις σύ τι περὶ τῶν νεῶν

就因为你说了关于船只的

ἀληθές. οὐ γὰρ ἄν ποθʼ

真话。如果他自己

οὗτος ἁνὴρ τοῦτʼ ἐτόλμησεν

不是个阴谋家,这个家伙是绝不敢说出这种话来

λέγειν, εἰμὴ ξυνωμότης τις ἦν.

的。

ἀλλʼ ἐκ τούτων ὥρα τινά σοι ζητεῖν καινὴν ἐπίνοιαν,

所以,在这种情况下,你该去寻找某种新计策了,

ἥτις σε λάθρᾳ τἀνδρὸς τουδὶ καταβῆναι δεῦρο ποιήσει.

好让你瞒过那个男人,下到这儿来。

τίς ἂν οὖν εἴη; ζητεῖθʼ ὑμεῖς, ὡς πᾶν ἂν ἔγωγε ποιοίην·

那能有什么计策呢?你们也帮着找找看,因为我什么都愿意做。

οὕτω κιττῶ διὰ τῶν σανίδων μετὰ χοιρίνης περιελθεῖν.

我是如此渴望拿着投票贝壳,穿过那法庭的围栏。

350

ἔστιν ὀπὴ δῆθʼ ἥντινʼ ἂν ἔνδοθεν οἷός τʼ εἴης διορύξαι,

难道就没有什么孔洞,能让你从里面挖通,

εἶτʼ ἐκδῦναι ῥάκεσιν κρυφθεὶς ὥσπερ πολύμητις Ὀδυσσεύς;

然后像足智多谋的奥德修斯那样披上破烂衣服溜出来吗?

πάντα πέφαρκται κοὐκ ἔστιν ὀπῆς οὐδʼ εἰ σέρφῳ διαδῦναι.

处处都被堵死了,连一只蚊蚋也钻不过去。

ἀλλʼ ἄλλο τι δεῖ ζητεῖν ὑμᾶς· ὀπίαν4 δʼ οὐκ ἔστι γενέσθαι.

所以你们必须找别的办法;想变成“有孔的”是不可能了。

μέμνησαι δῆθʼ, ὅτʼ ἐπὶ στρατιᾶς κλέψας ποτὲ τοὺς ὀβελίσκους

你可还记得,以前在军中时,你曾偷了烤肉签子,

355

ἵεις σαυτὸν κατὰ τοῦ τείχους ταχέως, ὅτε Νάξος ἑάλω.

在纳克索斯陷落时,顺着城墙飞快地跳下去?

οἶδʼ· ἀλλὰ τί τοῦτʼ; οὐδὲν γὰρ τοῦτʼ ἐστὶν ἐκείνῳ προσόμοιον.

我记得。但那又怎样?这和那时候可完全不能比。

ἥβων γὰρ κἀδυνάμην κλέπτειν, ἴσχυόν τʼ αὐτὸς ἐμαυτοῦ,

那时我还年轻,能偷能跑,自己身手矫健,

κοὐδείς μʼ ἐφύλαττʼ, ἀλλʼ ἐξῆν μοι

而且没人看守我,我可以

φεύγειν ἀδεῶς. νῦν δὲ ξὺν ὅπλοις

毫无惧色地逃走。可现在,全副武装的

360

ἄνδρες ὁπλῖται διαταξάμενοικατὰ τὰς διόδους σκοπιωροῦνται,

重装步兵在各处通道排开哨防,

τὼ δὲ δύʼ αὐτῶν ἐπὶ ταῖσι θύραις

其中两个还拿着签子守在门口盯

ὥσπερ με γαλῆν κρέα κλέψασαντηροῦσιν ἔχοντʼ ὀβελίσκους.

着我,就好像我是只偷了肉的鼬鼠似的。

365

ἀλλὰ καὶ νῦν ἐκπόριζε

即便如此,现在也要尽快

μηχανὴν ὅπως τάχισθʼ· ἕως

想出个妙计来;因为天就要亮了,

γάρ, ὦ μελίττιον.

我的小宝贝。

διατραγεῖν τοίνυν κράτιστόν ἐστί μοι τὸ δίκτυον.

既然这样,对我来说最好的办法就是咬烂这罗网。

ἡ δέ μοι Δίκτυννα συγγνώμην ἔχοι τοῦ δικτύου.

愿网之女神迪克廷娜宽恕我对这网的所作所为。

ταῦτα μὲν πρὸς ἀνδρός ἐστʼ ἄνοντος ἐς σωτηρίαν.

这才是一个奔向生路的人该做的事。

370

ἀλλʼ ἔπαγε τὴν γνάθον.

快,动起你的下巴来。

διατέτρωκται τοῦτό γʼ. ἀλλὰ μὴ βοᾶτε μηδαμῶς,

这地方总算咬开了。但千万别声张,

ἀλλὰ τηρώμεσθʼ ὅπως μὴ Βδελυκλέων αἰσθήσεται.

咱们得小心别让布德里克翁发觉了。

μηδὲν ὦ τᾶν δέδιθι, μηδέν·

别怕,老兄,什么都别怕。

ὡς ἐγὼ τοῦτόν γʼ, ἐὰν γρύξῃ

因为要是他敢嘟囔半个字,我定要让他

τι, ποιήσω δακεῖν τὴν

痛彻心扉,

375

καρδίαν καὶ τὸν περὶ ψυχῆς

命悬一线地

δρόμον5 δραμεῖν, ἵνʼ εἰδῇ

落荒而逃,好让他懂得

μὴ πατεῖν τὰ

不要践踏

τοῖν θεοῖν ψηφίσματα.

那两位女神的法令。

ἀλλʼ ἐξάψας διὰ τῆς θυρίδος τὸ καλῴδιον εἶτα καθίμαδήσας σαυτὸν καὶ τὴν ψυχὴν ἐμπλησάμενος Διοπείθους.

快,把绳子系在小窗上,把自己绑好,让灵魂里塞满迪奥佩特斯的狂热,然后滑下来。

ἄγε νυν, ἢν αἰσθομένω τούτω6 ζητῆτόν μʼ ἐσκαλαμᾶσθαικἀνασπαστὸν ποιεῖν εἴσω, τί ποιήσετε; φράζετε νυνί.

好吧,如果那两个家伙发觉了,想用钩钩住我、把我拖回屋里,你们打算怎么做?现在就告诉我。

ἀμυνοῦμέν σοι τὸν πρινώδη θυμὸν ἅπαντες καλέσαντεςὥστʼ οὐ δυνατόν σʼ εἵργειν ἔσται· τοιαῦτα ποιήσομεν ἡμεῖς.

我们所有人都会唤起橡木般的怒火来保护你,让他们绝无可能关得住你。我们定会如此行事。

385

δράσω τοίνυν ὑμῖν πίσυνος, καὶ — μανθάνετʼ; — ἤν τι πάθω ʼγώ,7

那么,我信赖你们,这就动手。而且——你们听好了——如果我出了什么三长两短,

ἀνελόντες καὶ κατακλαύσαντες θεῖναί μʼ ὑπὸ τοῖσι δρυφάκτοις.

请把我的尸骨收敛起来,痛哭一场,然后安葬在法庭的栅栏下面。

οὐδὲν πείσει· μηδὲν δείσῃς. ἀλλʼ ὦ βέλτιστε καθίει

你不会有事的,什么都别怕。来吧,好朋友,鼓起勇气,

σαυτὸν θαρρῶν κἀπευξάμενος τοῖσι πατρῴοισι θεοῖσιν.

向祖先的神明祈祷,然后把自己滑下来。

ὦ Λύκε δέσποτα, γείτων ἥρως· σὺ γὰρ οἷσπερ ἐγὼ κεχάρησαι,

噢,主宰吕科斯啊,邻人英雄!因为你和我一样,总是乐于见到

390

τοῖς δακρύοισιν τῶν φευγόντων ἀεὶ καὶ τοῖς ὀλοφυρμοῖς·

被告们的泪水与哀鸣;

语法注7 条
  1. 319ἐπεὶ

    此处的 ἐπεὶ 不仅引导原因从句,还暗含了被看守的现实与主观上“早就渴望前去”之间的强烈对比。

  2. 326ψευδαμάμαξυν

    该词是一个意为“假葡萄架”的合成词,在此用作贬义词,指代虚无不实、爱吹牛的人,与前面的“烟”相呼应。

  3. 342aΔημολογοκλέων

    由 δῆμος(民众)、λόγος(言论)和 Κλέων(克翁)组合而成的滑稽合成词,歌队以此嘲讽菲洛克翁的儿子是像克翁那样的民粹煽动家。

  4. 353ὀπίαν

    这是 ὀπίας(一种多孔的凝乳干酪)与 ὀπή(孔洞、脱出用的缺口)之间的双关语。

  5. 375τὸν περὶ ψυχῆς δρόμον

    意为“为生命而奔跑”的成语,指生死关头的绝望逃跑。名词 δρόμον 是动词 δραμεῖν 的同族宾语。

  6. 381αἰσθομένω τούτω

    分词与指示代词的双数阳性主格形式,指代看守菲洛克翁的那两个人(儿子和仆人)。

  7. 385ἤν τί πάθω ʼγώ

    希腊语中一种常见的婉曲表达方式,字面意为“如果我出了什么事”,在此特指“如果我死了”。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(1 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 译文 1 处
urn:cts:greekLit:tlg0019.tlg004.humanitext-grc2:317-390