- 底本
- Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:9.25.1-9.25.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-09
希腊人在击退波斯兵后士气大振,在向全军展示马西斯提乌斯的尸体后,他们转移到水源充足且更适合驻扎的普拉提亚,并在加尔加菲亚泉附近布防。
οἱ μέν νυν βάρβαροι τρόπῳ τῷ σφετέρῳ ἀποθανόντα ἐτίμων Μασίστιον· οἱ δὲ Ἕλληνες ὡς τὴν ἵππον ἐδέξαντο προσβάλλουσαν καὶ δεξάμενοι ὤσαντο,1 ἐθάρσησάν τε πολλῷ μᾶλλον καὶ πρῶτα μὲν ἐς ἅμαξαν ἐσθέντες τὸν νεκρὸν παρὰ τὰς τάξις ἐκόμιζον· ὁ δὲ νεκρὸς ἦν θέης ἄξιος μεγάθεος εἵνεκα καὶ κάλλεος, τῶν δὴ εἵνεκα καὶ ταῦτα ἐποίευν· ἐκλείποντες τὰς τάξις ἐφοίτων θεησόμενοι Μασίστιον.
异族人便用他们自己的方式悼念死去的马西斯提乌斯。而希腊人既已承受了骑兵的进攻并击退了他们,便勇气倍增,首先把尸体放在一辆马车上,沿着阵列运送。尸体因其高大和俊美而值得一看,也正是因为这个原因,他们才这样做:他们离开自己的阵列,成群结队地走来看马西斯提乌斯。
μετὰ δὲ ἔδοξέ σφι ἐπικαταβῆναι ἐς Πλαταιάς· ὁ γὰρ χῶρος ἐφαίνετο πολλῷ ἐὼν ἐπιτηδεότερός2 σφι ἐνστρατοπεδεύεσθαι ὁ Πλαταιικὸς τοῦ Ἐρυθραίου τά τε ἄλλα καὶ εὐυδρότερος. ἐς τοῦτον δὴ τὸν χῶρον καὶ ἐπὶ τὴν κρήνην τὴν Γαργαφίην τὴν ἐν τῷ χώρῳ τούτῳ ἐοῦσαν ἔδοξέ σφι χρεὸν εἶναι ἀπικέσθαι3 καὶ διαταχθέντας4 στρατοπεδεύεσθαι.
此后,他们决定下到普拉提亚;因为普拉提亚的土地看来比埃律特莱的土地更适合他们驻扎,无论是由于其他原因,还是特别因为那里水源更充足。于是,他们决定应当到这个地方,并到位于该处的加尔加菲亚泉旁,按阵列排定后驻扎下来。
ἀναλαβόντες δὲ τὰ ὅπλα ἤισαν διὰ τῆς ὑπωρέης τοῦ Κιθαιρῶνος παρὰ Ὑσιὰς ἐς τὴν Πλαταιίδα γῆν, ἀπικόμενοι δὲ ἐτάσσοντο κατὰ ἔθνεα πλησίον τῆς τε κρήνης τῆς Γαργαφίης καὶ τοῦ τεμένεος τοῦ Ἀνδροκράτεος τοῦ ἥρωος, διὰ ὄχθων τε οὐκ ὑψηλῶν καὶ ἀπέδου χώρου.
他们便拿起武器,沿着基泰戎山麓,经过许西亚一侧,进入普拉提亚的土地。到达后,他们按部族在加尔加菲亚泉和英雄安德罗克拉特斯的圣所附近排定阵列,分布在不高的小丘和平坦的地面上。
- 9.25.1ὡς τὴν ἵππον ἐδέξαντο προσβάλλουσαν καὶ δεξάμενοι ὤσαντο
连接词 ὡς(当……时)支配 ἐδέξαντο 和 ὤσαντο 两个动词。分词 δεξάμενοι 重复了前一个动词 ἐδέξαντο 的词根,强调动作的完成与过渡:他们承受了进攻,并在切实承受之后将其击退。
- 9.25.2ἐφαίνετο πολλῷ ἐὼν ἐπιτηδεότερός
动词 φαίνομαι 在此后接分词 ἐών(εἰμί 的伊奥尼亚方言形式)而非不定式,表示该地方“显而易见/实际上确实”更合适,而非仅是“看起来”如此。
- 9.25.2ἔδοξέ σφι χρεὸν εἶναι ἀπικέσθαι
由无人称形容词 χρεόν(常用形式为 χρεών,意为“有必要”)和不定式 εἶναι 构成的“对格+不定式”短语 χρεὸν εἶναι,作为无人称动词 ἔδοξε(决定、认为……是好的)的主语从句起作用。
- 9.25.2διαταχθέντας
不定过去时被动分词的复数阳性对格形式。尽管其逻辑主语是与格的 σφι(对他们而言),但由于作为后续不定式 στρατοπεδεύεσθαι 的逻辑主语,而被同化为对格。
