← 希罗多德

历史

§8.65.1-8.65.6

埃勒乌西斯的异象与戴凯欧斯的预言

阿提卡流亡者戴凯欧斯讲述了他与德玛拉托斯在斯里亚平原时的经历:他们目击到来自埃勒乌西斯的神秘尘暴并听到秘仪歌声,预示着波斯海军的毁灭。德玛拉托斯警告他切勿外传,而那团象征预兆的云飘向了萨拉米斯的希腊军营。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.65.1

ἔφη δὲ Δίκαιος ὁ Θεοκύδεος, ἀνὴρ Ἀθηναῖος φυγάς τε καὶ παρὰ Μήδοισι λόγιμος γενόμενος τοῦτον τὸν χρόνον, ἐπείτε ἐκείρετο ἡ Ἀττικὴ χώρη ὑπὸ τοῦ πεζοῦ στρατοῦ τοῦ Ξέρξεω ἐοῦσα ἔρημος Ἀθηναίων, τυχεῖν τότε ἐὼν1 ἅμα Δημαρήτῳ τῷ Λακεδαιμονίῳ ἐν τῷ Θριασίῳ πεδίῳ, ἰδεῖν δὲ κονιορτὸν χωρέοντα ἀπʼ Ἐλευσῖνος ὡς ἀνδρῶν μάλιστά κῃ τρισμυρίων, ἀποθωμάζειν τε σφέας τὸν κονιορτὸν ὅτεων κοτὲ εἴη ἀνθρώπων, καὶ πρόκατε φωνῆς ἀκούειν, καί οἱ φαίνεσθαι τὴν φωνὴν εἶναι τὸν μυστικὸν ἴακχον.

戴凯欧斯,塞奥库德斯之子,一个在当时已经受波斯人器重的雅典流亡者。他说,当阿提卡地方被薛西斯的陆军蹂躏、且空无雅典人时,他当时正巧与拉刻代蒙人德玛拉托斯在斯里亚平原。他看见一团尘暴从埃勒乌西斯方向滚滚而来,仿佛有大约三万人的规模。他们正在惊异这尘暴究竟是谁人所致,忽听得有声音传来,他觉得那声音便是秘仪中的“雅克科斯”歌声。

§8.65.2

εἶναι δʼ ἀδαήμονα τῶν ἱρῶν τῶν ἐν Ἐλευσῖνι γινομένων τὸν Δημάρητον, εἰρέσθαί τε αὐτὸν ὅ τι τὸ φθεγγόμενον εἴη τοῦτο. αὐτὸς δὲ εἰπεῖν Δημάρητε, οὐκ ἔστι ὅκως οὐ2 μέγα τι σίνος ἔσται τῇ βασιλέος στρατιῇ· τάδε γὰρ ἀρίδηλα, ἐρήμου ἐούσης τῆς Ἀττικῆς, ὅτι θεῖον τὸ φθεγγόμενον, ἀπʼ Ἐλευσῖνος ἰὸν ἐς τιμωρίην Ἀθηναίοισί τε καὶ τοῖσι συμμάχοισι.

德玛拉托斯对埃勒乌西斯所举行的神圣仪式一无所知,便问他这声音是什么。戴凯欧斯回答说: “德玛拉托斯啊,国王的军队绝不可能不遭受巨大的灾难。因为在阿提卡一片荒凉之际,这声音显然是神圣的,它从埃勒乌西斯而来,是为了替雅典人及其盟友复仇。

§8.65.3

καὶ ἢν μέν γε κατασκήψῃ ἐς τὴν Πελοπόννησον, κίνδυνος αὐτῷ τε βασιλέι καὶ τῇ στρατιῇ τῇ ἐν τῇ ἠπείρῳ ἔσται, ἢν δὲ ἐπὶ τὰς νέας τράπηται τὰς ἐν Σαλαμῖνι, τὸν ναυτικὸν στρατὸν κινδυνεύσει βασιλεὺς ἀποβαλεῖν.

如果这力量降临到伯罗奔尼撒,那么国王本人及其陆上军队都将面临危险;但如果它转向萨拉米斯的战船,国王将面临失去整个海军的危险。

§8.65.4

τὴν δὲ ὁρτὴν ταύτην ἄγουσι Ἀθηναῖοι ἀνὰ πάντα ἔτεα τῇ Μητρὶ καὶ τῇ Κούρῃ, καὶ αὐτῶν τε ὁ βουλόμενος καὶ τῶν ἄλλων Ἑλλήνων μυεῖται· καὶ τὴν φωνὴν τῆς ἀκούεις ἐν ταύτῃ τῇ ὁρτῇ ἰακχάζουσι. πρὸς ταῦτα εἰπεῖν Δημάρητον σίγα τε καὶ μηδενὶ ἄλλῳ τὸν λόγον τοῦτον εἴπῃς·

雅典人每年都为母神和少女举办这一节日,无论是他们自己还是其他希腊人中愿意的人,都可以入会受秘仪。你在节日中听到的声音,正是他们高喊‘雅克科斯’的歌声。” 对此,德玛拉托斯说: “保持沉默,不要把这话告诉任何其他人。

§8.65.5

ἢν γάρ τοι ἐς βασιλέα ἀνενειχθῇ τὰ ἔπεα ταῦτα, ἀποβαλέεις τὴν κεφαλήν, καὶ σε οὔτε ἐγὼ δυνήσομαι ῥύσασθαι οὔτʼ ἄλλος ἀνθρώπων οὐδὲ εἶς. ἀλλʼ ἔχʼ ἥσυχος, περὶ δὲ στρατιῆς τῆσδε θεοῖσι μελήσει.

因为如果这些话被上报给国王,你将会丢掉性命,无论是我也好、还是任何其他人都无法救你。你只需静观其变,至于这支军队,神明自会照管。”

§8.65.6

τὸν μὲν δὴ ταῦτα παραινέειν, ἐκ δὲ τοῦ κονιορτοῦ καὶ τῆς φωνῆς γενέσθαι νέφος καὶ μεταρσιωθὲν φέρεσθαι ἐπὶ Σαλαμῖνος ἐπὶ τὸ στρατόπεδον τὸ τῶν Ἑλλήνων. οὕτω δὴ αὐτοὺς μαθεῖν ὅτι τὸ ναυτικὸν τὸ Ξέρξεω ἀπολέεσθαι μέλλοι. ταῦτα μὲν Δίκαιος ὁ Θεοκύδεος ἔλεγε, Δημαρήτου τε καὶ ἄλλων μαρτύρων καταπτόμενος.3

他如此劝诫道。随后,从那尘暴和声音中产生了一朵云,它升上高空,朝着萨拉米斯的希腊人营地飘去。如此,他们便明白薛西斯的海军必将灭亡。这是塞奥库德斯之子戴凯欧斯所说的话,他还引德玛拉托斯及其他人作为见证。

语法注3 条
  1. 8.65.1τυχεῖν τότε ἐὼν

    动词 τυγχάνω 与现在分词 ἐών(εἰμί 的伊奥尼亚方言形式,相当于 ὤν)连用,表示“正巧在……”或“当时恰好在……”。由于整句处于由主句动词 ἔφη 引导的间接引语中,因此限定动词变为不定式 τυχεῖν。

  2. 8.65.2οὐκ ἔστι ὅκως οὐ

    由双重否定(οὐκ ... οὐ)构成的强烈肯定表达,意为“绝不可能不……”,即“必然会……”。其中 ὅκως 是关系副词 ὅπως 的伊奥尼亚方言形式。

  3. 8.65.6καταπτόμενος

    动词 καθάπτομαι(伊奥尼亚方言作 καταπτομαι)的现在分词。在此处意为“引……为证”或“诉诸于(证人)”,表明戴凯欧斯为了证实自己所讲述的奇特经历的真实性,而将当时在场的德玛拉托斯等人作为见证人引出。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(4 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 译文 4 处
urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:8.65.1-8.65.6