← 希罗多德

历史

§8.142.1-8.142.5

斯巴达使者恳求雅典拒绝媾和

在亚历山大发表演说后,斯巴达使者发言,请求雅典不要与波斯达成协议。他们指出雅典挑起战争的责任,同时承诺供养雅典的非战斗人员,并警告他们不要听信波斯方面的甜言蜜语。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.142.1

ὡς δὲ ἐπαύσατο λέγων Ἀλέξανδρος, διαδεξάμενοι ἔλεγον οἱ ἀπὸ Σπάρτης ἄγγελοι ἡμέας δὲ ἔπεμψαν Λακεδαιμόνιοι δεησομένους1 ὑμέων μήτε νεώτερον ποιέειν μηδὲν κατὰ τὴν Ἑλλάδα μήτε λόγους ἐνδέκεσθαι παρὰ τοῦ βαρβάρου.

亚历山大说完之后,来自斯巴达的使者们接下来说道: “斯巴达人派遣我们来,是请求你们不要在希腊做出任何反常举动,也不要接受来自蛮族的提议。

§8.142.2

οὔτε γὰρ δίκαιον οὐδαμῶς οὔτε κόσμον φέρον οὔτε γε ἄλλοισι Ἑλλήνων οὐδαμοῖσι, ὑμῖν δὲ δὴ καὶ διὰ πάντων ἥκιστα2 πολλῶν εἵνεκα. ἠγείρατε γὰρ τόνδε τὸν πόλεμον ὑμεῖς οὐδὲν ἡμέων βουλομένων, καὶ περὶ τῆς ὑμετέρης3 ἀρχῆθεν ὁ ἀγὼν ἐγένετο, νῦν δὲ φέρει καὶ ἐς πᾶσαν τὴν Ἑλλάδα·

因为这样做对其他任何希腊人来说都绝非正义,也不会带来荣誉,而对你们来说更是最不应该的,这有许多原因。因为正是你们,在我们完全不希望的情况下挑起了这场战争,起初争端是为了你们的领土,而现在它已经波及到整个希腊。

§8.142.3

ἄλλως τε τούτων ἁπάντων αἰτίους γενέσθαι δουλοσύνης τοῖσι Ἕλλησι Ἀθηναίους οὐδαμῶς ἀνασχετόν, οἵτινες αἰεὶ καὶ τὸ πάλαι φαίνεσθε πολλοὺς ἐλευθερώσαντες ἀνθρώπων. πιεζευμένοισι μέντοι ὑμῖν συναχθόμεθα, καὶ ὅτι καρπῶν ἐστερήθητε διξῶν ἤδη καὶ ὅτι οἰκοφθόρησθε χρόνον ἤδη πολλόν.

此外,一向在过去和现在都显而易见地解放了许多人的雅典人,竟然成为导致全体希腊人遭受奴役的原因,这无论如何是不能容忍的。然而,我们对你们所遭受的困境深表同情,因为你们已经连续两次失去收成,并且家园长期遭受毁坏。

§8.142.4

ἀντὶ τούτων δὲ ὑμῖν Λακεδαιμόνιοί τε καὶ οἱ σύμμαχοι ἐπαγγέλλονται γυναῖκάς τε καὶ τὰ ἐς πόλεμον ἄχρηστα οἰκετέων ἐχόμενα4 πάντα ἐπιθρέψειν, ἔστʼ ἂν ὁ πόλεμος ὅδε συνεστήκῃ. μηδὲ ὑμέας Ἀλέξανδρος ὁ Μακεδὼν ἀναγνώσῃ,5 λεήνας τὸν Μαρδονίου λόγον.

作为对这些损失的补偿,斯巴达人及其盟友承诺,只要这场战争还在持续,就将供养你们的妇女以及家眷中所有无益于战争的人员。也请不要让马其顿人亚历山大用甜言蜜语粉饰马尔多尼乌斯的话来劝服你们。

§8.142.5

τούτῳ μὲν γὰρ ταῦτα ποιητέα6 ἐστί· τύραννος γὰρ ἐὼν τυράννῳ συγκατεργάζεται· ὑμῖν δὲ οὐ ποιητέα, εἴ περ εὖ τυγχάνετε φρονέοντες, ἐπισταμένοισι ὡς βαρβάροισι ἐστὶ οὔτε πιστὸν οὔτε ἀληθὲς οὐδέν. ταῦτα ἔλεξαν οἱ ἄγγελοι.

因为对他来说,做这些事是理所当然的;因为他自己就是个僭主,正在协助另一个僭主。但对你们来说则不应这样做,如果你们确实明智的话,因为你们深知蛮族毫无信用,也毫无真诚可言。” 使者们说了这些话。

语法注6 条
  1. 8.142.1δεησομένους

    将来时分词宾格复数。与动词 ἔπεμψαν(派遣)连用,表示目的(“为了恳求”)。

  2. 8.142.2ὑμῖν δὲ δὴ καὶ διὰ πάντων ἥκιστα

    承接前句的非人称表达(δίκαιον [ἐστί] 与 κόσμον φέρον [ἐστί])。与格 ὑμῖν 配合加强语气的表达 διὰ πάντων ἥκιστα(最不),表示“对你们来说最不应该”。

  3. 8.142.2τῆς ὑμετέρης

    阴性属格所有形容词,此处通常省略了如 γῆς(土地、领土)等名词。

  4. 8.142.4οἰκετέων ἐχόμενα

    动词 ἔχομαι 结合属格的惯用表达,意为“属于……”或“与……相关”。此处指“家眷或奴仆中(无益于战争的)人”。

  5. 8.142.4ἀναγνώσῃ

    动词 ἀναγινώσκω(劝说、唆使)的过去不定时主动虚拟式第三人称单数。与否定副词 μηδέ 连用,构成对第三人称的禁止命令(“不要让……劝服”)。

  6. 8.142.5ποιητέα

    动词 ποιέω 的动形容词 ποιητέος 的中性复数主格。表示非人称的义务(“应该做”),行为主体由与格(τούτῳ 与 ὑμῖν)表示。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:8.142.1-8.142.5