- 底本
- Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:8.138.1-8.138.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-09
记述了佩尔迪卡斯等三兄弟如何因河水奇迹般暴涨而避开国王追兵,并在米达斯庭园附近定居,开始征服整个马其顿。
οἳ μὲν δὴ ἀπήισαν, τῷ δὲ βασιλέι σημαίνει τις τῶν παρέδρων οἷόν τι χρῆμα ποιήσειε ὁ παῖς καὶ ὡς σὺν νόῳ κείνων ὁ νεώτατος λάβοι τὰ διδόμενα.1 ὁ δὲ ταῦτα ἀκούσας καὶ ὀξυνθεὶς πέμπει ἐπʼ αὐτοὺς ἱππέας ἀπολέοντας.2 ποταμὸς δὲ ἐστὶ ἐν τῇ χώρῃ ταύτῃ, τῷ θύουσι οἱ τούτων τῶν ἀνδρῶν ἀπʼ Ἄργεος ἀπόγονοι σωτῆρι·3 οὗτος, ἐπείτε διέβησαν οἱ Τημενίδαι, μέγας οὕτω ἐρρύη ὥστε τοὺς ἱππέας μὴ οἵους τε γενέσθαι διαβῆναι.4 οἳ δὲ ἀπικόμενοι ἐς ἄλλην γῆν τῆς Μακεδονίης οἴκησαν πέλας τῶν κήπων τῶν λεγομένων εἶναι Μίδεω τοῦ Γορδίεω, ἐν τοῖσι φύεται αὐτόματα ῥόδα, ἓν ἕκαστον ἔχον ἑξήκοντα φύλλα, ὀδμῇ τε ὑπερφέροντα τῶν ἄλλων.
于是他们便离去了,但国王的一位侍从向国王报告了那孩子所做的事情,以及他们中最年轻的那一个是如何聪明地接受了所赐之物。国王听后大怒,派遣骑兵去追杀他们。在这个地方有一条河,从阿耳戈斯来的这些人的后裔将它作为救主来献祭;这条河在泰梅诺斯的后裔渡过之后,便水势暴涨,以致骑兵们无法渡过。而他们来到马其顿的另一块土地,在据说是戈尔迪亚斯之子米达斯的庭园附近定居下来,园中长着自生的玫瑰,每一朵都有六十片花瓣,香气远胜其他玫瑰。
ἐν τούτοισι καὶ ὁ Σιληνὸς τοῖσι κήποισι ἥλω, ὡς λέγεται ὑπὸ Μακεδόνων. ὑπὲρ δὲ τῶν κήπων ὄρος κεῖται Βέρμιον οὔνομα, ἄβατον ὑπὸ χειμῶνος. ἐνθεῦτεν δὲ ὁρμώμενοι, ὡς ταύτην ἔσχον,5 κατεστρέφοντο καὶ τὴν ἄλλην Μακεδονίην.
据马其顿人传说,西勒诺斯也是在这个庭园里被捕获的。在庭园上方耸立着一座名叫贝尔米翁的山,因冬季严寒而无法通行。他们以此地为基地,在占领了这一带之后,便去征服马其顿的其他地区。
- 8.138.1ὡς σὺν νόῳ κείνων ὁ νεώτατος λάβοι τὰ διδόμενα
由 ὡς 引导的间接疑问句中的动词 λάβοι 是斜法 optative,这是由于主句动词(历史现在时 σημαίνει)所处的过去语境引起的。κείνων 是属格,指代前文的兄弟三人。
- 8.138.1ἀπολέοντας
动词 ἀπόλλυμι 的将来时主动分词(阳性复数宾格,与前面的 ἱππέας 一致),用于表示目的(“为了消灭”)。
- 8.138.1τῷ θύουσι... σωτῆρι
τῷ 在此用作关系代词(伊奥尼亚方言特征)。σωτῆρι 是谓语性同位语,意为“作为救主”。
- 8.138.2μέγας οὕτω ἐρρύη ὥστε τοὺς ἱππέας μὴ οἵους τε γενέσθαι διαβῆναι
由 ὥστε 引导的结果从句,后接宾格(τοὺς ἱππέας)加不定式(γενέσθαι)。οἵους τε 是形容词 οἷος 的阳性复数宾格,与不定式 γενέσθαι 搭配并与宾格主语 τοὺς ἱππέας 一致。
- 8.138.3ὡς ταύτην ἔσχον
接续词 ὡς 在此作时间连词,意为“一旦……就”。阴性单数宾格指示代词 ταύτην 在语境中指代“这片土地”(即庭园周围的地区)。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 注 1 处
