← 希罗多德

历史

§8.136.1-8.136.3

马尔多尼乌斯遣马其顿的亚历山大出使雅典

马尔多尼乌斯在研究神谕后,派遣了与波斯有姻亲关系且身为雅典恩人的马其顿国王亚历山大前往雅典,企图通过争取雅典人加盟来确保自己在海陆两方面的绝对优势。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.136.1

Μαρδόνιος δὲ ἐπιλεξάμενος ὅ τι δὴ λέγοντα ἦν1 τὰ χρηστήρια μετὰ ταῦτα ἔπεμψε ἄγγελον ἐς Ἀθήνας Ἀλέξανδρον τὸν Ἀμύντεω ἄνδρα Μακεδόνα, ἅμα μὲν ὅτι οἱ προσκηδέες οἱ Πέρσαι ἦσαν· Ἀλεξάνδρου γὰρ ἀδελφεὴν Γυγαίην, Ἀμύντεω δὲ θυγατέρα, Βουβάρης ἀνὴρ Πέρσης ἔσχε, ἐκ τῆς οἱ ἐγεγόνεε Ἀμύντης ὁ ἐν τῇ Ἀσίῃ, ἔχων τὸ οὔνομα τοῦ μητροπάτορος, τῷ δὴ ἐκ βασιλέος τῆς Φρυγίης ἐδόθη Ἀλάβανδα πόλις μεγάλη νέμεσθαι·2 ἅμα δὲ ὁ Μαρδόνιος πυθόμενος ὅτι πρόξεινός τε εἴη καὶ εὐεργέτης ὁ Ἀλέξανδρος ἔπεμπε·

马尔多尼乌斯在仔细阅读并研究了神谕到底在宣告什么之后,便派遣阿敏塔斯之子、马其顿人亚历山大作为使者前往雅典。这一方面是因为波斯人是亚历山大的姻亲(因为波斯人布巴雷斯娶了亚历山大的姐妹、阿敏塔斯之女吉盖娅,她为布巴雷斯生下了那个居住在亚细亚的阿敏塔斯,此人继承了外祖父的名字,国王将弗里吉亚的一座大城阿拉班达赐予他去领有);另一方面也是因为马尔多尼乌斯获悉亚历山大既是雅典人的“邦交保护人”(proxenos),又是他们的“恩人”(benefactor),所以才派他去。

§8.136.2

τοὺς γὰρ Ἀθηναίους οὕτω ἐδόκεε μάλιστα προσκτήσεσθαι, λεών τε πολλὸν ἄρα ἀκούων εἶναι καὶ ἄλκιμον, τά τε κατὰ τὴν θάλασσαν συντυχόντα σφι παθήματα κατεργασαμένους μάλιστα Ἀθηναίους ἐπίστατο.

因为他认为这样最能把雅典人争取到自己这一边,他听说雅典人是一支人数众多且英勇强悍的民族,而且他深知,在海上降临到波斯人身上的那些灾难,主要是由雅典人造成的。

§8.136.3

τούτων δὲ προσγενομένων κατήλπιζε εὐπετέως τῆς θαλάσσης κρατήσειν, τά περ ἂν καὶ ἦν,3 πεζῇ τε ἐδόκεε πολλῷ εἶναι κρέσσων, οὕτω τε ἐλογίζετο κατύπερθέ οἱ τὰ πρήγματα ἔσεσθαι τῶν Ἑλληνικῶν. τάχα δʼ ἂν καὶ τὰ χρηστήρια ταῦτά οἱ προλέγοι,4 συμβουλεύοντα σύμμαχον τὸν Ἀθηναῖον ποιέεσθαι· τοῖσι δὴ πειθόμενος ἔπεμπε.

如果能把他们争取过来,他满心指望能轻易地称霸海上(事实也确会如此),而他认为自己在陆地上要强大得多;因此他计算着,自己的势态将会压倒希腊人。或许,这些神谕也正在向他预示这一点,建议他将雅典人纳为盟友;他正是顺从了这些神谕,才派遣了使者。

语法注4 条
  1. 8.136.1λέγοντα ἦν

    由现在分词 λέγοντα(中性复数主格)和未完成过去式 ἦν(单数第三人称)构成的迂回表达(periphrastic construction)。由于主语是中性复数的 τὰ χρηστήρια,因此动词采用了单数形式的 ἦν。

  2. 8.136.1νέμεσθαι

    动词 νέμω 的现在不定式中动(或被动)形式,用作表示目的或结果的说明性不定式(epexegetical infinitive),意为“为了占有”或“为了治理”。

  3. 8.136.3τά περ ἂν καὶ ἦν

    语气词 ἄν 与直陈式过去时(未完成过去式 ἦν)相结合,表示与过去事实相反的虚拟条件句(反事实条件)的结论从句,暗示着“(如果雅典人真的加入的话)事实也确会如此”。

  4. 8.136.3τάχα δʼ ἂν ... προλέγοι

    潜在希求语气(ἄν + 希求式 προλέγοι)的用法。与副词 τάχα 连用,表示对过去或现在情况的推测或可能性,“或许……也正在预示着”。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:8.136.1-8.136.3