- 底本
- Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:8.110.1-8.110.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-08
地米斯托克利说服雅典人放弃追击,并再次派家奴西金纳斯担任密使觐见薛西斯,声称自己阻止了希腊人追击波斯舰队和拆毁桥梁,以此向波斯王邀功。
Θεμιστοκλέης μὲν ταῦτα λέγων διέβαλλε, Ἀθηναῖοι δὲ ἐπείθοντο· ἐπειδὴ γὰρ καὶ πρότερον δεδογμένος εἶναι σοφὸς ἐφάνη ἐὼν1 ἀληθέως σοφός τε καὶ εὔβουλος, πάντως ἕτοιμοι ἦσαν λέγοντι πείθεσθαι.
地米斯托克利借着这番话蒙蔽了他们,而雅典人也服从了;因为既然他以前就被认为聪慧,而现在又证明自己确实是聪慧且深谋远虑的,所以他们完全准备好听从他的话。
ὡς δὲ οὗτοί οἱ ἀνεγνωσμένοι ἦσαν,2 αὐτίκα μετὰ ταῦτα ὁ Θεμιστοκλέης ἄνδρας ἀπέπεμπε ἔχοντας πλοῖον, τοῖσι ἐπίστευε σιγᾶν ἐς πᾶσαν βάσανον ἀπικνεομένοισι3 τὰ αὐτὸς ἐνετείλατο βασιλέι φράσαι· τῶν καὶ Σίκιννος ὁ οἰκέτης αὖτις ἐγένετο· οἳ ἐπείτε ἀπίκοντο πρὸς τὴν Ἀττικήν, οἳ μὲν κατέμενον ἐπὶ τῷ πλοίῳ, Σίκιννος δὲ ἀναβὰς παρὰ Ξέρξην ἔλεγε τάδε.
当这些人被他说服之后,地米斯托克利随即派出了乘船的部下,这些人是他深信即便面临任何严刑拷打也会守口如瓶的,去向波斯王转达他亲自吩咐的话。其中,他的家奴西金纳斯再次位列其中。他们到达阿提卡之后,其余的人留在船上,西金纳斯则前去觐见薛西斯,说道:
ἔπεμψέ με Θεμιστοκλέης ὁ Νεοκλέος, στρατηγὸς μὲν Ἀθηναίων ἀνὴρ δὲ τῶν συμμάχων πάντων ἄριστος καὶ σοφώτατος, φράσοντά τοι ὅτι Θεμιστοκλέης ὁ Ἀθηναῖος, σοὶ βουλόμενος ὑπουργέειν, ἔσχε τοὺς Ἕλληνας τὰς νέας βουλομένους διώκειν καὶ τὰς ἐν Ἑλλησπόντῳ γεφύρας λύειν. καὶ νῦν κατʼ ἡσυχίην πολλὴν κομίζεο. οἳ μὲν ταῦτα σημήναντες ἀπέπλεον ὀπίσω.
“尼奥克勒斯之子地米斯托克利——雅典人的将军,也是全体盟友中最优秀、最聪慧的人——派我来告诉你:雅典人地米斯托克利为了向你效劳,阻止了那些想要追击你的战船并拆毁赫勒斯滂桥梁的希腊人。现在,你可以完全安心地启程回国了。” 他们传达了这些话之后,便乘船返航。
- 8.110.1δεδογμένος εἶναι … ἐφάνη ἐὼν
这里对比了 δεδογμένος εἶναι(被认为如何,表示名声/传闻)与 ἐφάνη ἐὼν(φαίνομαι 搭配分词,表示实际上确实如何)。这种句法上的对照强调了雅典人对地米斯托克利智慧的看法从传闻变成了确凿的事实。
- 8.110.2ἀνεγνωσμένοι ἦσαν
动词 ἀναγιγνώσκω 在雅典方言中通常表示“阅读”,但在希罗多德的爱奥尼亚方言中,它常用于表示“说服”(等同于 ἀναπείθω)。此处为过去完成时被动语态(ἀνεγνωσμένοι ἦσαν),与之搭配的与格 οἱ 表示施事者(“被他”)或利害关系人。
- 8.110.2τοῖσι ἐπίστευε σιγᾶν ἐς πᾶσαν βάσανον ἀπικνεομένοισι
关系代名词 toîsi(爱奥尼亚方言,等同于 hoîs)作为受与格支配的动词 episteye 的补足语。现在分词 apikneoménoisi 与之保持格的一致,在此处带有让步意味,表示“即使面临任何拷问(的过程)”。
