← 希罗多德

历史

§8.108.1-8.108.4

安德罗斯军议与毁桥之争

希腊军得知波斯舰队撤退后展开追击,但在安德罗斯岛未能追上并在此召开会议。地米斯托克利主张前往赫勒斯滂拆毁浮桥,但欧里比亚德斯指出将波斯人困在欧洲的危险性并予以反对,其他将军也赞同此观点。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.108.1

ὡς δὲ ἡμέρη ἐγίνετο, ὁρῶντες οἱ Ἕλληνες κατὰ χώρην μένοντα τὸν στρατὸν τὸν πεζὸν ἤλπιζον καὶ τὰς νέας εἶναι περὶ Φάληρον, ἐδόκεόν τε ναυμαχήσειν σφέας παραρτέοντό τε ὡς ἀλεξησόμενοι. ἐπεὶ δὲ ἐπύθοντο τὰς νέας οἰχωκυίας, αὐτίκα μετὰ ταῦτα ἐδόκεε ἐπιδιώκειν.1 τὸν μέν νυν ναυτικὸν τὸν Ξέρξεω στρατὸν οὐκ ἐπεῖδον διώξαντες μέχρι Ἄνδρου, ἐς δὲ τὴν Ἄνδρον ἀπικόμενοι ἐβουλεύοντο.

天亮时,希腊人看见陆军仍停留在原处,便指望船只也还在法勒鲁姆附近,认为对方会发起海战,于是做好了防守的准备。但当他们得知船只已经离去时,紧接着便决定展开追击。然而,他们虽然追击薛西斯的海军直到安德罗斯岛,却未能望见其踪影,于是到达安德罗斯岛后,他们便开始商议。

§8.108.2

Θεμιστοκλέης μέν νυν γνώμην ἀπεδείκνυτο διὰ νήσων τραπομένους καὶ ἐπιδιώξαντας τὰς νέας πλέειν ἰθέως ἐπὶ τὸν Ἑλλήσποντον λύσοντας τὰς γεφύρας·2 Εὐρυβιάδης δὲ τὴν ἐναντίην ταύτῃ γνώμην ἐτίθετο, λέγων ὡς εἰ λύσουσι τὰς σχεδίας, τοῦτʼ ἂν μέγιστον πάντων σφι κακῶν τὴν Ἑλλάδα ἐργάσαιτο.

此时,地米斯托克利发表意见,认为他们应该穿过群岛、追击船只,并直接航向赫勒斯滂以拆毁浮桥。然而,欧里比亚德斯提出了与之相反的意见,说道如果他们拆毁浮桥,这将给希腊带来所有灾难中最大的一桩。

§8.108.3

εἰ γὰρ ἀναγκασθείη ὁ Πέρσης μένειν ἐν τῇ Εὐρώπῃ, πειρῷτο ἂν ἡσυχίην μὴ ἄγειν, ὡς ἄγοντι μέν οἱ ἡσυχίην3 οὔτε τι προχωρέειν οἷόν τε ἔσται τῶν πρηγμάτων οὔτε τις κομιδὴ τὰ ὀπίσω φανήσεται, λιμῷ τέ οἱ ἡ στρατιὴ διαφθερέεται, ἐπιχειρέοντι δὲ αὐτῷ καὶ ἔργου ἐχομένῳ πάντα τὰ κατὰ τὴν Εὐρώπην οἷά τε ἔσται προσχωρῆσαι κατὰ πόλις τε καὶ κατὰ ἔθνεα, ἤτοι ἁλισκομένων γε ἢ πρὸ τούτου ὁμολογεόντων·4 τροφήν τε ἕξειν σφέας τὸν ἐπέτειον αἰεὶ τὸν τῶν Ἑλλήνων καρπόν.

因为如果波斯人被迫留在欧洲,他将无法保持安分;因为如果他保持安分,他的事务便毫无进展,也看不见任何退路,他的军队还将因饥饿而灭亡;而如果他采取行动并着手实干,欧洲的所有地方,无论是按城市还是按民族,都会向他屈服,或被征服,或在此之前达成妥协,而且他们将一直以希腊人每年的作物为食。

§8.108.4

ἀλλὰ δοκέειν γὰρ5 νικηθέντα τῇ ναυμαχίῃ οὐ μενέειν ἐν τῇ Εὐρώπῃ τὸν Πέρσην· ἐατέον ὦν εἶναι φεύγειν, ἐς ὃ ἔλθοι φεύγων ἐς τὴν ἑωυτοῦ· τὸ ἐνθεῦτεν δὲ περὶ τῆς ἐκείνου ποιέεσθαι ἤδη τὸν ἀγῶνα ἐκέλευε. ταύτης δὲ εἴχοντο τῆς γνώμης καὶ Πελοποννησίων τῶν ἄλλων οἱ στρατηγοί.

但是,既然看起来波斯人在海战中战败后不会留在欧洲,就应该听任他逃跑,直到他逃回自己的国土;他敦促道,自那以后就应当针对他的领土展开斗争。其他伯罗奔尼撒人的将军们也赞同这一意见。

语法注5 条
  1. 8.108.1ἐδόκεε ἐπιδιώκειν

    无人称动词 ἐδόκεε(意为“决定”、“被认为应当”),其默认的行为主体是希腊人。

  2. 8.108.2τὰς γεφύρας

    与随后欧里比亚德斯发言中的 τὰς σχεδίας(浮桥)同义,指薛西斯在赫勒斯滂架设的浮桥。

  3. 8.108.3ὡς ἄγοντι μέν οἱ ἡσυχίην

    连词 ὡς 引导间接引语中的原因从句,分词 ἄγοντι 与与格代名词 οἱ(指波斯国王)一致,起条件分词的作用(“如果他保持安静”)。

  4. 8.108.3ἤτοι ἁλισκομένων γε ἢ πρὸ τούτου ὁμολογεόντων

    属格绝对结构,其暗含的主语指前文提到的欧洲各部分(城市或民族)(“要么被征服,要么在此之前达成妥协”)。

  5. 8.108.4ἀλλὰ δοκέειν γάρ

    不定式 δοκέειν 延续了前文的间接引语。结合 γάρ,在间接叙述中插入了解释说明(“但是,因为看起来……”)。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:8.108.1-8.108.4