- 底本
- Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:7.57.1-7.57.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-07
记述了预示薛西斯未来败亡的两起异兆:一起发生在他渡过赫勒斯滂时(牝马生兔),另一起发生在他此前在萨尔迪斯时(雌骡生下两性骡)。
ὡς δὲ διέβησαν πάντες, ἐς ὁδὸν ὁρμημένοισι1 τέρας σφι ἐφάνη μέγα, τὸ Ξέρξης ἐν οὐδενὶ λόγῳ ἐποιήσατο καίπερ εὐσύμβλητον ἐόν· ἵππος γὰρ ἔτεκε λαγόν. εὐσύμβλητον ὦν τῇδε τοῦτο ἐγένετο, ὅτι ἔμελλε μὲν ἐλᾶν στρατιὴν ἐπὶ τὴν Ἑλλάδα Ξέρξης ἀγαυρότατα καὶ μεγαλοπρεπέστατα, ὀπίσω δὲ περὶ ἑωυτοῦ τρέχων2 ἥξειν ἐς τὸν αὐτὸν χῶρον. ἐγένετο δὲ καὶ ἕτερον αὐτῷ τέρας ἐόντι ἐν Σάρδισι·
众人全部渡河完毕后,当他们正出发上路时,一处伟大的异兆向他们显现,然而薛西斯对此毫不介意,尽管这本是极易解释的:因为一匹牝马生下了一只野兔。之所以说这很容易解释,是因为薛西斯虽然将极其高傲且极其壮丽地率军进攻希腊,但回来时却将为保全自己的性命奔逃着,回到这同一个地方。当他还在萨尔迪斯时,也曾有另一个异兆发生在他身上:
ἡμίονος γὰρ ἔτεκε ἡμίονον διξὰ ἔχουσαν αἰδοῖα, τὰ μὲν ἔρσενος τὰ δὲ θηλέης· κατύπερθε δὲ ἦν τὰ τοῦ ἔρσενος. τῶν ἀμφοτέρων3 λόγον οὐδένα ποιησάμενος τὸ πρόσω ἐπορεύετο, σὺν δέ οἱ ὁ πεζὸς στρατός.
因为一头雌骡生下了一头具有雌雄两套生殖器的骡子,其中雄性的在上面,雌性的在下面。他对这两起异兆都不予理会,继续向前进发,他的步兵军队也随他同行。
- 7.57.1ἐς ὁδὸν ὁρμημένοισι
完成时中被动分词与格复数。与与格代名词 σφι(对他们)一致,表示“在他们正出发上路时”的状态。
- 7.57.1περὶ ἑωυτοῦ τρέχων
源自 τρέχω περὶ ψυχῆς(为生命奔跑)等表达的习语,意为“为了保全自己的生命而奔逃(即狼狈逃窜)”。
- 7.57.2τῶν ἀμφοτέρων
中性复数属格,指代前文提到的两个异兆(马产兔以及骡产两性骡)。在分词 ποιησάμενος 支配下作宾格性属格(客观属格)。
