- 底本
- Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:7.40.1-7.40.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-08
处死皮透斯的儿子后,军队开始行进,首先是通过的混成部队,随后留出空隙,其后紧跟着精锐的波斯骑兵、长枪兵、圣马、宙斯的圣战车以及薛西斯本人。
ποιησάντων δὲ τούτων τοῦτο,1 μετὰ ταῦτα διεξήιε ὁ στρατός. ἡγέοντο δὲ πρῶτοι μὲν οἱ σκευοφόροι τε καὶ τὰ ὑποζύγια, μετὰ δὲ τούτους σύμμικτος στρατὸς παντοίων ἐθνέων ἀναμίξ, οὐ διακεκριμένοι· τῇ δὲ ὑπερημίσεες ἦσαν, ἐνθαῦτα διελέλειπτο,2 καὶ οὐ συνέμισγον οὗτοι βασιλέι.
这些人执行了这一命令之后,随后军队穿行过去。首先领路的是辎重队和驮畜,在他们之后,是由各种民族组成的混成部队,杂乱无章,没有区分;在超过半数的地方留有空隙,这些人并不与国王的部队相混。
προηγεῦντο μὲν δὴ ἱππόται χίλιοι, ἐκ Περσέων πάντων ἀπολελεγμένοι· μετὰ δὲ αἰχμοφόροι χίλιοι καὶ οὗτοι ἐκ πάντων ἀπολελεγμένοι, τὰς λόγχας κάτω ἐς τὴν γῆν τρέψαντες· μετὰ δὲ ἱροὶ Νησαῖοι καλεόμενοι ἵπποι δέκα κεκοσμημένοι ὡς κάλλιστα.
国王队伍最前面领路的是一千名骑兵,他们是从所有波斯人中挑选出来的;其后是一千名长枪兵,也是从所有波斯人中挑选出来的,他们把枪尖朝下指向地面;其后是十匹被称为尼萨埃的圣马,装饰得极尽华美。
Νησαῖοι δὲ καλέονται ἵπποι ἐπὶ τοῦδε· ἔστι πεδίον μέγα τῆς Μηδικῆς τῷ οὔνομα ἐστὶ Νήσαιον· τοὺς ὦν δὴ ἵππους τοὺς μεγάλους φέρει τὸ πεδίον τοῦτο.
这些马之所以被称为尼萨埃,是因为以下原因:米底亚有一处大平原,名字叫尼萨伊翁;正是这片平原产出这些高大的骏马。
ὄπισθε δὲ τούτων τῶν δέκα ἵππων ἅρμα Διὸς ἱρὸν ἐπετέτακτο, τὸ ἵπποι μὲν εἷλκον λευκοὶ ὀκτώ,3 ὄπισθε δὲ αὖ τῶν ἵππων εἵπετο πεζῇ ἡνίοχος ἐχόμενος τῶν χαλινῶν· οὐδεὶς γὰρ δὴ ἐπὶ τοῦτον τὸν θρόνον ἀνθρώπων ἐπιβαίνει. τούτου δὲ ὄπισθε αὐτὸς Ξέρξης ἐπʼ ἅρματος ἵππων Νησαίων· παραβεβήκεε δέ οἱ ἡνίοχος4 τῷ οὔνομα ἦν Πατιράμφης, Ὀτάνεω ἀνδρὸς Πέρσεω παῖς.
在这十匹马的后面部署着宙斯的圣战车,它由八匹白马拉着,在马的后面,有一名御者牵着缰绳徒步跟随着;因为没有任何人可以登上这个宝座。在这后面,薛西斯本人乘坐着由尼萨埃马拉着的战车;站在他身旁的御者名叫帕提兰菲斯,是波斯人奥塔涅斯的儿子。
- 7.40.1ποιησάντων δὲ τούτων τοῦτο
独立属格结构。作主语的代名词 τούτων 指的是前一节(39.3)中提到的“受命执行此类任务的人”。
- 7.40.1τῇ δὲ ὑπερημίσεες ἦσαν, ἐνθαῦτα διελέλειπτο
关系副词 τῇ 与指示副词 ἐνθαῦτα 构成呼应,意为“在(军队)超过半数的地方,那里留有空隙”。
- 7.40.4τὸ ἵπποι μὲν εἷλκον λευκοὶ ὀκτώ
关系代词 τὸ 是中性单数宾格,指代前述的先行词 ἅρμα(战车),作为及物动词 εἷλκον 的直接宾语。
- 7.40.4παραβεβήκεε δέ οἱ ἡνίοχος
过去完成时动词 παραβεβήκεε 表示“(在战车旁)并排站立”的状态。人称代词与格 οἱ 指代薛西斯,表示所属或伴随关系。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 译文 1 处
