- 底本
- Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:7.26.1-7.26.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-08
薛西斯率领的陆军从卡帕多西亚的克里塔拉向萨尔迪斯进军,途中抵达凯莱奈,此处提到了迈安德罗斯河等河流的源头以及马尔叙阿斯之皮的传说。
ἐν ᾧ δὲ οὗτοι τὸν προκείμενον πόνον ἐργάζοντο, ἐν τούτῳ ὁ πεζὸς ἅπας συλλελεγμένος ἅμα Ξέρξῃ ἐπορεύετο ἐς Σάρδις, ἐκ Κριτάλλων ὁρμηθεὶς τῶν ἐν Καππαδοκίῃ· ἐνθαῦτα γὰρ εἴρητο συλλέγεσθαι πάντα τὸν κατʼ ἤπειρον μέλλοντα ἅμα αὐτῷ Ξέρξῃ πορεύεσθαι στρατόν.
在这些人进行着上述工作的时候,与此同时,所有集结完毕的陆上军队正随同薛西斯一起向萨尔迪斯进军,他们是从卡帕多西亚的克里塔拉出发的;因为之前已经下令,所有将要随薛西斯本人由陆路进军的军队都必须在那里集结。
ὃς μέν νυν τῶν ὑπάρχων στρατὸν κάλλιστα ἐσταλμένον ἀγαγὼν τὰ προκείμενα παρὰ βασιλέος ἔλαβε δῶρα, οὐκ ἔχω φράσαι· οὐδὲ γὰρ ἀρχὴν1 ἐς κρίσιν τούτου πέρι ἐλθόντας2 οἶδα.
至于在各省总督中,究竟是谁率领了装备最精良的军队来此,从而获得了国王所承诺的礼物,我无法说明;因为我甚至根本不知道他们是否曾为此事进行过评判。
οἳ δὲ ἐπείτε διαβάντες τὸν Ἅλυν ποταμὸν ὡμίλησαν τῇ Φρυγίῃ, διʼ αὐτῆς πορευόμενοι ἀπίκοντο ἐς Κελαινάς, ἵνα πηγαὶ ἀναδιδοῦσι Μαιάνδρου ποταμοῦ καὶ ἑτέρου οὐκ ἐλάσσονος ἢ Μαιάνδρου, τῷ οὔνομα τυγχάνει ἐὸν3 Καταρρήκτης, ὃς ἐξ αὐτῆς τῆς ἀγορῆς τῆς Κελαινέων ἀνατέλλων ἐς τὸν Μαίανδρον ἐκδιδοῖ· ἐν τῇ καὶ ὁ τοῦ Σιληνοῦ Μαρσύεω ἀσκὸς ἀνακρέμαται, τὸν ὑπὸ Φρυγῶν λόγος ἔχει4 ὑπὸ Ἀπόλλωνος ἐκδαρέντα ἀνακρεμασθῆναι.
他们在渡过哈里斯河并进入弗里吉亚之后,穿过该地前行,抵达了凯莱奈。在那里,迈安德罗斯河和另一条不亚于它的河流的源头涌出,那条河的名字恰好叫作卡塔拉克特斯,它从凯莱奈人的广场中央涌出,并汇入迈安德罗斯河。在那个广场上,还挂着西勒诺斯·马尔叙阿斯的皮囊,弗里吉亚人的传说认为,他是被阿波罗剥了皮之后挂在那里的。
- 7.26.2ἀρχὴν
带有否定意义(此处为 οὐδέ)的副词性宾格,表示“根本(不)”、“完全(不)”。
- 7.26.2ἐλθόντας
动词 οἶδα(“我知道”)的补充分词。其逻辑主语(“当事人们”)由省略的宾格表示。
- 7.26.3τῷ οὔνομα τυγχάνει ἐὸν
关系代词 τῷ(伊奥尼亚方言)为表示领属的与格,修饰前文的 ἑτέρου(另一条河)。τυγχάνει ἐόν 是动词 τυγχάνω 与分词 ἐόν(εἰμί 的伊奥尼亚方言分词)的连用,表示“碰巧是”、“恰好是”。
- 7.26.3λόγος ἔχει
意为“有传说/故事说……”的无人称表达,后接宾格加不定式结构(τὸν ... ἐκδαρέντα ἀνακρεμασθῆναι)。关系代词 τὸν 指代前文的 ἀσκός(皮囊),作为被动不定式 ἀνακρεμασθῆναι 的主语宾格。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 注 1 处
