- 底本
- Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:7.197.1-7.197.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-06
薛西斯抵达阿哈伊亚的阿洛斯时,从向导处获悉了拉菲斯提乌斯宙斯圣所的传说以及施加给阿塔马斯后代的严酷祭祀规矩。听闻此言后,薛西斯表示敬意,避免进入该圣林,并命令全军照办。
ἐς Ἄλον δὲ τῆς Ἀχαιίης ἀπικομένῳ Ξέρξῃ1 οἱ κατηγεμόνες τῆς ὁδοῦ βουλόμενοι τὸ πᾶν ἐξηγέεσθαι ἔλεγόν οἱ ἐπιχώριον λόγον, τὰ περὶ τὸ ἱρὸν τοῦ Λαφυστίου Διός, ὡς Ἀθάμας ὁ Αἰόλου ἐμηχανήσατο Φρίξῳ μόρον σὺν Ἰνοῖ βουλεύσας, μετέπειτα δὲ ὡς ἐκ θεοπροπίου Ἀχαιοὶ προτιθεῖσι τοῖσι ἐκείνου ἀπογόνοισι ἀέθλους τοιούσδε·
当薛西斯抵达阿哈伊亚的阿洛斯时,向导们为了向他说明一切,便向他讲述了一个当地的传说,那是关于拉菲斯提乌斯宙斯圣所的事:即埃俄洛斯之子阿塔马斯如何与伊诺共谋,图谋杀害弗里索斯,以及后来由于神谕,阿哈伊亚人向他的后代施加了如下的惩罚:
ὃς ἂν ᾖ τοῦ γένεος τούτου πρεσβύτατος, τούτῳ ἐπιτάξαντες ἔργεσθαι τοῦ ληίτου2 αὐτοὶ φυλακὰς ἔχουσι. λήιτον δὲ καλέουσι τὸ πρυτανήιον οἱ Ἀχαιοί. ἢν δὲ ἐσέλθῃ, οὐκ ἔστι ὅκως3 ἔξεισι πρὶν ἢ θύσεσθαι μέλλῃ· ὥς τʼ ἔτι πρὸς τούτοισι πολλοὶ ἤδη τούτων τῶν μελλόντων θύσεσθαι δείσαντες οἴχοντο ἀποδράντες ἐς ἄλλην χώρην, χρόνου δὲ προϊόντος ὀπίσω κατελθόντες ἢν ἁλίσκωνται ἐστέλλοντο ἐς τὸ πρυτανήιον· ὡς θύεταί τε ἐξηγέοντο4 στέμμασι πᾶς πυκασθεὶς καὶ ὡς σὺν πομπῇ ἐξαχθείς.
“凡是这一族中最年长的人,他们便禁止他进入市政厅,并亲自设岗看守。阿哈伊亚人将普里塔内翁称为‘雷顿’。如果他进去了,便绝无可能出来,除非他即将被用作祭祀。此外,这些即将被祭祀的人中,已有许多人因恐惧而逃亡到了外邦,但随着时间推移,他们又潜返回来,一旦被捕获,就会被押送到普里塔内翁。”他们还说明了他是如何全身戴满花环被用作祭祀的,以及如何伴随着仪仗队被押解出来的。
ταῦτα δὲ πάσχουσι οἱ Κυτισσώρου τοῦ Φρίξου παιδὸς ἀπόγονοι, διότι καθαρμὸν τῆς χώρης ποιευμένων Ἀχαιῶν5 ἐκ θεοπροπίου Ἀθάμαντα τὸν Αἰόλου καὶ μελλόντων μιν θύειν ἀπικόμενος οὗτος ὁ Κυτίσσωρος ἐξ Αἴης τῆς Κολχίδος ἐρρύσατο, ποιήσας δὲ τοῦτο τοῖσι ἐπιγενομένοισι ἐξ ἑωυτοῦ μῆνιν τοῦ θεοῦ ἐνέβαλε.
弗里索斯之子库提索罗斯的后代之所以遭受这些,是因为当阿哈伊亚人根据神谕对国土进行净化、正要将埃俄洛斯之子阿塔马斯作为祭品献祭时,这位库提索罗斯从科尔基斯的埃亚赶来救了他。由于这一举动,他使神明的愤怒降临在了他自己的子孙后代身上。
Ξέρξης δὲ ταῦτα ἀκούσας ὡς κατὰ τὸ ἄλσος ἐγίνετο, αὐτός τε ἔργετο αὐτοῦ καὶ τῇ στρατιῇ πάσῃ παρήγγειλε, τῶν τε Ἀθάμαντος ἀπογόνων τὴν οἰκίην ὁμοίως καὶ τὸ τέμενος ἐσέβετο.
薛西斯听了这些话,当他来到那片圣林时,他自己避开不入,也向全军下达了同样的命令,并且对阿塔马斯后代的家宅和那片圣地都表示了敬意。
- 7.197.1ἀπικομένῳ Ξέρξῃ
与格。与主句动词 ἔλεγον 的间接宾语代词 οἱ(向他)形成同位关系,表示“当薛西斯抵达阿洛斯时,(向导们)向他……”。
- 7.197.2ἔργεσθαι τοῦ ληίτου
动词 εἴργω(在此处为中/被动语态 ἔργομαι)意为“禁止、远离”,其远离的地方由属格(τοῦ ληίτου)表示。分词 ἐπιτάξαντες 的逻辑主语是阿哈伊亚人。
- 7.197.2οὐκ ἔστι ὅκως
意为“绝无可能……”的强否定惯用句式。后接将来时直说语气(ἔξεισι),用以强调无法逃脱其命运。
- 7.197.2ὡς θύεταί τε ἐξηγέοντο
连接词 ὡς 引导间接疑问句(“如何……”)。现在时被动语态动词 θύεται 由完成时分词 πᾶς πυκασθείς(全身被花环覆盖)和不定过去时被动分词 ἐξαχθείς(在仪仗队伴随下被带出)修饰。
- 7.197.3ποιευμένων Ἀχαιῶν
属格绝对结构(genitive absolute)。以 Ἀχαιῶν 为逻辑主语,修饰分词 ποιευμένων,表达时间背景:“当阿哈伊亚人正在对土地进行净化时”。
