- 底本
- Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:7.172.1-7.172.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-05
帖萨利亚人阐明他们起初投降波斯并非出于本意,并向地峡的希腊代表派遣使者,请求派兵防守奥林匹斯山口,同时警告若不派兵他们将不得不向波斯屈服。
Θεσσαλοὶ δὲ ὑπὸ ἀναγκαίης τὸ πρῶτον ἐμήδισαν, ὡς διέδεξαν,1 ὅτι οὔ σφι ἥνδανε τὰ οἱ Ἀλευάδαι ἐμηχανῶντο. ἐπείτε γὰρ ἐπύθοντο τάχιστα μέλλοντα διαβαίνειν τὸν Πέρσην ἐς τὴν Εὐρώπην, πέμπουσι ἐς τὸν Ἰσθμὸν ἀγγέλους· ἐν δὲ τῷ Ἰσθμῷ ἦσαν ἁλισμένοι πρόβουλοι τῆς Ἑλλάδος ἀραιρημένοι ἀπὸ τῶν πολίων τῶν τὰ ἀμείνω φρονεουσέων περὶ τὴν Ἑλλάδα.
帖萨利亚人起初只是迫于无奈才投靠波斯人,正如他们后来所证明的那样,因为阿琉阿斯家族的阴谋并不合他们的心意。因为他们一听说波斯人即将渡海进入欧洲,就向地峡派去了使者;而在地峡,正聚集着从那些对希腊抱有更忠诚态度的城市中选出的希腊代表们。
ἀπικόμενοι δὲ ἐπὶ τούτους τῶν Θεσσαλῶν οἱ ἄγγελοι ἔλεγον· Ἄνδρες Ἕλληνες, δεῖ φυλάσσεσθαι τὴν ἐσβολὴν τὴν Ὀλυμπικήν, ἵνα Θεσσαλίη τε καὶ ἡ σύμπασα ᾖ Ἑλλὰς ἐν σκέπῃ τοῦ πολέμου. ἡμεῖς μέν νυν ἕτοιμοι εἰμὲν συμφυλάσσειν, πέμπειν δὲ χρὴ καὶ ὑμέας στρατιὴν πολλήν, ὡς, εἰ μὴ πέμψετε, ἐπίστασθε2 ἡμέας ὁμολογήσειν τῷ Πέρσῃ· οὐ γάρ τι προκατημένους τοσοῦτο πρὸ τῆς ἄλλης Ἑλλάδος μούνους πρὸ ὑμέων δεῖ ἀπολέσθαι.
帖萨利亚人的使者来到这些人面前,说道: “希腊的人们啊,必须守住奥林匹斯山口,好让帖萨利亚和整个希腊都能免受战争的波及。我们已准备好共同防守,但你们也必须派遣大军;因为,如果你们不派兵,请做好准备,我们将与波斯人达成协议。因为我们绝不应该孤立无援地在其他希腊地区的最前沿,仅为了你们而自取毁灭。
βοηθέειν δὲ οὐ βουλόμενοι ἀναγκαίην ἡμῖν οὐδεμίαν οἷοί τε ἐστὲ προσφέρειν· οὐδαμὰ γὰρ ἀδυνασίης ἀνάγκη κρέσσων ἔφυ.3 ἡμεῖς δὲ πειρησόμεθα αὐτοί τινα σωτηρίην μηχανώμενοι.
如果你们不愿相助,你们也无法对我们施加任何强迫;因为在任何情况下,强迫都绝不可能战胜无能为力。我们自己将努力设法寻找自救的出路。”
- 7.172.1ὡς διέδεξαν
动词 διέδεξαν 是 Ionic 方言中 δεικνύμι(展示、证明)的活动式不定过去时(相当于 Attic 方言的 διέδειξαν),在此作不及物动词使用,意为“正如他们所证明的那样”。主语是帖萨利亚人。
- 7.172.2ἐπίστασθε
虽然在形态上可以视作直陈式现在时第二人称复数,但在这种警告同盟的语境下,将其解释为命令式现在时第二人称复数(意为“请知悉……”或“请做好准备……”)更为自然。它支配着后面的带不定式的宾格结构 ἡμέας ὁμολογήσειν。
- 7.172.3ἀδυνασίης ἀνάγκη κρέσσων ἔφυ
名词 ἀδυνασίης 是由比较级 κρέσσων(更强)所要求的比较属格(“比无能为力”)。动词 ἔφυ 是 φύω 的不定过去时,表示常态或本质(“向来是”),用于格言。整句构成一条格言:“任何情况下,强迫绝不可能战胜无能为力(人无法做不可能之事)”。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 注 1 处
