← 希罗多德

历史

§7.153.1-7.153.4

格隆的先祖特利内斯取得祭司之职

结束关于阿耳戈斯人的叙述后,作者转而介绍西西里僭主格隆的祖先特利内斯,讲述其如何凭借冥府神明的圣物而非武力使流亡者返回格拉并为其后代取得祭司职位,以及关于其性格的传闻。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.153.1

τὰ μὲν περὶ Ἀργείων εἴρηται· ἐς δὲ τὴν Σικελίην ἄλλοι τε ἀπίκατο ἄγγελοι ἀπὸ τῶν συμμάχων συμμίξοντες Γέλωνι καὶ δὴ καὶ ἀπὸ Λακεδαιμονίων Σύαγρος. τοῦ δὲ Γέλωνος τούτου πρόγονος, οἰκήτωρ ὁ ἐν Γέλῃ, ἦν ἐκ νήσου Τήλου τῆς ἐπὶ Τριοπίῳ κειμένης· ὃς κτιζομένης Γέλης ὑπὸ Λινδίων τε τῶν ἐκ Ῥόδου καὶ Ἀντιφήμου οὐκ ἐλείφθη.

关于阿耳戈斯人的事情已经说完了。另一方面,来自同盟军的其他使者也已抵达西西里岛,准备与格隆会面,尤其是来自拉刻代蒙人的叙阿格罗斯。这个格隆的祖先,也就是在格拉定居的那个人,来自位于特里奥皮翁对面的特洛斯岛。当罗得岛的林多斯人和安提斐摩斯创建格拉时,他并没有被留在后面。

§7.153.2

ἀνὰ χρόνον δὲ αὐτοῦ οἱ ἀπόγονοι γενόμενοι ἱροφάνται τῶν χθονίων θεῶν διετέλεον ἐόντες, Τηλίνεω ἑνός τευ τῶν προγόνων κτησαμένου1 τρόπῳ τοιῷδε. ἐς Μακτώριον πόλιν τὴν ὑπὲρ Γέλης οἰκημένην ἔφυγον ἄνδρες Γελῴων στάσι ἑσσωθέντες·

随着时间的推移,他的后代成为了地底神明的祭司,并一直担任此职,这是因为他们的祖先之一特利内斯以如下方式获得了(这一特权)。在党争中战败的格拉男子们逃到了位于格拉上方的马克托里翁城。

§7.153.3

τούτους ὦν ὁ Τηλίνης κατήγαγε ἐς Γέλην, ἔχων οὐδεμίαν ἀνδρῶν δύναμιν ἀλλὰ ἱρὰ τούτων τῶν θεῶν· ὅθεν δὲ αὐτὰ ἔλαβε ἢ αὐτὸς ἐκτήσατο, τοῦτο δὲ οὐκ ἔχω εἰπεῖν· τούτοισι δʼ ὦν πίσυνος ἐὼν κατήγαγε, ἐπʼ ᾧ τε2 οἱ ἀπόγονοι αὐτοῦ ἱροφάνται τῶν θεῶν ἔσονται.

于是,特利内斯在没有带任何兵力、仅带着这些神明的圣物的情况下,将他们带回了格拉。至于他从何处得到这些圣物,或是自己如何获得的,这一点我无法说明。但无论如何,他正是信赖着这些圣物才将他们带回,其条件是他的后代将成为这些神明的祭司。

§7.153.4

θῶμά μοι ὦν καὶ τοῦτο γέγονε πρὸς τὰ πυνθάνομαι, κατεργάσασθαι3 Τηλίνην ἔργον τοσοῦτον· τὰ τοιαῦτα γὰρ ἔργα οὐ πρὸς τοῦ ἅπαντος ἀνδρὸς4 νενόμικα γίνεσθαι, ἀλλὰ πρὸς ψυχῆς τε ἀγαθῆς καὶ ῥώμης ἀνδρηίης· ὁ δὲ λέγεται πρὸς τῆς Σικελίης τῶν οἰκητόρων τὰ ὑπεναντία τούτων πεφυκέναι θηλυδρίης τε καὶ μαλακώτερος ἀνὴρ.

因此,根据我所听闻的事,特利内斯竟能完成如此伟业,这也让我感到惊讶;因为我认为,此类功业并非任何普通人所能做到,而必须依靠高尚的灵魂和男子气概的力量。然而,据西西里岛的居民说,他的天性与这些品质正好相反,是个女性化且相当软弱的人。

语法注4 条
  1. 7.153.2κτησαμένου

    属格独立结构,逻辑主语为 Τηλίνεω,解释了其后代持续担任祭司这一职位的历史原因。

  2. 7.153.3ἐπʼ ᾧ τε

    表示条件的惯用词组,此处后接将来直陈式(ἔσονται),意为“在……的条件下”。

  3. 7.153.4κατεργάσασθαι

    不定式,与句首的 τοῦτο 同格,或用作说明 θῶμα 具体内容的叙述性用法,意为“特利内斯完成了……”。

  4. 7.153.4πρὸς τοῦ ἅπαντος ἀνδρὸς

    介词 πρός 接属格,在此处表示“属于……的特征”或“适合……的”。注意这与同句后半部分的 πρὸς τῆς Σικελίης τῶν οἰκητόρων(表示动作发出者“被……”)在用法上有所不同。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(2 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 注 2 处
urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:7.153.1-7.153.4