- 底本
- Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:7.101.1-7.101.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-06
薛西斯在视察完陆海军后,召见德玛拉托斯并询问希腊人是否会抵抗。德玛拉托斯请示应当说真话还是迎合王意,薛西斯令其直言相告。
ὡς δὲ καὶ ταύτας διεξέπλωσε καὶ ἐξέβη ἐκ τῆς νεός, μετεπέμψατο Δημάρητον τὸν Ἀρίστωνος συστρατευόμενον αὐτῷ ἐπὶ τὴν Ἑλλάδα, καλέσας δʼ αὐτὸν εἴρετο τάδε. Δημάρητε, νῦν μοι σὲ ἡδύ τι ἐστὶ εἰρέσθαι τὰ θέλω. σὺ εἶς Ἕλλην τε, καὶ ὡς ἐγὼ πυνθάνομαι σεῦ τε καὶ τῶν ἄλλων Ἑλλήνων τῶν ἐμοὶ ἐς λόγους ἀπικνεομένων, πόλιος οὔτʼ ἐλαχίστης οὔτʼ ἀσθενεστάτης.1
当他也巡视完这些船只并下船上岸后,便派人去召集同他一起远征希腊的阿利斯同之子德玛拉托斯。召来他后,薛西斯问道: “德玛拉托斯啊,现在我很高兴向你询问我想知道的事情。你是个希腊人,而且据我从你以及其他来与我交谈的希腊人那里所了解到的,你来自一个既非最小也非最弱的城邦。
νῦν ὦν μοι τόδε φράσον, εἰ Ἕλληνες ὑπομενέουσι χεῖρας ἐμοὶ ἀνταειρόμενοι. οὐ γάρ, ὡς ἐγὼ δοκέω, οὐδʼ εἰ πάντες Ἕλληνες καὶ οἱ λοιποὶ οἱ πρὸς ἑσπέρης οἰκέοντες ἄνθρωποι συλλεχθείησαν, οὐκ2 ἀξιόμαχοι εἰσὶ ἐμὲ ἐπιόντα ὑπομεῖναι, μὴ ἐόντες ἄρθμιοι.
因此,现在请告诉我:希腊人会抵抗我,向我举手迎战吗?因为在我看来,即使所有的希腊人和居住在西方的其余人类都聚集起来,只要他们不能和睦团结,他们也没有足够的战斗力来抵御我的进攻。
θέλω μέντοι καὶ τὸ ἀπὸ σεῦ, ὁκοῖόν τι λέγεις περὶ αὐτῶν, πυθέσθαι. ὃ μὲν ταῦτα εἰρώτα, ὁ δὲ ὑπολαβὼν ἔφη βασιλεῦ, κότερα ἀληθείῃ χρήσωμαι πρὸς σὲ ἢ ἡδονῇ; ὁ δέ μιν ἀληθείῃ χρήσασθαι ἐκέλευε, φὰς οὐδέν οἱ ἀηδέστερον ἔσεσθαι ἢ πρότερον ἦν.3
不过,我也想听听你本人的看法,你对他们有什么评价。” 他如此发问,而对方接话答道: “陛下,我是应当对您说真话呢,还是说迎合您心意的话?” 薛西斯则命令他要说真话,并说他不会因此比以前更让他不快。
- 7.101.1πόλιος οὔτʼ ἐλαχίστης οὔτʼ ἀσθενεστάτης
属格 πόλιος(城邦 πόλις 的伊奥尼亚方言属格形式)表示出身或归属。它作为主语 σὺ(德玛拉托斯)的表语性修饰语,意为“来自一个(既非最小也非最弱的)城邦”。
- 7.101.2οὐ γάρ... οὐδʼ εἰ... οὐκ...
双重/多重否定。在希腊语中,否定词的重叠(οὐ γάρ... οὐδʼ εἰ... οὐκ...)并不相互抵消,而是起到加强否定的作用,强调了薛西斯强烈的信念:“因为,即使……,他们也绝无可能……”。
- 7.101.3φὰς οὐδέν οἱ ἀηδέστερον ἔσεσθαι ἢ πρότερον ἦν
不定式 ἔσεσθαι 的主语是德玛拉托斯(作为宾格被省略),而间接宾语三人称代名词 οἱ(相当于 αὐτῷ)指代主句主语薛西斯。因此,整句意为“说他(德玛拉托斯)对自己(薛西斯)而言,绝不会比以前更令人不快”。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 译文 1 处
