- 底本
- Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:6.95.1-6.95.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-08
波斯将领达提斯和阿尔塔弗雷内斯在基利基亚集结海陆军并起航,选择了一条穿过爱琴海群岛的航线,以避免在阿索斯山重蹈前一年惨败的覆辙。
ὡς δὲ οἱ στρατηγοὶ οὗτοι οἱ ἀποδεχθέντες πορευόμενοι παρὰ βασιλέος ἀπίκοντο τῆς Κιλικίης1 ἐς τὸ Ἀλήιον πεδίον, ἅμα ἀγόμενοι πεζὸν στρατὸν πολλόν τε καὶ εὖ ἐσκευασμένον, ἐνθαῦτα στρατοπεδευομένοισι ἐπῆλθε μὲν ὁ ναυτικὸς πᾶς στρατὸς ὁ ἐπιταχθεὶς ἑκάστοισι, παρεγένοντο δὲ καὶ αἱ ἱππαγωγοὶ νέες, τὰς τῷ προτέρῳ ἔτεϊ προεῖπε τοῖσι ἑωυτοῦ δασμοφόροισι Δαρεῖος ἑτοιμάζειν.
当这些被任命的将领从国王那里出发,抵达基利基亚的阿莱翁平原时,他们随身携带了一支庞大且装备精良的陆军。在他们于该地扎营期间,由各族人民分摊派出的全部海军部队与他们会合,此外,大流士于前一年命令其纳贡臣民准备的运马船也送达了。
ἐσβαλόμενοι δὲ τοὺς ἵππους ἐς ταύτας καὶ τὸν πεζὸν στρατὸν ἐσβιβάσαντες ἐς τὰς νέας, ἔπλεον ἑξακοσίῃσι τριήρεσι ἐς τὴν Ἰωνίην. ἐνθεῦτεν δὲ οὐ παρὰ τὴν ἤπειρον εἶχον τὰς νέας ἰθὺ τοῦ2 τε Ἑλλησπόντου καὶ τῆς Θρηίκης, ἀλλʼ ἐκ Σάμου ὁρμώμενοι παρά τε Ἰκάριον καὶ διὰ νήσων τὸν πλόον ἐποιεῦντο, ὡς μὲν ἐμοὶ δοκέειν,3 δείσαντες μάλιστα τὸν περίπλοον τοῦ Ἄθω, ὅτι τῷ προτέρῳ ἔτεϊ ποιεύμενοι ταύτῃ τὴν κομιδὴν μεγάλως προσέπταισαν· πρὸς δὲ καὶ ἡ Νάξος σφέας ἠνάγκαζε πρότερον οὐκ ἁλοῦσα.
他们将马匹装上这些运马船,并将陆军登上海船,随后率领六百艘三段击桨战船向伊奥尼亚航行。从那里开始,他们并没有沿着大陆海岸向着赫勒斯滂和色雷斯径直驶去,而是从萨摩斯出发,沿着伊卡里亚海并穿过群岛进行航行。在我看来,这主要是因为他们害怕绕行阿索斯山,因为在前一年他们沿该路线撤退时曾遭受了惨重的损失;此外,未曾被攻克过的纳克索斯也迫使他们采取这一航线。
- 6.95.1τῆς Κιλικίης
表示地理范围的部分属格,限定了后文“阿莱翁平原”所在的更广阔区域。
- 6.95.2ἰθὺ τοῦ
副词 ἰθύ(相当于雅典方言的 εὐθύ)作为准前置词支配属格,表示“径直朝向……”。
- 6.95.2ὡς μὲν ἐμοὶ δοκέειν
插入语式的绝对不定式用法,表示“依我看来”或“在我看来”。
