- 底本
- Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:6.14.1-6.14.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-09
腓尼基人与伊奥尼亚人的海战爆发,萨摩斯人依约除十一艘船外全部撤退,莱斯博斯人及大多数伊奥尼亚人也随之逃跑。
τότε ὦν ἐπεὶ ἐπέπλεον οἱ Φοίνικες, οἱ Ἴωνες ἀντανῆγον καὶ αὐτοὶ τὰς νέας ἐπὶ κέρας. ὡς δὲ καὶ ἀγχοῦ ἐγίνοντο καὶ συνέμισγον ἀλλήλοισι, τὸ ἐνθεῦτεν1 οὐκ ἔχω ἀτρεκέως συγγράψαι οἵτινες τῶν Ἰώνων ἐγίνοντο ἄνδρες κακοὶ ἢ ἀγαθοὶ ἐν τῇ ναυμαχίῃ ταύτῃ· ἀλλήλους γὰρ καταιτιῶνται.
当时,当腓尼基人驶来进攻时,伊奥尼亚人自己也排成纵队驾船迎战。当他们相互接近并交火时,关于此后的情况,我无法准确地记录下在这个海战中,伊奥尼亚人中究竟谁表现得怯懦,谁表现得勇敢;因为他们互相指责。
λέγονται δὲ Σάμιοι ἐνθαῦτα κατὰ τὰ συγκείμενα πρὸς τὸν Αἰάκεα ἀειράμενοι τὰ ἱστία ἀποπλῶσαι2 ἐκ τῆς τάξιος ἐς τὴν Σάμον, πλὴν ἕνδεκα νεῶν· τουτέων δὲ οἱ τριήραρχοι παρέμενον καὶ ἐναυμάχεον ἀνηκουστήσαντες3 τοῖσι στρατηγοῖσι·
据说,此时萨摩斯人根据与阿埃阿克斯达成的协议,升起风帆,撤离战线驶回萨摩斯,只有十一艘船除外。这些船的执事们不听从将领的命令,留在原地坚持战斗。
καί σφι τὸ κοινὸν τῶν Σαμίων ἔδωκε διὰ τοῦτο τὸ πρῆγμα ἐν στήλῃ ἀναγραφῆναι4 πατρόθεν ὡς ἀνδράσι ἀγαθοῖσι γενομένοισι, καὶ ἔστι αὕτη ἡ στήλη ἐν τῇ ἀγορῇ. ἰδόμενοι δὲ καὶ Λέσβιοι τοὺς προσεχέας φεύγοντας τὠυτὸ ἐποίευν τοῖσι Σαμίοισι· ὣς δὲ καὶ οἱ πλεῦνες τῶν Ἰώνων ἐποίευν τὰ αὐτὰ ταῦτα.
为此,萨摩斯共同体允许将他们的名字连同父亲的名字一起刻在石碑上,以表彰他们是勇敢的人,而这块石碑至今仍在广场上。莱斯博斯人看到相邻的船只逃跑,也采取了与萨摩斯人相同的行动;而大多数伊奥尼亚人也同样做出了这些事。
- 6.14.1τὸ ἐνθεῦτεν
时间性的副词性宾格,或作为 συγγράψαι 的直接宾语并与后文的间接疑问从句 οἵτινες... 构成同格。意为“此后的情况”或“那之后的事件”。
- 6.14.2λέγονται δὲ Σάμιοι ... ἀποπλῶσαι
希腊语中非常常见的个人被动结构(personal construction),意为“萨摩斯人据说已经撤离”,比非个人结构(“据说萨摩斯人已经撤离”)更为常用。
- 6.14.2ἀνηκουστήσαντες
动词 ἀνηκουστέω(不服从、违抗)的无定过去时主动分词,支配与格 τοῖσι στρατηγοῖσι。此处表示伴随状况或方式(“不听从……”或“违抗……”)。
- 6.14.3ἔδωκε... ἀναγραφῆναι
动词 δίδωμι(给予、允许)与不定式 ἀναγραφῆναι 连用,表示“允许[他们]被刻写”,其中 σφι(给他们)作为不定式在语义上的与格主语。
