- 底本
- Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:6.134.1-6.134.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-08
在围攻帕罗斯受阻时,一个名叫蒂莫的德墨忒耳女祭司向米太亚德献策,使他潜入德墨忒耳圣殿,但他因突如其来的恐惧逃跑并在此过程中受伤。
ἐς μὲν δὴ τοσοῦτο τοῦ λόγου οἱ πάντες Ἕλληνες λέγουσι, τὸ ἐνθεῦτεν δὲ αὐτοὶ Πάριοι γενέσθαι ὧδε λέγουσι.1 Μιλτιάδῃ ἀπορέοντι ἐλθεῖν ἐς λόγους2 αἰχμάλωτον γυναῖκα, ἐοῦσαν μὲν Παρίην γένος, οὔνομα δέ οἱ εἶναι Τιμοῦν, εἶναι δὲ ὑποζάκορον τῶν χθονίων θεῶν· ταύτην ἐλθοῦσαν ἐς ὄψιν Μιλτιάδεω συμβουλεῦσαι, εἰ περὶ πολλοῦ ποιέεται Πάρον ἑλεῖν, τὰ ἂν αὐτὴ ὑποθῆται, ταῦτα ποιέειν.
关于故事到此为止的部分,所有的希腊人说法都是一致的;但此后发生的事,帕罗斯人自己则是这样说的。他们说,在米太亚德一筹莫展之际,一个被俘的女人来同他谈话。她是个帕罗斯人,名字叫作蒂莫,是大地的诸神的一位下级女祭司。她来到米太亚德面前,建议他如果非常看重夺取帕罗斯这件事,就应该按照她的指示去做。
μετὰ δὲ τὴν μὲν ὑποθέσθαι, τὸν δὲ διερχόμενον ἐπὶ τὸν κολωνὸν τὸν πρὸ τῆς πόλιος ἐόντα ἕρκος θεσμοφόρου Δήμητρος ὑπερθορεῖν, οὐ δυνάμενον τὰς θύρας ἀνοῖξαι, ὑπερθορόντα δὲ ἰέναι ἐπὶ τὸ μέγαρον ὅ τι δὴ ποιήσοντα3 ἐντός, εἴτε κινήσοντά τι τῶν ἀκινήτων εἴτε ὅ τι δή κοτε πρήξοντα· πρὸς τῇσι θύρῃσί τε γενέσθαι καὶ πρόκατε φρίκης αὐτὸν ὑπελθούσης ὀπίσω τὴν αὐτὴν ὁδὸν ἵεσθαι, καταθρώσκοντα δὲ τὴν αἱμασιὴν τὸν μηρὸν σπασθῆναι· οἳ δὲ αὐτὸν τὸ γόνυ προσπταῖσαι λέγουσι.4
在此之后,她给出了指示,而他则走向城市前方的山丘,由于无法打开大门,便翻过了得墨忒耳·忒斯摩福罗斯圣域的篱墙。翻过去后,他便朝本殿走去,准备在里面做些什么——或是去触动某些不可触动的圣物,或是去干些别的什么事。当他来到门口时,突然一阵战栗袭来,他便沿着原路急忙往回走,但在跳下石墙时,他的大腿受了伤。不过,也有人说他是撞伤了膝盖。
- 6.134.1τὸ ἐνθεῦτεν δὲ αὐτοὶ Πάριοι γενέσθαι ὧδε λέγουσι
γενέσθαι 是对格不定词,以名词化的中性单数形容词短语 τὸ ἐνθεῦτεν(此后之事)为主语。由此开启了间接叙述,过渡到帕罗斯人自己的说法。
- 6.134.1Μιλτιάδῃ ἀπορέοντι ἐλθεῖν ἐς λόγους
ἐλθεῖν 是对格不定词,主语为 αἰχμάλωτον γυναῖκα,承接句首的 λέγουσι,表明这是在间接引语中叙述。与格的 Μιλτιάδῃ ἀπορέοντι 表示“来到陷入困境的米太亚德那里”。
- 6.134.2ὅ τι δὴ ποιήσοντα
未来分词 ποιήσοντα(以及随后的 κινήσοντά 和 πρήξοντα)在表示移动的动词 ἰέναι 之后,用以表达“目的”(“为了做……”)。
- 6.134.2οἳ δὲ αὐτὸν τὸ γόνυ προσπταῖσαι λέγουσι
句中的 οἳ δὲ 将关系代词用作古雅的指示代词,意为“而其他人”。对格的 τὸ γόνυ 是“关系对格”(或限定对格),限定了动词 προσπταῖσαι(碰撞、绊倒)所涉及的身体部位。
