- 底本
- Herodotus. Godley, Alfred Denis, editor. Cambridge, MA; London: Harvard University Press; William Heinemann, Ltd., 1920-1925 (printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:6.108.1-6.108.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-08
在希庇亚斯解释梦境之后,普拉塔亚人抵达马拉松与雅典人会合。随后详细叙述了他们与雅典结盟的历史背景以及与底比斯之间疆界的划分。
Ἱππίης μὲν δὴ ταύτῃ τὴν ὄψιν συνεβάλετο ἐξεληλυθέναι. Ἀθηναίοισι δὲ τεταγμένοισι ἐν τεμένεϊ Ἡρακλέος ἐπῆλθον βοηθέοντες Πλαταιέες πανδημεί. καὶ γὰρ καὶ ἐδεδώκεσαν σφέας αὐτοὺς τοῖσι Ἀθηναίοισι οἱ Πλαταιέες, καὶ πόνους ὑπὲρ αὐτῶν οἱ Ἀθηναῖοι συχνοὺς ἤδη ἀναραιρέατο·1 ἔδοσαν δὲ ὧδε.
希庇亚斯确实推测,他的梦境已以这种方式实现。而当雅典人在赫拉克勒斯的圣地驻扎时,普拉塔亚人举国前来援助他们。因为普拉塔亚人确实已经把自己托付给雅典人,而雅典人也已经为他们承担了许多辛劳;他们托付自己的经过如下。
πιεζεύμενοι ὑπὸ Θηβαίων οἱ Πλαταιέες ἐδίδοσαν πρῶτα παρατυχοῦσι Κλεομένεΐ τε τῷ Ἀναξανδρίδεω καὶ Λακεδαιμονίοισι σφέας αὐτούς. οἳ δὲ οὐ δεκόμενοι ἔλεγόν σφι τάδε. ἡμεῖς μὲν ἑκαστέρω τε οἰκέομεν, καὶ ὑμῖν τοιήδε τις γίνοιτʼ ἂν ἐπικουρίη ψυχρή· φθαίητε γὰρ ἂν πολλάκις ἐξανδραποδισθέντες ἤ τινα πυθέσθαι ἡμέων.2
普拉塔亚人受到底比斯人的压迫,起初试图把自己托付给恰好在场的人,即阿纳克桑德里德斯之子克列奥梅尼及拉刻代蒙人。但他们没有接受,并对他们说了这些话:“我们住得太远,对你们来说,这样的援助将会是无力的;因为在我们中的任何人听到消息之前,你们恐怕就已经多次被奴役了。
συμβουλεύομεν δὲ ὑμῖν δοῦναι ὑμέας αὐτοὺς Ἀθηναίοισι, πλησιοχώροισι τε ἀνδράσι καὶ τιμωρέειν ἐοῦσι οὐ κακοῖσι. ταῦτα συνεβούλευον οἱ Λακεδαιμόνιοι οὐ κατὰ τὴν εὐνοίην οὕτω τῶν Πλαταιέων ὡς βουλόμενοι3 τοὺς Ἀθηναίους ἔχειν πόνους συνεστεῶτας Βοιωτοῖσι.
因此我们建议你们把自己托付给雅典人,他们既是邻近的人,又是不错的救援者。”拉刻代蒙人提出这个建议,倒不是出于对普拉塔亚人的好意,而是因为他们希望雅典人因与波奥蒂亚人发生冲突而陷入苦难。
Λακεδαιμόνιοι μέν νυν Πλαταιεῦσι ταῦτα συνεβούλευον, οἳ δὲ οὐκ ἠπίστησαν, ἀλλʼ Ἀθηναίων ἱρὰ ποιεύντων τοῖσι δυώδεκα θεοῖσι ἱκέται ἱζόμενοι ἐπὶ τὸν βωμὸν ἐδίδοσαν σφέας αὐτούς. Θηβαῖοι δὲ πυθόμενοι ταῦτα ἐστρατεύοντο ἐπὶ τοὺς Πλαταιέας, Ἀθηναῖοι δέ σφι ἐβοήθεον.
于是,拉刻代蒙人向普拉塔亚人提出了这个建议,而后者没有不听从;相反,当雅典人正在向十二神献祭时,他们作为请愿者坐在祭坛上,把自已托付了出去。底比斯人听说此事后,便向普拉塔亚人进军,而雅典人则前去援助他们。
μελλόντων δὲ συνάπτειν μάχην Κορίνθιοι οὐ περιεῖδον, παρατυχόντες δὲ καὶ καταλλάξαντες ἐπιτρεψάντων ἀμφοτέρων οὔρισαν τὴν χώρην ἐπὶ τοῖσιδε, ἐᾶν4 Θηβαίους Βοιωτῶν τοὺς μὴ βουλομένους ἐς Βοιωτοὺς τελέειν. Κορίνθιοι μὲν δὴ ταῦτα γνόντες ἀπαλλάσσοντο, Ἀθηναίοισι δὲ ἀπιοῦσι ἐπεθήκαντο Βοιωτοί, ἐπιθέμενοι δὲ ἑσσώθησαν τῇ μάχῃ.
正当他们准备交战时,科林斯人没有袖手旁观,他们恰好在场,在双方托付下调停并使之和解,按以下条件划定了疆界:即底比斯人应当放过那些不愿归属波奥蒂亚联盟的波奥蒂亚人。科林斯人作此裁决后便离去了,但波奥蒂亚人袭击了正在撤退的雅典人;然而,他们虽然发动了袭击,却在战斗中被击败。
ὑπερβάντες δὲ οἱ Ἀθηναῖοι τοὺς οἱ Κορίνθιοι ἔθηκαν Πλαταιεῦσι εἶναι οὔρους,5 τούτους ὑπερβάντες τὸν Ἀσωπὸν αὐτὸν ἐποιήσαντο οὖρον Θηβαίοισι πρὸς Πλαταιέας εἶναι καὶ Ὑσιάς. ἔδοσαν μὲν δὴ οἱ Πλαταιέες σφέας αὐτοὺς Ἀθηναίοισι τρόπῳ τῷ εἰρημένῳ, ἧκον δὲ τότε ἐς Μαραθῶνα βοηθέοντες.
雅典人越过了科林斯人为普拉塔亚人设定的疆界,越过这些之后,他们将阿索波斯河本身定为底比斯人与普拉塔亚人及许西亚人之间的疆界。于是,普拉塔亚人确实以所述方式把自己托付给雅典人,当时便来到马拉松提供援助。
- 6.108.1ἀναραιρέατο
动词 ἀναιρέω 的第三人称复数过去完成时中动/被动。在爱奥尼亚方言中,完成时和过去完成时第三人称复数词尾 -ντο 替换为 -ατο(相当于雅典方言的 ἀνῄρηντο),在此意为“已经承担”。
- 6.108.2φθαίητε γὰρ ἂν πολλάκις ἐξανδραποδισθέντες ἤ τινα πυθέσθαι ἡμέων
动词 φθάνω 与分词(ἐξανδραποδισθέντες)连用,表示“在……之前做某事”,后接连词 ἤ 和不定式(πυθέσθαι)构成比较结构,意为“在我们中的任何人听到消息之前,你们恐怕就已经多次被奴役了”。πολλάκις 在此带有“经常”或“很可能”的意思。
- 6.108.3οὐ κατὰ τὴν εὐνοίην οὕτω τῶν Πλαταιέων ὡς βουλόμενοι...
介词短语(κατὰ τὴν εὐνοίην)与分词短语(βουλόμενοι)通过 οὐκ οὕτω... ὡς...(与其说是……不如说是……)进行非对称性的并置,用以对比说明拉刻代蒙人的真实意图。
- 6.108.5ἐᾶν
动词 ἐάω 的现在不定式。它作为解释性不定式,说明前文 ἐπὶ τοῖσιδε(在以下条件下)的具体内容,表示目的、结果或命令。
- 6.108.6τοὺς οἱ Κορίνθιοι ἔθηκαν Πλαταιεῦσι εἶναι οὔρους
关系代词 τούς 的先行词 οὔρους 被吸收到关系从句内部并作为表语出现,整体指代“科林斯人为普拉塔亚人设定的疆界”。
