← 希罗多德

历史

§5.112.1-5.112.2

伊奥尼亚的海战胜利与阿尔提比乌斯之死

伊奥尼亚舰队在海上击败了腓尼基人,而在陆战中,欧涅西洛斯与他的盾随从合力击倒了阿尔提比乌斯及其战马。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.112.1

ταῦτα εἶπε, καὶ μεταυτίκα συνέμισγε τὰ στρατόπεδα πεζῇ καὶ νηυσί. νηυσὶ μέν νυν Ἴωνες ἄκροι γενόμενοι ταύτην τὴν ἡμέρην ὑπερεβάλοντο τοὺς Φοίνικας, καὶ τούτων Σάμιοι ἠρίστευσαν· πεζῇ δέ, ὡς συνῆλθε τὰ στρατόπεδα, συμπεσόντα ἐμάχοντο.

他说了这些话,两军便立刻在陆地和海上交战。在海战中,伊奥尼亚人当天表现最为出色,压倒了腓尼基人,其中萨摩斯人立下了最大的功勋;而在陆战中,当两军相遇时,便激烈交锋,展开厮杀。

§5.112.2

κατὰ δὲ τοὺς στρατηγοὺς ἀμφοτέρους τάδε ἐγίνετο· ὡς προσεφέρετο πρὸς τὸν Ὀνήσιλον ὁ Ἀρτύβιος ἐπὶ τοῦ ἵππου κατήμενος, ὁ Ὀνήσιλος κατὰ τὰ συνεθήκατο1 τῷ ὑπασπιστῇ παίει προσφερόμενον αὐτὸν τὸν Ἀρτύβιον· ἐπιβαλόντος δὲ τοῦ ἵππου2 τοὺς πόδας ἐπὶ τὴν Ὀνησίλου ἀσπίδα, ἐνθαῦτα ὁ Κὰρ δρεπάνῳ πλήξας ἀπαράσσει τοῦ ἵππου τοὺς πόδας.

在两位将领交锋的地方,则发生了这样的事:当阿尔提比乌斯骑在马上冲向欧涅西洛斯时,欧涅西洛斯按照他与盾随从达成的约定,迎面击打阿尔提比乌斯本人;当那匹马把前蹄搭在欧涅西洛斯的盾牌上时,那卡里亚人立刻用镰刀猛击,砍断了马的腿。

语法注2 条
  1. 5.112.2κατὰ τὰ συνεθήκατο

    关系代词用法。在此处的伊奥尼亚方言中,τὰ 用作关系代词 ἃ(或包含先行词的关系代词 ἐκεῖνα ἃ),意为“按照他所约定的(事情)”。

  2. 5.112.2ἐπιβαλόντος δὲ τοῦ ἵππου

    属格独立结构。τοῦ ἵππου 是逻辑主语,ἐπιβαλόντος(第二不定过去时主动态分词)是分词,表示时间(“当那匹马把……时”)。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(2 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 注 1 处
  • 2026-09-21 AI校阅 — 译文 1 处
urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:5.112.1-5.112.2